πάτρης, προαναφωνητικῶς καὶ τοῦτο εἰπών. (ῃ. 459) Τὸ δὲ «αἱματοέσσας» οἱ μὲν ὡς ποιητικὴν τερατείαν ἐκδέχονται, οἱ δὲ καὶ ἀληθῶς ἐγχωρεῖν φασι τοῦτο γενέσθαι, ὡς εἰκὸς ὄν, καθὰ καὶ προδιείληπται, πεδίου ὑποκειμένου αἵμασι πλήθοντος τοιαύτας ψιάδας πίπτειν συστάσας ἐξ ὁμοίων ἀναθυμιάσεων. Εἰ δέ τις τερατείας τὸν Ὅμηρον γράφεται ψιάδας αἱματοέσσας, ἤγουν ὑφαίμους ἢ αἱματηράς, τοῦ ἀέρος ἐπὶ ἐσομένῳ μεγάλῳ κακῷ καταρρίπτοντα, τί οὐκ ἂν πάθοιεν οἱ ποταμοὺς ἱστορήσαντες αὐτόχρημα αἵματι ῥεῦσαι ἐπὶ γενησομένοις κακοῖς; [Καὶ ἄλλως δέ ποθεν αὐτόματον ἀναβλῦσαι πῇ μὲν ἀμυδρόν, πῇ δὲ δαψιλές. ἔφθη δέ τι περὶ τοιαύτης ἐρυθρότητος γραφῆναι καὶ ἐν τῇ λʹ ῥαψῳδίᾳ, καὶ λοιπῆς δὲ χρώσεως. Τῶν τινες δὲ καὶ τοῦ νῦν γένους ἄνθρωποι ἐξιστόρησαν περί που τὰ κατὰ Πελοπόννησον τέρας ὕδατος αἱματηροῦ. Ἔφερε γὰρ ἡ ἐκεῖσε γῆ ἄνδρα ἱερέα οὐκ ἀγαθόν. φόνῳ τε γὰρ καταρρίψας ἄνθρωπον καὶ τὴν ἐκείνου κοίτην ἀναβαίνων ἀλιτήριος ἦν τοῦ ἱεροτελεστεῖν. ὡς δὲ καιρὸς ἦλθε καὶ ἐξετροπιάζοντο ἐκεῖνον τὸν οὐχ' ἱερὸν οἱ συνιερᾶσθαι λαχόντες, καὶ ἀντιβαίνειν μὲν ἐκεῖνος οὐκ εἶχεν, αἰσχύνεσθαι δὲ οὐκ ἤθελεν, αὐτοὺς μὲν ἀφῆκε τοῦ θεοῦ εἶναι, αὐτὸς δὲ παροιστρήσας ἰδίαζεν ἑτέρωθι πρὸς λειτούργημα, καὶ ὡς ἐνήρξατο, γίνεται αὐθωρὸν τέρας καί τι παραρρέον ὕδωρ κρηναῖον ἐκεῖ ἀγανακτεῖ κατὰ τοῦ κακοῦ καὶ ἐκ διαυγοῦς μεταβάπτεται εἰς ἄκρατον αἷμα, καὶ ἔρρεεν οὕτως, ἕως ὁ ἀναιδὴς ἐπαύσατο τοῦ θράσους. καὶ τοιόνδε μὲν καὶ τοῦτο.] Ψιὰς δὲ ἡ καὶ ψεκὰς [καὶ ἐέρση] ἀπὸ τοῦ ψίω ἀρρήτου γίνεται 3.884 ῥήματος, [ἀφ' οὗ καὶ ὁ ψιλός]. ὥσπερ ἀπὸ ἑτέρου ὁμοίου τοῦ ψίχω ἡ ψὶξ καὶ ἀπὸ τοῦ ψέω ἡ ψεκάς, ἴσως δὲ καὶ ἡ ψεδνὴ θρίξ. ὁμοίως καὶ ἀπὸ τοῦ ψῶ ψωμός, ἄρτου κόμμα. τοῦ λεπτύνειν γὰρ τὰ τοιαῦτα ῥήματα σημαντικά. καὶ λεπτότητος ἔνδειξις ἡ τοιαύτη συστοιχία καὶ σμικρότητός τινος. [Ὧν προηγεῖται τὸ ψῶ, δι' οὗ δηλοῦται τὸ λεπτύνω. τὸ μέντοι ψήχω διὰ τοῦ ἦτα, ὅθεν καὶ ἡ ψήκτρα, ἐξ ἑτεροίου γίνεται ψῶ, ἐξ οὗ καὶ τὸ ψᾶν καὶ καταψᾶν, ὃ καταρρέζειν φησὶν Ὅμηρος. Ἐκ δὲ τοῦ ψάω ψῶ, τὸ λεπτύνω, γίνεται καὶ τὸ ψαύω ἐνθέσει τοῦ ˉυ καὶ τὸ «ψῇ κατ' ἄκρας» παρὰ Σοφοκλεῖ, ἔτι δὲ καὶ τὸ ψώχειν, ὅπερ ἐστὶ λεπτύνειν τὰ χεδροπά. Ὅτι δὲ ἡ ψεκάς, ὥσπερ καὶ τὸ ψεκάζειν, καὶ διὰ τοῦ ˉα λέγεται, δηλοῦσι καὶ τὰ ψακαστὰ μύρα τὰ παρὰ τοῖς ὕστερον στακτά.] (ῃ. 463-5) Ὅτι βάλλεταί τις ἐνταῦθα Θρασύμηλος νείαιραν γαστέρα, ἢ τὴν ἐσχάτην, κατὰ βάθος, διὸ καὶ θνῄσκει ὁ τοιοῦτος, ἢ δι' ἧς νέονται τὰ σιτία, ἵνα ᾖ νέαιρα, καὶ ἐπενθέσει τοῦ ἰῶτα πρὸς διαστολὴν τοῦ κυρίου νείαιρα. Ὅτι ῥίπτει Σαρπηδὼν τὸν παρήορον Πήδασον ἀφαμαρτὼν τοῦ Πατρόκλου. (ῃ. 467-71) Ἔνθα καὶ ὑπογράφων ὁ ποιητὴς τὸ ἐντεῦθεν βλάβος φησὶ «Πήδασον οὔτασεν ἵππον ἔγχεϊ δεξιὸν ὦμον, ὃ δ' ἔβραχε θυμὸν ἀΐσθων, κὰδ δ' ἔπεσ' ἐν 3.885 κονίῃσι μακών, ἀπὸ δ' ἔπτατο θυμός. τὼ δὲ διαστήτην», ὁ Ξάνθος δηλαδὴ καὶ ὁ Βαλίος, «κρίκε δὲ ζυγόν, ἡνία δέ σφι σύγχυτο, ἐπεὶ δὴ κεῖτο παρήορος ἐν κονίῃσι». (ῃ. 472-5) Καὶ τούτου μέν, φησίν, Αὐτομέδων εὕρετο τέκμωρ, ἤγουν τέλος θεραπευτικὸν ἐπενόησε τῆς συγχύσεως. «σπασάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦ ἀΐξας ἀπέκοψε παρήορον, οὐδ' ἐμάτησεν», ὅ ἐστιν οὐκ ἐματαιοπράγησεν εἰκῇ τῷ ἔργῳ ἐπιβαλὼν κατὰ τὸν Νέστορα, ὅς που διὰ γῆρας παρατατικῶς ἀπέταμνε παρηορίας, ἀλλ' ἀπέκοψε ταχὺ τὸν παρήορον, τὰς παρηορίας δηλαδὴ ἐκτεμών. καὶ οὐδὲ ἁπλῶς ἀπέκοψεν, ἀλλὰ ἀΐξας, ἵνα μὴ ὅλως παράτασιν σχοίη τὸ ἔργον, ἀλλ' ἀναγκαίως μιᾷ πληγῇ ἀνυσθείη. οὗ γενομένου «ἰθυνθήτην», ἡ λοιπὴ ξυνωρίς, «ἐν δὲ ῥυτῆρσι τάνυσθεν», ἤγουν ἐπιτεταμένως ἔδραμον, ὃ δὴ πολλαχοῦ ἐπὶ τρεχόντων ἵππων κεῖται, ὡς τότε μάλιστα συντεινομένων. Ἢ καὶ ἄλλως, ἐτάνυσθεν ἀντὶ τοῦ ἐκ τῆς κατὰ σύγχυσιν συστολῆς, ἧς αἰτία ἡ τοῦ παρηόρου πτῶσις βιαζομένου συγκατενεγκεῖν καὶ ἐκείνους, κατὰ φύσιν ἔσχον τήν τε στάσιν καὶ τὴν λοιπὴν τῶν μελῶν τάσιν. (ῃ. 468) Ὦμος δὲ ὅτι καὶ ἐπὶ ἵππου λέγεται, ἤδη δὲ καὶ ἐπὶ λοιπῶν ζῴων, ἐδηλώθη καὶ ἐν τῷ «κατωμαδὸν ἤλασεν ἵππους». Τὸ δὲ «ἔβραχε» νῦν μὲν ἐπὶ