313
διαβήματα. ʹ. "Ἔκρυψαν ὑπερήφανοι παγίδα μοι, καὶ σχοι νίοις διέτειναν παγίδα τοῖς ποσί μου, ἐχόμενα τρίβου σκάνδαλα ἔθεντό μοι." Ὑπερήφανον αὐτὸν καλεῖ τὸν Σαούλ. "Παγίδα δὲ, καὶ σχοινία, καὶ σκάνδαλα, τὰς διαφόρους ἐπιβουλὰς, τοὺς λόχους, τὰς ἐνέδρας. Εἴρηκε δὲ ταῦτα τροπικῶς, ἐκ μετα φορᾶς τῶν θηρευόντων καὶ ἁρπεδόνας, καὶ ποδά γρας, καὶ δίκτυα διατεινόντων. ζʹ. "Εἶπα τῷ Κυρίῳ· Θεός μου εἶ σύ." Ἐγὼ δὲ, τῶν ἀνθρωπίνων ἁπάντων καταφρονήσας ἐμαυτόν σοι ἀνέθηκα, καὶ σὲ οἶδα Κύριον καὶ Θεὸν, καὶ τὴν παρὰ σοῦ προσμένω βοήθειαν. "Ἐνώτισαι, Κύριε, τὴν φωνὴν τῆς δεήσεώς μου. [ηʹ.] Κύριε, Κύριε, δύναμις τῆς σωτηρίας μου." Πιστεύοντος καὶ ποθοῦντος ὁ διπλασιασμός. Ἐν σοὶ, φησὶν, ἔχω τὴν τῆς σωτηρίας ἐλπίδα· σὺ γὰρ μόνος παρέχειν τὴν σωτηρίαν ἰσχύεις. "Ἐπεσκίασας ἐπὶ τὴν κεφαλήν μου ἐν ἡμέρᾳ πολέμου." Καὶ τοῦτο τῇ πείρᾳ μεμάθηκα. Καὶ γὰρ ἡνίκα τὴν πρὸς τὸν Γολιὰθ ἀνεδεξάμην μονομαχίαν, καὶ ὅτε τοῖς Ἀλλοφύλοις παρεταξάμην, καθάπερ ἀσπίδι με τῇ σῇ ῥοπῇ περιέφραξας. 80.1945 θʹ. "Μὴ παραδῷς με, Κύριε, ἀπὸ τῆς ἐπιθυμίας μου ἁμαρτωλῷ." Ὁ δὲ Σύμμαχος οὕτως· Μὴ δῷς, Κύριε, τὰς ἐπιθυμίας τοῦ παρανόμου. Ὁμοίως δὲ καὶ ὁ Θεοδοτίων, καὶ ὁ Ἀκύλας. Τῆς ἐμῆς, φησὶν, ἐφιεμένῳ σφαγῆς μὴ δῷς τὴν τῆς ἐπιθυμίας ἀπόλαυσιν. Καὶ κατὰ τοὺς Ἑβδομήκοντα οὕτω νοητέον, Μὴ δι' ἐμοῦ ἀπολαύσαι ὧν γλίχεται. Ἐγὼ μὲν γὰρ ἐπιθυμῶ σωθῆναι· ἐκεῖνος δὲ ἐπιθυμεῖ ἀνελεῖν με. Μὴ τοίνυν τὴν ἐμὴν ἐπιθυμίαν ἐκείνῳ παράσχῃς. "∆ιελογίσαντο κατ' ἐμοῦ· μὴ ἐγκαταλίπῃς με, μήποτε ὑψωθῶσιν." Πάντα λογισμὸν κινοῦσι κατὰ τῆς ἐμῆς σφαγῆς· μὴ τοίνυν με τῆς σῆς γυμνώσῃς προνοίας, ἵνα μὴ πρόφασιν αὐτοῖς ἀλαζονείας παράσχῃς. ιʹ. Ἡ κεφαλὴ τοῦ κυκλώματος αὐτῶν, κόπος τῶν χειλέων αὐτῶν καλύψει αὐτούς." Ἐντεῦθεν προλέγει τὰ ἐσόμενα αὐτοῖς κακά. Τοῦτο δὲ σαφέ στερον ὁ Σύμμαχος ἡρμήνευσεν· Ὁ πικρασμὸς τῶν κυκλούντων με, ὁ μόχθος τῶν χειλέων αὐτῶν πωμασάτω αὐτούς. Ταῖς οἰκείαις, φησὶν, ἐπιβουλαῖς περιπέσοιεν, καὶ ἃ κατ' ἐμοῦ τεκταίνουσιν ὑπομεί ναιεν, καὶ ἡ κατ' ἐμοῦ τυρευομένη πικρία τοὺς ταύτῃ χρωμένους παντελῶς συγκαλύψαι. Τοῦτο ἔοικε τῷ ἐν τῷ ἑβδόμῳ εἰρημένῳ ψαλμῷ· "Λάκκον ὤρυξε καὶ ἔσκαψεν αὐτὸν, καὶ ἐμπεσεῖται εἰς βόθρον, ὃν εἰργάσατο." ιαʹ. "Πεσοῦνται ἐπὶ αὐτοὺς ἄνθρακες, καὶ ἐν πυρὶ καταβαλεῖς αὐτούς." Οἷον γάρ τινι πυρὶ τῇ ὀργῇ καταναλώσεις αὐτούς. "Ἐν ταλαιπωρίαις, καὶ οὐ μὴ ὑποστῶσιν." Περιπεσοῦνται συμφοραῖς, καὶ οὐ περιέσονται τούτων. Ταῦτα δὲ συνέβη τῷ Σαοὺλ ἐν τῷ κατὰ τοὺς Ἀλλοφύλους πολέμῳ. Ἐκεῖ γὰρ σφαγεὶς ἐδέξατο τοῦ βίου τὸ πέρας. ιβʹ. "Ἀνὴρ γλωσσώδης οὐ κατευθυνθήσεται ἐπὶ τῆς γῆς." Τοὺς διαβάλλοντας αὐτὸν συνεχῶς παρὰ τῷ Σαοὺλ διὰ τούτων αἰνίττεται, τὸν ∆ωὴκ, τοὺς Ζιφαίους, τοὺς ἄλλους, οἳ πολλαῖς συκοφαντίαις ἐκέχρηντο. Καὶ διδάσκει ὡς διαμαρτάνουσι τοῦ σκοποῦ οἱ πλούτου χάριν καὶ δυναστείας τῇ ψευδο λογίᾳ χρώμενοι, καὶ οὐ τυγχάνουσιν ὧν ἐφίενται. "Ἄνδρα ἄδικον κακὰ θηρεύσει εἰς διαφθοράν." Ταῦτα γὰρ καὶ ὁ Σαοὺλ ὑπέμεινεν· ἥλω γὰρ ἐν τῷ πολέμῳ, καὶ ἐδέξατο τὴν θανατηφόρον πληγήν. ιγʹ. "Ἔγνων ὅτι ποιήσει Κύριος τὴν κρίσιν τῶν πτωχῶν, καὶ τὴν δίκην τῶν πενήτων." Μεμά θηκα, φησὶ, τῆς θείας ψήφου τὸ δίκαιον, καὶ οἶδα ὅτι τοὺς πάσης ἀνθρωπείας βοηθείας ἐρήμους οὐκ ἐάσει προχείρους τοῖς πολεμοῦσιν εἰς βλάβην, ἀλλὰ πράξεται δίκας τοὺς ἀδίκους ἀξίας. ιδʹ. "Πλὴν δίκαιοι ἐξομολογήσονται τῷ ὀνόματί 80.1948 σου, καὶ κατοικήσουσιν εὐθεῖς σὺν τῷ προσώπῳ σου." Τούτου δὴ χάριν ὁ τῶν δικαίων ἀνυμνεῖ σε χορὸς, ταύτης παρὰ σοῦ τῆς κηδεμονίας τυγχάνων. Καὶ τὴν σὴν ἀγαπῶσι προεδρείαν, ἀεί σε φανταζό μενοι, καὶ τὸ σὸν ὁρᾷν ὑπολαμβάνοντες πρόσωπον. Τοιοῦτόν ἐστι τὸ ἐν τῷ πέμπτῳ καὶ δεκάτῳ εἰρη μένον ψαλμῷ, "Προωρώμην τὸν Κύριον ἐνώπιόν μου διαπαντὸς, ὅτι ἐκ δεξιῶν μού ἐστιν, ἵνα μὴ σαλευθῶ." ΕΡΜΗΝ. ΤΟΥ ΡΜʹ ΨΑΛΜΟΥ. αʹ. "Ψαλμὸς τῷ ∆αβίδ." Καὶ οὗτος ὁ ψαλμὸς τὴν αὐτὴν ἔχει τῷ προτεταγμένῳ διάνοιαν· διωκό μενος γὰρ ὑπὸ τοῦ Σαοὺλ ἀντιβολεῖ τὸν Θεόν. "Κύριε, ἐκέκραξα πρὸς σὲ, εἰσάκουσόν μου."