312
πολεμήσαντες σπονδὰς ἐποιήσαντο, οἱ δ' αλλοι ἐν τοῖς οπλοις ετι ἐτύγχανον. Τότε δὲ καὶ ὁ Φλαμίνιος μετὰ τοῦ ̓Αττάλου τὴν Βοιωτίαν απασαν ὑπηγάγετο. καὶ ὁ μὲν Ατταλος ἐν τῷ δημηγορεῖν αὐτοῖς ὑπὸ γήρως ἀπέψυξεν, ὁ δέ γε Φλαμίνιος ἐς τὴν Θεσσαλίαν ἐλθὼν τῷ Φιλίππῳ προσέμιξε. καὶ ἱππομαχίαν ἐποιήσαντο· τὸ γὰρ χωρίον οὐκ ἐπιτήδειον πρὸς μείζω μάχην ην· διὸ καὶ 2.298 αμφω ἀπανέστησαν. καὶ πρός τινα λόφον γενόμενοι, ου τὴν ἀκρωνυχίαν Κυνὸς κεφαλὴν ὀνομάζουσιν, οἱ μὲν ενθεν οἱ δ' ἐκεῖθεν ηὐλίσαντο. καὶ μαχεσάμενοι τοῖς στρατεύμασιν απασιν ἰσοπαλεῖς αν ἀπηλλάγησαν, εἰ μὴ οἱ Αἰτωλοὶ ἐπικρατεστέρους τοὺς ̔Ρωμαίους ἐποίησαν. ἡττηθεὶς ουν ὁ Φίλιππος καὶ φυγών, ειτα μαθὼν τήν τε Λάρισαν καὶ τὰς περὶ αὐτὴν πόλεις τὰ τοῦ νικήσαντος ᾑρημένας, ἐπεκηρυκεύσατο τῷ Φλαμινίῳ. καὶ ος ἐσπείσατο, χρήματά τε τοῦ Φιλίππου δόντος καὶ ὁμήρους αλλους τε καὶ τὸν οἰκεῖον υἱὸν ∆ημήτριον, καὶ πρέσβεις ὑπὲρ τῆς εἰρήνης εἰς τὴν ̔Ρώμην ἐκπέμψαντος. ̓Εν ῳ δὲ ταῦτα ἐπράττετο, καὶ ̓Ανδροσθένης ἐνικήθη ὑπὸ τῶν ̓Αχαιῶν καὶ τὴν Κόρινθον ἀπέβαλε. καὶ ὁ Φλαμίνιος ὁ Λούκιος ἐπὶ τοῦ ναυτικοῦ ων, ἐπεὶ μὴ επειθε τοὺς ̓Ακαρνᾶνας μὴ συμμαχεῖν τῷ Φιλίππῳ, τήν τε Λευκάδα πολιορκίᾳ ειλε κἀκείνους μετὰ τοῦτο τὴν ητταν τοῦ Φιλίππου γνόντας ῥᾷον συμπαρεστήσατο. Ουτω μὲν ουν ὁ Μακεδονικὸς ἐλέλυτο πόλεμος, καὶ οἱ ἐν τῇ ̔Ρώμῃ τῷ Φιλίππῳ ἑτοιμότατα συνηλλάγησαν ἐπὶ τῷ τοὺς αἰχμαλώτους καὶ τοὺς αὐτομόλους ἀποδοῦναι καὶ τοὺς ἐλέφαντας τάς τε τριήρεις πλὴν πέντε καὶ τῆς στρατηγίδος αὐτῆς ουσης ἑκκαιδεκήρους, καὶ χρήματα τὰ μὲν αὐτίκα δοῦναι, τὰ δὲ καὶ ἐν τάξεσί τισι, καὶ μόνης τῆς Μακεδονίας βασιλεύειν, μὴ πλείους τ' εχειν στρατιώτας τῶν πεντακισχιλίων, μήτε πόλεμον εξω τῆς ἑαυτοῦ χώρας ποιεῖσθαί τινι. τὰς γὰρ αλλας πόλεις τάς τε ἐν τῇ ̓Ασίᾳ καὶ ἐν τῇ Εὐρώπῃ τὰς πρὶν δουλευούσας αὐτῷ ἐλευθέρας ἀφῆκαν. 2.299 Οἱ δ' υπατοι τοῖς Γαλάταις αυθις οὐκ ἀταλαιπώρως ἐπολέμησαν, ομως μέντοι καὶ τούτους ὑπέταξαν. Πόρκιος δὲ Κάτων υπατος αἱρεθεὶς τὴν ̓Ιβηρίαν μικροῦ πᾶσαν ἀλλοτριωθεῖσαν ἀνεκτήσατο, ἀνὴρ ἀρετῇ πάσῃ τοὺς τότε νικῶν. νόμου δὲ τεθέντος μετὰ τὴν ἐν Κάνναις τοῖς ̔Ρωμαίοις συμβᾶσαν ητταν μήτε χρυσοφορεῖν τὰς γυναῖκας μήτε διφροφορεῖσθαι μήθ' ολως ἐσθῆτι καταστίκτῳ κεχρῆσθαι, ὁ δῆμος, εἰ χρὴ καταλῦσαι τὸν νόμον, βουλὴν ἐποιεῖτο. καὶ περὶ τούτου ὁ Κάτων ἐδημηγόρησε, δεῖν κατασκευάζων τὸν νόμον κρατεῖν, καὶ τέλος ταῦτα ἐπήγαγε. "κοσμείσθωσαν ουν αἱ γυναῖκες μὴ χρυσῷ μηδὲ λίθοις η τισιν ἀνθηροῖς καὶ ἀμοργίνοις ἐσθήμασιν, ἀλλὰ σωφροσύνῃ, φιλανδρίᾳ, φιλοτεκνίᾳ, πειθοῖ, μετριότητι, τοῖς νόμοις τοῖς κειμένοις, τοῖς οπλοις τοῖς ἡμετέροις, ταῖς νίκαις, τοῖς τροπαίοις." Λούκιος δὲ Οὐαλέριος δήμαρχος ἀντιλέγων τῷ Κάτωνι διειλέχθη, ἀποδοθῆναι συμβουλεύων ταῖς γυναιξὶ τὸν κόσμον τὸν πάτριον. καὶ πολλὰ περὶ τούτου πρὸς τὸν δῆμον εἰπών, ειτα πρὸς τὸν Κάτωνα τὸν λόγον ἀπέτεινε καὶ εφη "σὺ δ', ω Κάτων, εἰ αχθῃ τῷ κόσμῳ τῶν γυναικῶν καὶ βούλει φιλόσοφόν τι ποιῆσαι καὶ μεγαλοπρεπές, ἀπόκειρον αὐτὰς περιτρόχαλα, καὶ χιτωνίσκους καὶ ἐξωμίδας ενδυσον, καὶ νὴ ∆ία σύ γε καὶ οπλισον ἐφ' ιππους τε ἀναβίβασον, καὶ εἰ δοκεῖ σοι καὶ εἰς τὴν ̓Ιβηρίαν ἀνάγαγε· οπως τε καὶ τῶν ἐκκλησιῶν κοινωνῶσιν ἡμῖν, καὶ δεῦρο αὐτὰς εἰσφερώμεθα." καὶ ὁ μὲν Οὐαλέριος ταῦτα ἐπισκώπτων ειπεν, ἀκούσασαι δὲ αἱ γυναῖκες, ἐγγὺς γὰρ τῆς ἀγορᾶς πολλαὶ διέτριβον πολυπραγμονοῦσαι τὸ 2.300 γενησόμενον, εἰσεπήδησαν εἰς τὴν ἐκκλησίαν καταβοῶσαι τοῦ νόμου, καὶ ουτω σπουδῇ λυθέντος αὐτοῦ ἀνεδήσαντο ἐκεῖ εὐθὺς ἐν τῇ ἐκκλησίᾳ κόσμον τινὰ καὶ ἐξῆλθον χορεύουσαι. ̔Ο δὲ Κάτων ἀποπλεύσας εἰς τὴν ̓Ιβηρίαν ἀφίκετο, καὶ μαθὼν πάντας τοὺς μέχρι τοῦ Ιβηρος οἰκοῦντας συνεστράφθαι, ινα καθ' εν αὐτῷ πολεμήσωσι, συγκροτήσας τὸ στράτευμα προσέβαλε σφίσι, καὶ ἡττήσας αὐτοὺς ἠνάγκασε προσχωρῆσαί οἱ, φοβηθέντας ινα μὴ καὶ τὰς πόλεις αὐτοβοεὶ ἀποβάλωσι. καὶ τότε μὲν δεινὸν αὐτοῖς οὐδὲν εἰργάσατο, υστερον δὲ