312
μὴ καὶ ὑμεῖς θέλετε ἀπελθεῖν; διὰ τοὺς ἤδη ἀπελθόντας ἀπ' αὐτοῦ τῶν δοκούντων μαθητιᾶν. καὶ ἡ παρὰ τοῦ μεγάλου Πέτρου ἀπόκρισις τοιάδε· πρὸς τίνα ἀπελευσόμεθα; ῥήματα ζωῆς αἰωνίου ἔχεις· καὶ ἡμεῖς πεπιστεύκαμεν καὶ ἔγνωμεν ὅτι σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος. καὶ πάλιν ὁ μέγας Πέτρος ἐν τῇ οἰκείᾳ ἐπιστολῇ· ἑκουσίως ποιμαίνειν δεῖ, ἀλλ' οὐκ ἀναγκαστικῶς. Γνώτωσαν οὖν λοιπὸν οἱ βιαστικῶς ἕλκοντες πρὸς τὴν ἑαυτῶν κοινωνίαν τοὺς μὴ προαιρουμένους ὡς ἑλληνοειδῶς τοῦτο πράττουσιν, οὐ σῶμα Χριστοῦ τὸ ἐθελόθυτον παρέχοντες, ἀλλὰ τοὐναντίον εἰδωλοθύτου ἔχον ἔμφασιν κατὰ τὴν ἀκούσιον τοῦ θυομένου ἐν ταῖς κατ' αὐτῶν φιλοδαίμοσι σπονδαῖς. καὶ ὁ λόγος ἀληθὴς καὶ ἡ δεῖξις ἐναργὴς καὶ ὁ ἀκούων οὐδείς· ἀλλὰ φεῖσαι, Κύριε, φεῖσαι καὶ μὴ δῷς τὴν κληρονομίαν σου εἰς ὄνειδος τέλειον, ὥς πού τις ἔφη τῶν προφητῶν. τί δὲ ἡμεῖς πάθωμεν, ὦ τριπόθητε καὶ πανεύφημε; (εἰρήσεται γάρ, εἰ καὶ τραχύτερόν πως φιλίᾳ ὁ λόγος) ἀπαχθείημεν τῷ καιρῷ ἔτι; ὑποπτήξωμεν τὴν ἐξουσίαν πλέον ἢ καλῶς ἔχει; καὶ ποῦ ἡ φωνὴ τοῦ Κυρίου, ἀπαγορεύουσα τὸν ἀνθρώπινον φόβον καὶ μᾶλλον καθορίζουσα τὸν θεοῦ μόνον, ἐφ' ᾧ ἡ πᾶσα ἐξουσία καὶ ἡ δύναμις τοῦ καὶ ψυχὴν καὶ σῶμα ἐμβαλεῖν εἰς γέενναν πυρός; φεῦ τῆς συμπτώσεως· ἀβάλε τῆς ὑποπτήξεως ἐφ' ὁτῳοῦν προσώπῳ καὶ μάλιστά γε χριστιανωνύμῳ. Πλὴν ὅμως δεῦρο πάλιν, φίλε καὶ κύριε καλέ, ἀνακληθῶμεν, μεταμεληθῶμεν, ἐγγὺς Κύριος τοῖς ζητοῦσιν αὐτόν· καὶ οὐ βούλεται μὲν τὴν πτῶσιν ἡμῶν κατά τι τῶν ἁμαρτανομένων, πεσόντας δὲ ἐρᾷ ἀνίστασθαι ἡμᾶς θᾶττον καὶ ἁμαρτάνοντας ἐπιστρέφειν, καὶ τοῦτο ὁσάκις ἂν καὶ συμβαίη κατά τινα περιπέτειαν ἀβουλίας. εἴποι δ' ἂν τυχὸν ἡ τιμία σου ψυχή· "4ὁ βαλὼν καὶ ἰάσεται"5. καὶ οἷον τὸ ἐπιτίμιον· οὐδὲν γὰρ ἀνιάτρευτον θεραπευόμενον, οὐ βαρὺς ἡμῖν ὁ τῆς ἰατρείας λόγος. 485 {1Θεοκτίστῳ ἐρημίτῃ}1 Ἡ τοῦ Κυρίου ἐντολή, ἡ ἀπαιτοῦσα ἡμᾶς ἀγαπᾶν ἀλλήλους καὶ τοσοῦτον, ὅσον τὴν ψυχὴν τιθέναι ὑπὲρ ἀλλήλων, ἠνάγκασέν με, ἀδελφὲ πνευματικέ, καὶ πάλιν ἐπιστεῖλαί σοι, πονοῦντα περὶ τῆς σωτηρίας σου καὶ ἀκούοντα διαίρεσιν εἶναι σχισματικὴν μεταξὺ ὑμῶν καὶ ἑτέρων ἀδελφῶν οὐ τὴν τυχοῦσαν, ἀλλὰ καὶ λίαν χαλεπήν, ὥστε καὶ συναπορραγῆναι εἰς δύο μέρη ἀντικείμενα τὸν ἀγελαῖον λαόν, ἑκατέρου ἑκατέροις προσκειμένου καὶ πόρρω ἀφισταμένου τῆς ἀλληλούχου κοινωνίας. καὶ τοῦτο ὅλον ἔργον τοῦ σατανᾶ, τοῦ ἀρχαίου ἀνθρωποκτόνου, καὶ τοῦτο σκάνδαλον μέγα· καὶ λέλεκται παρὰ τοῦ Κυρίου· οὐαὶ τῷ κόσμῳ ἀπὸ τῶν σκανδάλων. καὶ πάλιν· συμφέρει ἵνα μύλος ὀνικὸς δεθῇ περὶ τὸν τράχηλον αὐτοῦ καὶ ῥιφῇ εἰς τὴν θάλασσαν ἢ ἵνα σκανδαλίσῃ ἕνα τούτων τῶν ἐλαχίστων. καὶ θαυμάζω πῶς ἡ τιμιότης σου, ἀσκοῦσα καὶ προσκειμένη θεῷ ἐν τοσούτοις ἔτεσιν, ἀφροντίστως ἔχει περὶ τοῦ κινδύνου τούτου· ὅς, εἰ μὴ διορθωθῇ διὰ πάσης σπουδῆς σου καὶ ἐπιμελείας, οὐ μόνον κενὴν πᾶσάν σου τὴν ἄσκησιν ἐργάσεται, ἀλλὰ καὶ πόρρω σε θεοῦ ποιήσει, ὃ μὴ γένοιτο. ∆ιὰ τοῦτο, ἀδελφέ, φιλαδέλφως κινηθεὶς πρὸ τριῶν ἐτῶν, ἡνίκα ἐπλησίασα τοῖς αὐτόθι ἀπὸ Σμύρνης ἐπανιὼν καὶ τὸ σχίσμα μεμαθηκώς, ἔγραψά σοι ἅπερ ἀκήκοα καὶ ὡς δεῖ σε φρονεῖν περὶ τῆς ἀληθείας καὶ ὡς φυγεῖν τὸν ἐπηρτημένον κίνδυνον τοῦ σκανδάλου καὶ οὐκ ἀντέγραψάς μοι· καὶ πάλιν δεδήλωκα καὶ οὐκ ἀπεκρίθης μοι. καὶ τοῦτο κατηγορία ἐναργὴς τοῦ μὴ θέλειν σε θεὸν θεραπεύειν μηδὲ ὀρθοποδεῖν περὶ τὴν ἀλήθειαν. καί, συγχώρησον, μὴ καταγανακτήσῃς μου λέγοντος τὸ ἀληθές· γέγραπται· ἐλεγμῷ ἐλέγξεις τὸν πλησίον σου καὶ οὐ λήψῃ δι' αὐτὸν ἁμαρτίαν. ἰδοὺ ἐγὼ ὁ τάλας, καίπερ μὴ ἰδών σε πώποτε, ἀλλ' ὅτι ἀδελφὸς κατὰ Χριστόν, οὐκ ἤνεγκα τὴν ἀκοὴν φόβῳ θεοῦ, ἐλεγμῷ δὲ ἤλεγξα, παρακαλῶν παρε κάλεσα, ἀποδυόμενος τὸ κρίμα καὶ φιλῶν τὴν σωτηρίαν σου. πῶς αὐτὸς ὁ ἐγκληθεὶς καὶ τοῦ σχίσματος πατὴρ οἴσεις τὸ κρίμα; πῶς δὲ ἀπολογήσῃ τῷ Χριστῷ, ὑπὲρ τοσούτου λαοῦ εὐθυνόμενος; Ἰωάννου τοῦ Προδόμου εἰ τὸ ἔργον ἔχοις, κενόν σε τῆς βασιλείας ἀποπέμψει τοῦ