313
ὑπόπτων τινῶν γενομένων τά τε οπλα πάντων ἀφείλετο καὶ τὰ τείχη σφῶν δι' αὐτῶν τῶν ἐπιχωρίων κατέσκαψε. γράμματα γὰρ ἑκασταχόσε διαπέμψας, καὶ ἐν τῇ αὐτῇ ἡμέρᾳ απασιν αὐτὰ ἀποδοθῆναι κελεύσας, προσέταξε τοὺς περιβόλους αὐθημερὸν καθελεῖν, θάνατον ἀπειλήσας τοῖς ἀπειθήσασιν. α ἀναγνόντες οἱ ἐν ταῖς ἀρχαῖς οντες, καὶ νομίσαντες εκαστοι μόνοις αὐτοῖς γεγράφθαι, καὶ μηδὲ καιρὸν λαβόντες βουλῆς, κατέβαλον πάντες τὰ τείχη. ̔Ο δὲ Κάτων διέβη τὸν Ιβηρα, καὶ τοῖς Κελτίβηρσι συμμαχοῦσι τοῖς πολεμίοις αὐτοῦ διὰ τὸ πλῆθος συμβαλεῖν μὴ θαρσήσας, μετεχειρίσατο θαυμασίως αὐτούς, ποτὲ μὲν μεταπείθων πρὸς αὐτὸν μεταστῆναι δόσει μείζονος μισθοῦ, ποτὲ δὲ παραινῶν σφίσιν ἐπανελθεῖν οικαδε, εστι δ' οτε καὶ μάχην αὐτοῖς ἐς ἡμέραν ἐπαγγέλλων ῥητήν. ἐκ γὰρ τούτου ἐστασίασαν πρὸς ἀλλήλους, καὶ φοβηθέντες οὐκέτι αὐτῷ πολεμῆσαι ἐτόλμησαν. Τότε δὲ καὶ Φλαμίνιος ἐπὶ τὸ Αργος ἐστράτευσε. 2.301 τὸν γὰρ Νάβιν ουτε σφίσιν πιστὸν καὶ τοῖς Ελλησι φοβερὸν ὁρῶντες οἱ ̔Ρωμαῖοι πολέμιον ἐποιήσαντο. προσγενομένων δὲ καὶ συμμάχων ἐκ τοῦ Φιλίππου αὐτῷ, ἐπὶ τὴν Σπάρτην ηλασεν ὁ Φλαμίνιος, καὶ ἀπόνως τὰ Ταΰγετά τε ὑπερέβη καὶ πρὸς τὴν πόλιν προσῆλθε μηδενὸς ἐναντιουμένου. ὁ γὰρ Νάβις, τούς τε ̔Ρωμαίους δείσας καὶ τοὺς ἐπιχωρίους ὑποπτεύσας, οὐκ ἐκινήθη ωστε προαπαντῆσαι τῷ Φλαμινίῳ· πλησιάσαντι δὲ ἐπεξέδραμε, καταφρονήσας διά τε τὸν κάματον τὸν ἐκ τῆς πορείας καὶ οτι περὶ τὴν στρατοπέδευσιν ἀπησχόλητο, καί τινας συνετάραξε. τῇ δ' ὑστεραίᾳ ἐπεξῆλθε τοῖς προσβάλλουσι, καὶ πολλοὺς ἀποβαλὼν οὐκέτι ἐπεξῆλθε. καταλιπὼν ουν μέρος τοῦ στρατοῦ ἐκεῖ ὁ Φλαμίνιος, οπως μηδαμοῦ κινηθείη, τοῖς λοιποῖς ἐπὶ τὴν χώραν ἐτράπετο· κἀκεῖνός τε καὶ ὁ ἀδελφὸς αὐτοῦ καὶ οἱ ̔Ρόδιοι καὶ ὁ τοῦ ̓Αττάλου παῖς Εὐμένης ἐπόρθουν αὐτήν. ἀπογνοὺς ουν διὰ ταῦτα ὁ Νάβις κήρυκα τῷ Φλαμινίῳ ὑπὲρ εἰρήνης ἀπέστειλε. καὶ ος τοὺς μὲν λόγους αὐτοῦ προσήκατο, οὐκ αὐτίκα δὲ κατελύσατο. τὰς γὰρ ὁμολογίας, ας ἀπῃτεῖτο ὁ Νάβις ποιήσασθαι, ουτ' ἀπαγορεῦσαι ἐθάρρει ουτε ποιῆσαι συγκατετίθετο. τὸ δὲ πλῆθος ἐκώλυσαν αὐτὸν συμβῆναι. καὶ τότε μὲν οὐκ ἐσπείσατο, προσβαλόντων δὲ τῶν ̔Ρωμαίων αυθις καὶ τὴν Σπάρτην ὀλίγου πᾶσαν, καὶ γὰρ ἀτείχιστος ην ἐν μέρει, ἑλόντων οὐκέτ' ἐπέσχεν, ἀλλὰ πρός τε τὸν Φλαμίνιον σπονδὰς ἐποιήσατο καὶ πρὸς τὴν ̔Ρώμην πρεσβευσάμενος συνηλλάγη. ̔Ο δὲ Φλαμίνιος τότε μὲν πάντας τοὺς Ελληνας ἐλευθέρους ἀφῆκεν, υστερον δὲ συγκαλέσας αὐτοὺς καὶ ὑπομνήσας ων εὐηργέτηντο, παρῄνεσεν ευνοιαν 2.302 τῇ ̔Ρώμῃ τηρεῖν, καὶ τὰς φρουρὰς ἁπάσας ἐξήγαγε, καὶ ἀπῆρε μετὰ παντὸς τοῦ στρατοῦ. ̓Αφικομένου δ' ἐς ̔Ρώμην τοῦ Φλαμινίου ὁ Νάβις ἐνεωτέρισε. κἀκ τούτου καὶ τὸ Ἑλληνικὸν απαν ὡς εἰπεῖν ἐταράχθη, τῶν Αἰτωλῶν σφᾶς ἐναγόντων· παρεσκευάζοντό τε ὡς πολεμήσοντες, καὶ πρὸς τὸν Φίλιππον καὶ τὸν ̓Αντίοχον ἐπρεσβεύοντο. καὶ επεισαν αὐτὸν ἐκπολεμωθῆναι ̔Ρωμαίοις, ὡς καὶ τῆς ̔Ελλάδος τῆς ̓Ιταλίας τε βασιλεύσοντα. τοῖς δὲ ̔Ρωμαίοις τῶν πραγμάτων τεταραγμένων οὐχὶ περιγενέσθαι τοῦ ̓Αντιόχου ἐλπὶς ην, ἀλλ' ἠγάπων ει γε τὰ ἑαυτῶν διασώσαιντο. ὁ γὰρ ̓Αντίοχος μέγας μὲν καὶ ἐπὶ τῇ οἰκείᾳ δυνάμει ἐδόκει δι' αλλα τε καὶ οτι τὴν Μηδίαν κατεστρέψατο, πολλῷ δ' ετι μείζων ἐγένετο οτι τὸν Πτολεμαῖον τὸν τῆς Αἰγύπτου βασιλέα καὶ τὸν ̓Αριαράθην τὸν τῆς Καππαδοκίας κηδεστὴν προσετέθειτο. Τοιοῦτον τὸν ̓Αντίοχον νομιζόμενον οἱ ̔Ρωμαῖοι, μέχρι μὲν τῷ Φιλίππῳ ἐπολέμουν, ἐθεράπευον, φιλίως τε διὰ πρέσβεων ὁμιλοῦντες καὶ δῶρα πέμποντες· ἐπεὶ δ' ἐκεῖνον ἐνίκησαν, καὶ τούτου, ον πρόσθεν ἐδεδίεσαν, κατεφρόνουν. ὁ δὲ ἐς τὴν Θρᾴκην ἐπεραιώθη καὶ αλλα τε παρεστήσατο καὶ τὴν Λυσιμαχίαν ἀνεστηκυῖαν συνῴκισεν, ὡς ὁρμητηρίῳ ταύτῃ χρησόμενος· καὶ γὰρ αὐτὸν καὶ ὁ Φίλιππος καὶ ὁ Νάβις ἐπηγάγοντο. ο τε ̓Αννίβας αὐτῷ συγγενόμενος ἐλπίσαι πεποίηκεν ἐς τὴν Καρχηδόνα κἀκεῖθεν εἰς τὴν ̓Ιταλίαν πλεῦσαι, καὶ τὰ τοῦ ̓Ιονίου κόλπου εθνη προσκαταστρέψασθαι, καὶ μετ' αὐτῶν ἐπὶ τὴν ̔Ρώμην ὁρμῆσαι.