312
πρωτοστράτορα ἐγράφοντο, ὡς ἑκὼν εἶναι Καντακουζηνὸν ὠφελήσειεν ἰσχυριζόμενοι κρύφα τὰ ἐκείνου ᾑρημένος. ὁ δ' ὅρκοις διεβεβαιοῦτο, ὡς οὐδὲν αὐτῷ τοιοῦτον συνειδείη, ἀλλ' ὥσπερ ὑπό τινος ἀγόμενος δυνάμεως κρείττονος εἰς τοῦτο προαχθείη, νομίζων σφάλλειν Καντακουζηνὸν μετὰ βαρείας ἥκοντα δυνάμεως, εἰ πείσειεν ἀναστρέφειν ἐκφοβήσας. ταῦτα μὲν οὖν τοῦτον ἐπέπρακτο τὸν τρόπον, καὶ Καντακουζηνὸς ὁ βασιλεὺς αὖθις εἰς Κράλην ἐπανῆκεν. Ἀπόκαυκος δὲ ὁ μέγας δοὺξ εἰς Βυζάντιον ἀπέπλευσε, καὶ ὑπεδέχοντο αὐτὸν οἱ ἐν Βυζαντίῳ μετὰ κρότων πολλῶν καὶ θαυμασίων τῶν ἐγκω 2.336 μίων, σωτῆρα καὶ πρόμαχον καὶ ἐλευθερωτὴν ἀποκαλοῦντες. περιηγγέλλετό τε πανταχόθεν, ὡς Καντακουζηνὸς οὐδ' ἀντιβλέψαι δυνηθεὶς πρὸς μέγαν δοῦκα, ὑπέστρεψε τῆς οἰκείας σωτηρίας ἀπογνοὺς καὶ ἐπὶ τὸ ἱερὸν ὄρος ἀφίξεται ὄντως μοναχῶν σχῆμα ἐνδυσόμενος· ἄλλως γὰρ οὐκ ἂν ἐξέσται περιεῖναι. καὶ ἑορταὶ πανταχοῦ συνεκροτοῦντο τῶν εὐαγγελίων ἕνεκα. ὁ μέγας δὲ δοὺξ ὀλίγῳ ὕστερον μεγάλῳ στρατοπεδάρχῃ τῷ Χούμνῳ τὴν πρὸς Καντακουζηνὸν βασιλέα βουλευθεῖσαν εἰρήνην ὥς τι ἔγκλημα ἐπικαλέσας, οὐ γὰρ διέλαθεν αὐτὸν, ἃ πρὸς βασιλίδα πρότερον εἰρήκει περὶ τῆς εἰρήνης, κατέκλεισεν αὐτόν τε καὶ τὸν υἱὸν ἀπρόϊτον εἰς τὴν οἰκίαν· μετ' ἐκεῖνον δὲ καὶ Ἀσάνην τὸν Κωνσταντῖνον καὶ τὸν υἱὸν, καὶ ἀξίας ἀπετίννυεν αὐτοῖς ἀντιμισθίας τοῦ πρὸς τὴν τοσαύτην τῶν Ῥωμαίων φθορὰν αὐτῷ συνάρασθαι. εἶτα καὶ τοὺς ἄλλους ἐπῄει, ὥσπερ φλὸξ ἀεὶ τῶν προσαπτομένων ἐπιλαμβανομένη. νʹ. Οἱ ἐν ∆ιδυμοτείχῳ δὲ πυθόμενοι, ὡς αὖθις ὑποστρέψειεν ὁ βασιλεὺς εἰς Τριβαλοὺς, δεινὰ ἐποιοῦντο καὶ θορύβου ἦσαν μεστοὶ καὶ ταραχῆς. αἰσθομένη δὲ ἡ βασιλὶς Εἰρήνη, καὶ μεῖζον ἐπιδειξαμένη ἢ κατὰ γυναικεῖον φρόνημα, συνεκάλει πάντας καὶ παρῄνει, μὴ τὰ πραττόμενα ἡγεῖσθαι τῶν ἄγαν δεινοτάτων· ἴσως γάρ τοι μᾶλλον ἂν οὕτω λυσιτελεῖν δόξειε θεῷ· ἐκέλευέ τε διανίστασθαι καὶ μὴ καταπίπτειν, ὡς πολλῶν καὶ μεγάλων ἐλπίδων ἔτι ὑπολειπομένων. βασιλέα γὰρ πρὸς τὴν ἐπάνοδον οὐκ ἀπαγορεύσειν, ἀλλ' 2.337 ἥξειν τε μετὰ μικρὸν, καὶ τῆς εἰς αὐτὸν εὐνοίας καὶ τῆς ἀνδρίας καὶ τῆς καρτερίας ἀμείψεσθαι ἀξίως. καὶ τούτοις τοῖς λόγοις ἀνεκτᾶτό τε οὐ μετρίως καὶ χρηστότερα ἐλπίζειν ἔπειθεν. ἐδόκει δὲ δεῖν κοινῇ βουλευομένοις, καὶ πρεσβείαν πρὸς Ἀλέξανδρον τὸν βασιλέα Μυσῶν ποιεῖσθαι καὶ συνθήκας τίθεσθαι ἐπὶ τούτοις πρὸς αὐτὸν, ὥστε σύμμαχον αὐτοῖς εἶναι καὶ φίλον καὶ βοηθεῖν ἐπὶ τοὺς πολεμίους καὶ μηδενὸς ἀμελεῖν ὧν προσήκει φίλῳ πρὸς αὐτούς. κἂν μὲν ἐπανέλθῃ βασιλεὺς ὁ Καντακουζηνὸς, αὐτὸν αὐτῷ τῆς συμμαχίας καὶ τῆς φιλίας τὰς χάριτας ἐκτίνειν· εἰ δὲ συμβαίη, ἢ πολέμῳ ἢ ἑτέρῳ τρόπῳ πρὶν ἐπανήκειν τελευτᾷν, αὐτῷ τὴν πόλιν παραδιδόναι καὶ τῆς ἀρχῆς ἀφίστασθαι Ῥωμαίων. τοῦτο δὲ οὐχ οὕτω καὶ ἀληθῶς αὐτοῖς ἐδέδοκτο ποιεῖν, ἀλλὰ φενακίζειν ἐπειρῶντο τὸν Μυσὸν ἕνεκα δυοῖν, τοῦ τε αὐτὸν τῆς ἐλπίδος ἕνεκα αὐτοῖς ὠφέλειάν τινα παρέχειν, καὶ τοῦ βασιλίδα τὴν Ἄνναν καὶ Ῥωμαίους τοὺς αὐτοὺς πολιορκοῦντας πυθομένους, ὡς συμβάσεις περὶ παραδόσεως ποιοῦνται πρὸς Μυσοὺς, μὴ λίαν ἐπιτίθεσθαι, ἀλλ' ἀνακωχήν τινα παρέχειν, δεδιότας μὴ δι' ὀργὴν σφᾶς τε αὐτοὺς Μυσοῖς καὶ τὴν πόλιν παραδῶσιν. οἱ μὲν οὖν τοιαύτῃ γνώμῃ τὰς συνθήκας ἐποιοῦντο, ἀσμένως καὶ τοῦ Μυσῶν βασιλέως δεξαμένου καὶ παντὶ τρόπῳ συμμαχήσειν ἀπαγγελλομένου. τὸ δ' ἀπέβαινεν ἐναντίως, ἢ ᾠήθησαν αὐτοί. Ἀλέξανδρος γὰρ, ἐπεὶ οἱ ἐν ∆ιδυμοτείχῳ τὰς συνθήκας ἐποιήσαντο, ὡς, εἰ μὴ Καν 2.338 τακουζηνὸς ὁ βασιλεὺς ἐπανήξει, παραδώσειν αὐτῷ τὴν πόλιν, νομίσας, εἰ τρόπῳ δή τινι ἐκεῖνον διαφθείρειε, βεβαίως τὴν πόλιν ἤδη ἔχειν, πάντα κάλων ἐκίνει κωλύειν τὴν ἐπάνοδον αὐτῷ ἢ, εἰ δύναιτο, καὶ διαφθείρειν· καὶ πρεσβείας πρὸς Κράλην πέμπων συχνὰς καὶ Ἑλένην τὴν ἀδελφὴν Κράλῃ συνοικοῦσαν, παρῄνει Καντακουζηνὸν τὸν βασιλέα μὴ ἀνιέναι, ἀλλὰ δήσαντας ἐν δεσμωτηρίῳ φρουρεῖν ἢ καὶ ἀποκτείνειν· οὕτω γὰρ ἂν ἐξέσται τὴν Ῥωμαίων ἔχειν ἀρχὴν ἀπονητί. Κράλης μὲν οὖν αὐτοῦ τὰς παραινέσεις φαύλας