312
ἐπὶ μὲν κυρίων, ὡς Θωμᾶς ὁ Λεββαῖος καὶ Θωμᾶς ὁ δίδυμος· ἐπὶ δὲ προσηγορικῶν, ὡς κύων θαλάσσιος καὶ κύων χερσαῖος. ̔Ομοούσιον. τὸ τῆς αὐτῆς οὐσίας αλλο τυγχάνον, διάφορον δὲ τὸ αὐτὸ κατὰ τὴν ὑπόστασιν ον· ὡς ἐπί τε ἀνθρώπου καὶ τῶν αλλων εχει εἰδῶν. ( ̔Ρῆμα.) ̔Ομαρτεῖν καὶ ἁμαρτεῖν. ἀμφότερα ἐπὶ τοῦ ἐπιτυχεῖν καὶ ἀκολουθεῖν· τὸ δὲ δεύτερον καὶ ἐπὶ τοῦ συμπράξαι. οιον· τὼ δ' ἐξ οικου βῆσαν ἁμαρτήσαντες αμ' αμφω. ειρηται παρὰ τὸ αρω βαρύτονον, ὁ μέλλων αἰολικῶς αρσω, ονομα ῥῆμα ἀρτὸς, καὶ ἐξ αὐτοῦ ῥῆμα ἀρτῶ, καὶ ἐν συνθέσει μετὰ τοῦ αμα ἐπιῤῥήματος τοῦ δηλοῦντος τὸ ὁμοῦ γίνεται ἁμααρτῶ καὶ ἐν συγκοπῇ ἁμαρτῶ. καὶ ὁμαρτήσαντες ἀντὶ τοῦ ἁρμόσαντες. ̓Ομβροβλυτῶ. ὑετὸν καταχέω. ̓Ομβρήσασ. ὑετήσας· καταχέας. ὀμβρίζω δὲ ἐπὶ ἐνεστῶτος, ι. omicron.1451 ̓Ομῇ. ἀντὶ τοῦ ὀμνύεις. ̔Ομηρῆσαι. ἀγγελίας ποιῆσαι. ὁμηρίσαι δὲ τὰ τοῦ ̔Ομήρου εἰπεῖν, ˉι. ̔Ομηρῶ. περὶ διαλλαγῆς λαλῶ. † ̔Ομηρῶ. συντυγχάνω.† ̔Ομιλεῖ. συναναστρέφεται. ̓Ομιχεῖν. οὐρεῖν καὶ χεῖν τὴν ἀμίδα. οιον ἀμιδαχεῖν. εστι δὲ καὶ βαρύτονον, ὀμίχω, ὁ μέλλων ὀμίξω, καὶ παρ' ̔Ιππώνακτι· ωμιξεν αιμα καὶ χολὴν ἐτίλλησεν. ̓Ομνύω. παρὰ τὸ ὁμῶ, ὁμονύω, καὶ ἐν συγκοπῇ ὀμνύω. ̓Ομόρξασθαι. ἐκμάξασθαι. καὶ ὀμόργνυσιν ἀντὶ τοῦ ἀπομάττει καὶ ἀποπιάζει. ἀπὸ τοῦ ἀμέλγω τρπῇ τοῦ ˉα καὶ τοῦ ˉε εἰς τὸ ˉο καὶ τοῦ ˉλ εἰς τὸ ˉρ, πλεονασμῷ δὲ τοῦ ˉν γίνεται ὀμόργνω καὶ ὀμοργνύω. ̓Ομόσαι. ἀντὶ τοῦ ὀμνύναι. ὁμόσε ἀντὶ τοῦ ὁμοῦ, ψιλόν. ̔Ομορῶ. γειτονῶ· πλησιάζω. ̔Ομοκλήσασ. ἀπειλήσας. ̔Ομοστιχάει. ὁμοῦ πορεύεται. ̓Ομφακίζω καὶ ὀμφακισμόσ. omicron.1452 ̔Ομωθῆναι. ἀντὶ τοῦ ὁμοιωθῆναι καὶ οἰκειωθῆναι καὶ εἰς ὁμόνοιαν ἐλθεῖν. ̓Ομωμοσμένος καὶ ὀμωμοκὼς, ὀμωμοκέναι. ὀμόσας δὲ τὰ δύο μικρά. ̔Ομηρείωσ. ἀντὶ τοῦ ὁμηρικῶς. ̔Ομιλαδόν. ἀντὶ τοῦ ὁμοῦ καὶ κατὰ τάξιν. ̔Ομόσε. ἀντὶ τοῦ ὁμοῦ. ̔Ομῶσ. ἀντὶ τοῦ ὁμοίως. Τὸ Ο μετὰ τοῦ Ν. ( ̓Αρσενικόν.) ̓Ονησιφόροσ. κύριον. καὶ ὁ ὠφέλειαν φέρων. Οναγροι. ζῶα κατάξηρα καὶ διψώδη. ̓Ονήσιμοσ. κύριον. καὶ ὠφέλιμος. ̓Ονηγήσιοσ. ὀνηλάτης. ̓Ονείδιος λόγοσ. ὁ ὀνειδιστικός. Ονειροσ. παρὰ τὸ ὀνῶ, τὸ ὠφελῶ, ονειρος. ὡς πέπω πέπειρος, ἀΐσσω αιγειρος, μάσσω μάγειρος. ονοιρος δὲ δωρικῶς, ˉο καὶ ˉι. ̓Ονομαστόσ. περιβόητος, ενδοξος. Ονος βρωμώμενοσ. βρῶμον ἐσθίων. εστι δὲ ειδος σπέρματος. omicron.1453 ̓Ονώρατος· ̓Ονώριος· ̓Ονώριχοσ. ὀνόματα κύ ρια. (Θηλυκόν.) ̓Ονεία. ἡ ἰδέα τοῦ ονου. † ̓Ονειρωξία. ὀνειροσχελία. οἰνοφλυγία.† Ονησισ. ἡ ὠφέλεια. ωνησις δὲ ἡ ἀγορασία, μέγα. ̓Ονησιδώρα. κύριον. καὶ ἡ γῆ ἡ παρέχουσα καὶ δωρουμένη ὠφέλειαν. Ονθοσ. ἡ κόπρος τῶν βοῶν. Ονοσ. παρὰ τὴν ονησιν τὴν ἐξ αὐτῆς γινομένην ἐν τοῖς εργοις. Οντωσισ. ἡ αυξησις. Ονυξ. παρὰ νύσσω, νύξω, νύξ· καὶ πλεονασμῷ τοῦ ο ονυξ. η παρὰ τὸ ἀνοίγω, ἀνοίξω, ανυξ καὶ ονυξ, δι' ου ἀνοίγεται ἡ σὰρξ καὶ ἀραιοῦται. (Οὐδέτερον.) Ον. πρᾶγμα αὐθυπόστατον η ἐνυπόστατον· ἐνυπόστατον δὲ ἐνταῦθα νοεῖται τὸ ἐν ἑτέρῳ εχον τὸ ειναι. ̓Ονείατα. τὰ βρώματα καὶ πάντα τὰ ὠφελοῦντα. ὡς παρὰ τὸ οὐτήσω γίνεται ὠτειλὴ τροπῇ βοιωτικῇ τοῦ ˉη εἰς τὴν ˉεˉι δίφθογγον, ουτως παρὰ τὸ ὀνήσω γίνεται ονειαρ, ὀνείατος, κατὰ τροπὴν βοιωτικὴν τοῦ ˉη εἰς τὴν ˉεˉι δίφθογγον. omicron.1454 Ονειαρ. τὸ οφελος. Ονεια κρέα. ονων κρέα. ̓Ονεῖον. τόπος, ἐν ῳ οἱ ονοι. ̓Ονείδη. χλευάσματα. †μέμψεις.† ̓Ονίδιον. τὸ ἀειδούριον. Ονομα. τὸ ἑκάστου τῶν ὑποκειμένων η πραγμάτων κοινὴν οὐσίαν σημαῖνον. η ονομά ἐστι μέρος λόγου πτωτικὸν προτασσόμενον τῆς κλίσεως τῶν ὀνομάτων καὶ ὑποτασσόμενον. η ονομά ἐστι μέρος λόγου πτωτικὸν σῶμα η πρᾶγμα σημαῖνον· σῶμα μὲν, οιον λίθος· πρᾶγμα δὲ, οιον παιδεία. παρέπεται δὲ τῷ ὀνόματι πέντε· γένη, ειδη, σχήματα, ἀριθμοὶ, πτῶσις. διότι καὶ τελικὰ ἀρσενικῶν ὀνομάτων στοιχεῖα εἰσὶ πέντε· ν ξ ρ ς ψ. η ονομά ἐστι φωνὴ σημαντικὴ θέσει. ( ̔Ρῆμα.) Οναιντο. ὠφεληθεῖεν. καὶ οναιο. † ̓Ονοτάζων. ἐκφαυλίζων.† ̓Ονειροπολεῖ. φαντάζεται. ὡς ἐν ὀνείρῳ βλέπει. ̓Ονειρώττει. ὀνείρους βλέπει. ̓Ονειδιῶ. ἀττικὸς μέλλων. ̓Ονίναι. ὠφελῆσαι. καὶ ὀνίναιτο καὶ ὀνίνημι. omicron.1455 ̓Ονομῄνω. ἀντὶ