313
ἡγούμενος, οὐ παρεδέξατο, μάλιστα εἰς τοῦτο ἐναγούσης καὶ τῆς γυναικός. ἐκεῖνος δὲ καὶ στρατιὰν πέμψας, ὅσην ᾤετο ἀρκεῖν τοῖς ἐν ∆ιδυμοτείχῳ πρὸς πολιορκίαν, ἐκέλευσε φυλάττειν παραστρατοπεδευσαμένους, πρόφασιν μὲν, ὡς βοηθήσοντας ἐπὶ Ῥωμαίους τοὺς πολιορκοῦντας, τῇ δ' ἀληθείᾳ, ἵν' αὐτοὶ μᾶλλον ἀκριβέστερον πολιορκοῖεν. ὅπερ δὴ καὶ κατὰ τὴν ἐκείνου γνώμην ἐτελεῖτο. τῶν γὰρ Ῥωμαίων συχνὰς μὲν ποιουμένων τὰς καταδρομὰς, τάχιστα δὲ ἀναχωρούντων, ἀδείας οἱ ἐν ∆ιδυμοτείχῳ τυγχάνοντες, τὰς κατὰ Θρᾴκην ἐληΐζοντο πόλεις καὶ νύκτωρ καὶ μεθ' ἡμέραν καὶ ἐκ τῆς ἁρπαγῆς καὶ λεηλασίας ἐποιοῦντο τὰς τοῦ βίου ἀφορμάς. τῶν Μυσῶν δὲ ἐπελθόντων καὶ συνεχῶς ἐπικειμένων ἐφ' ἡμέραις πλείσταις, εἰς στενὸν κομιδῇ περιέστη τὰ πράγματα αὐτοῖς, πάντων ἤδη κινδυνευόντων ὑπὸ τοῦ λιμοῦ διαφθαρῆναι. Μυσοὶ γὰρ ὁμοίως Ῥωμαίους τε ἐκώλυον τοῖς ἐν ∆ι 2.339 δυμοτείχῳ ἐπιέναι καὶ αὐτοὺς τῆς πόλεως μὴ ἐξιέναι. εἰ γάρ τινες ἐξίοιεν ἐφ' ἁρπαγὴν, ὥσπερ εἰώθεσαν, οὗτος γὰρ ἦν αὐτοῖς ἀναγκαιότατος πόρος πρὸς τὸ ζῇν, προστυγχάνοντες οἱ Μυσοὶ, πάντως δὲ οὐκ ἐνῆν διαλαθεῖν πολλὴν πρόνοιαν τούτου καὶ φροντίδα ποιουμένους, ἵππους τε ἀπεστέρουν καὶ ὅπλα καὶ γυμνοὺς ἠφίεσαν ἐπανήκειν πρὸς τὴν πόλιν. εἰ δὲ προσαγγέλοιεν τοὺς ταῦτα πράττοντας οἱ ἐκ ∆ιδυμοτείχου πρὸς τῆς στρατιᾶς τοὺς ἡγουμένους, οἱ δὲ μηδὲν εἰδέναι διετείνοντο, μηδὲ τῆς σφετέρας εἶναι στρατιᾶς τοὺς τολμῶντας τὰ τοιαῦτα, ἀλλὰ Ῥωμαίους, καὶ αὐτοὺς ἐπὶ λῃστείᾳ περιιόντας· ἐκέλευόν τε τὸ στρατόπεδον περιιέναι, εἴ τι γένοιτο γνώρισμα λαβεῖν ἐκ τῶν ἀπολομένων, καὶ τὰ ἔσχατα ἠπείλουν διαθήσειν, εἴ τινα τοιοῦτον λάβοιεν. τὰ δὲ ἦσαν οὐδαμοῦ· πρότερον γὰρ ἐξέπεμπον αὐτοὶ πρὸς Μυσίαν τοὺς τοιαῦτα εἰργασμένους. τοῦτον μὲν οὖν τὸν τρόπον ἐν στενῷ κατέστησαν κομιδῇ τοὺς ἐν ∆ιδυμοτείχῳ· πάνυ γὰρ ὑπὸ ἐνδείας ἐπιέσθησαν. συνορῶσα δὲ ἤδη τὸν κίνδυνον ἡ βασιλὶς Εἰρήνη, ἀπανίστασθαι ἐκέλευε τῆς πόλεως, ὡς οὐκέτι δεομένης τῆς παρ' αὐτῶν ἐπικουρίας, ἀρκούσης ἤδη γεγενημένης· δι' ἣν οὐ βασιλεῖ μόνον τῷ αὐτῶν, ἀλλὰ καὶ αὐτοῖς χάριν ὁμολογεῖν πολλήν. οἱ δὲ οὐδενὶ τρόπῳ ἔφασαν ἀναστήσεσθαι, ἀλλὰ διηνεκῶς αὐτόθι μενεῖν ἐπικουροῦντας. οὕτω γὰρ αὐτοῖς εἶναι προστεταγμένον παρὰ βασιλέως τοῦ σφετέρου. ἡ τοιαύτη δὲ ἀπολογία πολλὴν ἐνέβαλε ταραχὴν καὶ πτοίαν τοῖς ἐν ∆ιδυμοτείχῳ. ἤδη γὰρ αὐτοῖς ἐφαίνετο ὁ 2.340 ὄλεθρος ἐλλείπων κατ' οὐδέν. ὁ δὲ τῆς πόλεως ἀρχιερεὺς ὁρῶν ἤδη κλονουμένους καὶ πρὸς τὴν ὑπερβολὴν τῆς δυσπραγίας ἐνδιδόντας, παρελθὼν εἰς μέσους, παρεθάῤῥυνε καὶ οὐκ εἴα καταπίπτειν, κατὰ γνώμην θεῷ πάντα τὰ τῇδε πράττεσθαι εἰπὼν, καὶ τὰς τοιαύτας ἐπηρείας ὑπ' ἐκείνου παραχωρεῖσθαι, ἵνα τὸ πρὸς βασιλέα φίλτρον ὑμῶν δοκιμασθῇ· ὃς ἥξει τε μετὰ μικρὸν καὶ πάντας ἀμείψεται ταῖς προσηκούσαις εὐεργεσίαις. μηδὲ γὰρ οἴεσθε ἐκεῖνον μὴ κατὰ γνώμην βασιλεύειν θεῷ. τοῦτο γὰρ αὐτὸς σαφέστατα εἰδέναι. ἀμφισβητῶν γὰρ, ἔφασκεν, ἐν ἀρχῇ περὶ ἐκείνου, εἰ μὴ κατ' εὐδοκίαν, ἀλλὰ μᾶλλον κατὰ παραχώρησιν θεοῦ εἰς τοῦτο ἦλθε σχήματος ἰδίᾳ πειθόμενος ἐπιθυμίᾳ καὶ ὁρμῇ, καὶ δεδοικὼς μὴ καὶ αὐτὸς συναπόλοιτο, τοῖς θεῷ συνὼν βουλευσαμένοις ἐναντία, εὐχαῖς προσανέχειν καὶ δεήσεσι τὸ θεῖον ἐκκαλεῖσθαι, ὥστε διδαχθῆναι περὶ αὐτοῦ, εἰ μὴ ὀργίζοιτο περὶ τῶν γινομένων. ἐκκαλυφθῆναι δὲ αὐτῷ παρὰ τοῦ πνεύματος, ὅτι κατ' εὐδοκίαν μᾶλλον εἴη τὸ βασιλεύειν Καντακουζηνόν. ᾧ καὶ πεισθέντα καὶ πᾶσαν ἀμφιβολίαν ἀποθέμενον ἐν ∆ιδυμοτείχῳ μένειν τῇ βουλήσει τοῦ θεοῦ συναιρόμενον τὰ δυνατά. οὐ γὰρ ἄν τις αὐτοῦ κατηγοροίη, ὅτι τῶν ἐν τῷ παρόντι βίῳ τινὸς δέοιτο παρὰ βασιλέως. οὔτε γὰρ πρότερον, οὔτε μέχρι νῦν τοιούτου τινὸς παρά τινος ἐδεήθη. καὶ αὐτοῖς παραινεῖν νυνὶ γενναίως ἵστασθαι πρὸς τῶν δεινῶν τὰς ἐπαγωγὰς, ὡς οὐ μέχρι πολλοῦ τινος ἐσομένας, ἀλλ' ὀλίγῳ ὕστερον λυθη 2.341 σομένας, ἵλεων αὐτοῖς ἐπιβλέψαντος θεοῦ. τοὺς γὰρ πολιορκοῦντας τούτοις Μυσοὺς, ἐν προσχήματι φιλίας καὶ τὴν παροῦσαν ἔνδειαν ἐπαγαγόντας, ἐν ἑπτὰ ταῖς ἐσομέναις μάλιστα ἡμέραις