312
κρείτ 80.1941 τους ἐγένοντο. Προθεσπίζει δὲ κατὰ ταυτὸν ὁ λό γος, καὶ τὴν μετὰ τὴν ἐνανθρώπησιν τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν γεγενημένην τῆς οἰκουμένης μετα βολήν. Νικῶσι γὰρ κατὰ πόλιν ἑκάστην καὶ χώραν τὸν ἀριθμὸν οἱ τῆς τοῦ Θεοῦ θεραπείας ἐπιμελού μενοι. "Ἐξεγέρθην, καὶ ἔτι εἰμι μετὰ σοῦ." Ὁ δὲ Σύμμαχος οὕτως, Ἐξυπνήσω, καὶ ἀεὶ ἔσομαι παρὰ σοί. Ἀεὶ γὰρ ἐμαυτὸν διεγείρων, καὶ τῆς ῥᾳ θυμίας τὸν ὕπνον ἀπώσομαι, καὶ τὴν σὴν μνήμην ἐν τῇ διανοίᾳ φυλάξω. Οὕτω γὰρ τῆς σῆς ἀπολαύσο μαι προμηθείας. ιθʹ. "Ἐὰν ἀποκτείνῃς ἁμαρτωλοὺς, ὁ Θεὸς, ἄνδρες αἱμάτων ἐκκλίνατε ἀπ' ἐμοῦ, ὅτι ἐρισταί ἐστε εἰς διαλογισμούς." Ἴδιον τῶν τοὺς ἀγαθοὺς ἀγα πώντων τοὺς ἐναντίους βδελύττεσθαι. ∆ιό φησιν, ὅτι Σοῦ τοῦ φιλανθρώπου τοὺς ἁμαρτωλοὺς ἀναιροῦν τος, πολλῷ μᾶλλον ἐγὼ τὴν τούτων ἀποστραφήσο μαι συνουσίαν, τὴν φιλόνεικον αὐτῶν ἐπιστάμενος γνώμην. Οὐ γὰρ ἀνέχονται τῶν ἀγαθῶν παραινέ σεων, ἀλλὰ τῇ δυσκολίᾳ τῆς γνώμης ἀποσείονται ταύτας. κʹ. "Λήψονται εἰς ματαιότητα τὰς πόλεις σου." Ἀποκτενεῖς δὲ αὐτοὺς, φησὶν, οὐκ ἀδίκως, ἀλλ' ἐπειδὴ μάτην τὰς πόλεις οἰκήσουσιν, ὄνησιν οὐδε μίαν ἐκ τῶν σῶν νόμων καρπούμενοι. καʹ, κβʹ. "Οὐχὶ τοὺς μισοῦντάς σε, Κύριε, ἐμίσησα, καὶ ἐπὶ τοὺς ἐχθρούς σου ἐξετηκόμην; Τέλειον μῖ σος ἐμίσουν αὐτοὺς, εἰς ἐχθροὺς ἐγένοντό μοι." Τῆς σῆς ἐξήρτημαι ἀγάπης, ὦ ∆έσποτα. Ταυτὰ σοὶ βούλομαι καὶ φιλεῖν καὶ μισεῖν. ∆ιά τοι τοῦτο τοὺς μὲν τῆς σῆς ἀντεχομένους θεραπείας καὶ φιλῶ καὶ γεραίρω· τοὺς δὲ μισοῦντάς σε, οὐ μόνον μισῶ, ἀλλὰ καὶ ἀνιώμενος ἐπ' αὐτοῖς, καὶ τηκόμενος διατελῶ. Μισῶ μὲν γὰρ ὡς παρανόμους, οἰκτείρω δὲ ὡς ἀνθρώπους. Καὶ πενθεῖν μὲν αὐτοὺς διὰ τὴν φυσικὴν συμπάθειαν ἀναγκάζομαι· βδελύττομαι δὲ πάλιν αὐτοὺς διὰ τὴν πολλὴν πονηρίαν. κγʹ, κδʹ. "∆οκίμασόν με, ὁ Θεὸς, καὶ γνῶθι τὴν καρδίαν μου· ἔτασόν με, καὶ γνῶθι τὰς τρίβους μου. Καὶ εἶδε εἰ ὁδὸς ἀνομίας ἐν ἐμοὶ, καὶ ὁδήγησόν με ἐν ὁδῷ αἰωνίᾳ." Ταῦτα ἐγὼ μὲν οὕτως ἔχειν ὑπολαμβάνω· σὲ δὲ παρακαλῶ, τὸν ἄριστον τῶν ψυχῶν ἰατρὸν, τὸν ἐμὸν βίον καταμαθεῖν ἀκρι βῶς, καὶ τὰ τῆς καρδίας ἐξετάσαι κινήματα· κἄν τι τῶν σῶν νόμων ἐναντίον ἐν τούτοις εὑρεθῇ, ὑπὸ τῆς σῆς εὐθυνθῆναι σοφίας ἀντιβολῶ, καὶ πρὸς τὴν αἰώνιον ὁδηγηθῆναι πορείαν. Ταῦτα ἐῤ ῥέθη μὲν ὑπὸ τοῦ μακαρίου ∆αβὶδ, προεῤῥέθη δὲ εἰς Ἰωσίαν τὸν εὐσεβῆ, πρόκειται δὲ πᾶσι τοῖς βου λομένοις ἀφορμὴ σωτηρίας.
ΕΡΜΗΝ. ΤΟΥ ΡΛΘʹ ΨΑΛΜΟΥ. αʹ. "Εἰς τὸ τέλος, Ψαλμὸς τῷ ∆αβίδ." ∆ιωκό μενος ὑπὸ τοῦ Σαοὺλ ὁ μακάριος
∆αβὶδ, εἰς ἐπικου ρίαν καλεῖ τὸν τῶν ὅλων Θεόν. 80.1944 βʹ. "Ἐξελοῦ με, Κύριε, ἐξ ἀνθρώπου πονηροῦ, ἀπὸ ἀνδρὸς ἀδίκου ῥῦσαί με." Ἄδικος ὁ Σαοὺλ, καὶ περὶ τὸν εὐεργέτην ἀχάριστος. Οὐ γὰρ μόνον οὐδὲν ἠδικηκότα τὸν θεῖον ∆αβὶδ, ἀλλὰ καὶ πολλῶν αὐτῷ γενόμενον πρόξενον ἀγαθῶν, ἐσπούδαζεν ἀνελεῖν. γʹ. "Οἵτινες ἐλογίσαντο ἀδικίαν ἐν καρδίᾳ, ὅλην τὴν ἡμέραν παρετάσσοντο πολέμους." Οὐ γὰρ μό νον πονηροῖς ἐχρήσατο λογισμοῖς, ἀλλὰ καὶ τὰ ἔργα προσέθηκε τοῖς λογισμοῖς. Τὸ δὲ, ὅλην τὴν ἡμέ ραν, ὁ Σύμμαχος, κατὰ πᾶσαν ἡμέραν, ἡρμήνευσεν δʹ. "Ἠκόνησαν γλῶσσαν αὐτῶν ὡσεὶ ὄφεως· ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν." ∆όλῳ γὰρ χρησά μενος πολλάκις ἀνελεῖν αὐτὸν ἐπεχείρησε· καὶ πολλάκις ὀμωμοκὼς, καὶ φιλικοῖς χρησάμενος λό γοις, παρέβη τοὺς ὅρκους. Τὴν ὕπουλον τοίνυν γνώ μην, καὶ τὸν κεκρυμμένον δόλον, εἰκότως ἀπείκασε τῷ τῶν ἑρπυστικῶν θηρίων ἰῷ. εʹ. "Φύλαξόν με, Κύριε, ἐκ χειρὸς ἁμαρτωλοῦ, ἀπὸ ἀνθρώπων ἀδίκων ἐξελοῦ με." ∆ικαίῳ πρέ πουσα ἡ εὐχή. Οὐ γὰρ τοῖς ἐχθροῖς ὄλεθρον, ἀλλ' ἑαυτῷ σωτηρίαν αἰτεῖ. "Οἵτινες διελογίσαντο τοῦ ὑποσκελίσαι τὰ διαβήματά μου." Ἐξελαυνό μενος ὑπὸ τοῦ Σαοὺλ ὁ μακάριος ∆αβὶδ πρὸς τοὺς Ἀλλοφύλους κατέφυγε· δυσσεβεῖς δὲ ἐκεῖνοι, καὶ πάσης παρανομίας ἐργάται. Καὶ διὰ τοῦτο τοιγα ροῦν ἀξιάγαστος, ὡς πανταχοῦ φύλαξ τῆς εὐσε βείας γενόμενος, καὶ δουλεῦσαι ταῖς ἀνάγκαις οὐκ ἀνεχόμενος. Ἀλλ' ὁ μὲν, φησὶν, οὗτος ὁ ἐξελαύνων με, μικροῦ δεῖν ὑπεσκέλισέ μου τῆς εὐσεβείας τὰ