πολέμοιο δυσηχέος ἐμέμνηντο· οὐ γὰρ ἔην ὅς τίς σφιν ἐπὶ στίχας ἡγήσαιτο·κεῖτο γὰρ ἐν νήεσσι ποδάρκης δῖος Ἀχιλλεὺς κούρης χωόμενος Βρισηΐδος,τὴν ἐκ Λυρνησσοῦ ἐξείλετο πολλὰ μογήσας, Λυρνησσὸν διαπορθήσας καὶ τείχεα Θήβης»· κατέβαλε δὲ Μύνητα καὶ Ἐπίστροφον ἐγχεσιμώρους· «τῆς ὅ γ' ἔκειτ' ἀχέων, τάχα δ' ἀνστήσεσθαι ἔμελλε». Παρασημείωσις δὲ αὕτη τοῦποιητοῦ εἰπόντος τρόπον τινά, ὅτι τοὺς μὲν ἄλλους κατέλεξα ὡς πολεμήσονταςνῦν αὐτίκα ὑπὸ ἡγεμόσι προάρχουσι τῆς μάχης, τοὺς δὲ Θεσσαλιώτας οὐχ'οὕτως. οὐ γὰρ ἐμέμνηντο πολέμου, ὡς κειμένου αὐτοῖς τοῦ ἄρχοντος. (ῃ. 686) ∆υσηχέα δὲ λέγει τὸν πόλεμον, ὡς καὶ δυσηλεγέα τὸν θάνατον. οὔτε γὰρ ὁ τῆςμάχης ἦχος ἡδὺς οὔτε τὸ θανατικῶς λέγεσθαι, ἤτοι κοιμᾶσθαι, γλυκύ. (ῃ. 687) Τὸ δέ «ἡγήσαιτο αὐτοῖς» διφορεῖται καὶ αὐτὸ καθὰ καὶ τὸ ἄρχειν. ἄμφω γὰρ 1.501 καὶ δοτικῇ καὶ γενικῇ συντάσσονται. Στίχες δὲ αἱ στρατιωτικαὶ τάξεις, ὡς καὶἐν τοῖς ἑξῆς φανήσεται. τούτων δὲ εὐθεῖα ἑνικὴ στίξ, γινομένη μὲν ἀπὸ τοῦ στείχω,στείξω, καὶ ὀφείλουσα τὴν ἐκεῖθεν δίφθογγον ἔχειν, προαγομένη δὲ ἄλλως διὰδιχρόνου, ἐπεὶ μηδὲν ὄνομα εἰς δίφθογγον λήγει μετὰ διπλοῦ ἀπαθῶς· διὸ καὶἡ τῆς γυναικὸς εὐθεῖα σεσίγηται. ἡ δέ γε προίξ καὶ ἡ αἴξ ἀπὸ συναιρέσεωςἔχουσι τὰς διφθόγγους. (ῃ. 688) Τὸ δέ «ἔκειτο ἐν ναυσί» τὴν παντελῆ τοῦἥρωος ἀργίαν δηλοῖ, τρὶς ἐν τῇ Βοιωτίᾳ περὶ τοῦ Ἀχιλλέως λεχθέν. οὕτω δὲκαὶ μετ' ὀλίγα ὁ Φιλοκτήτης ἐν Λήμνῳ κεῖσθαι λέγεται, κακῶς μέντοι ἔχωνἐκεῖνος ὑπὸ πληγῆς ὄφεως. ἄμφω δὲ καθ' ὁμοιότητα εἴρηται τοῦ «κεῖται Πάτροκλος». εἰ δὲ κεῖται νῦν Ἀχιλλεύς, ὡς μὴ ἔχων τὸ σύνηθες πρακτικὸν καὶ πολιτικόν-ἔνθα γὰρ μή εἰσι ταῦτα, ἐκεῖ τὸ κεῖσθαι χώραν ἔχει λέγεσθαι-ἐγερθήσεται ἄρα, ὅτε τὴν μῆνιν ἀπόθηται. διὸ καὶ ἐπήγαγε· «τάχα δ' ἀνστήσεσθαιἔμελλεν». ἔνθα καὶ παραμυθεῖται ὁ ποιητὴς τὸν φιλέλληνα ἀκροατὴν διὰ τοῦτάχα. ταχὺ γάρ, φησίν, ἀναστήσεται καὶ ἀντικαταστήσεται τοῖς Τρωσίν.[̓Ιστέον δέ, ὡς εἴ τις ἐνθυμοῖτο τὸ «οὐδέ μιν ἀνστήσεις», τεθνεῶτα δηλαδή, εἴποιἂν κἀνταῦθα ὡς ἐπὶ νεκροῦ τινος ἀστεϊσθῆναι τὸ «ἔκειτο μέν, τάχα δὲ ἀναστήσεσθαι ἔμελλε».] Τὸ δέ «ποδάρκης» ἔχει τι γλυκύτητος ἐνταῦθα. λέγει γὰρ ὅτιὁ ποδωκέστατος ἔκειτο συμποδιζούσης αὐτὸν τῆς μήνιδος, ἣν ἔπασχεν ἐπὶ τῇ Βρισηΐδῃ, ἣν κόρην καὶ ἐνταῦθά φησιν οὔτε ὡς θυγατέρα τινὸς οὔτε ὡς παρθένον,ἀλλ' ἁπλῶς ὡς νεάνιδα. [(ῃ. 689) Τὸ δέ «κούρης χωόμενος» λείπεται τοῦἕνεκεν ἢ τῆς ὑπέρ προθέσεως ὁμοίως τῷ «χωόμενον κατὰ θυμὸν ἐϋζώνοιογυναικός», ἵνα ᾖ χωόμενος ὑπὲρ τῆς δεῖνος.] (ῃ. 691) Τὸ δέ «Λυρνησσὸνδιαπορθήσας» ἐφερμηνευτικόν ἐστι τοῦ ἐξείλετο ἐκ Λυρνησσοῦ, ἵνα μὴ νοηθῇτυχόν, ὡς ἐκ Λυρνησσοῦ τὴν Βρισηΐδα ἐξελέξατο, [λόγῳ ἐμπορίας] ἢ συμβάσεως,ἀλλὰ ὅτι πολέμου νόμῳ ταύτην ἔσχεν. ἔοικε δὲ καὶ ἐπαναλήψει τὸ τοιοῦτον·ἐπανελήφθη γὰρ ἡ Λυρνησσός, ἵνα συμπαρατεθῇ ταύτῃ καὶ ἡ τῆς, ὡς προεγράφη, Ἀτραμυτηνῆς Θήβης ἅλωσις, περὶ ὧν, εἰ καὶ προερρέθη, ἀλλὰ κἀκεῖνοεἰδέναι οὐ περιττόν, ὅτι οὐ μόνον Ἀτραμυτηνὴ Θήβη, ἀλλὰ καὶ ἐν Παμφυλίᾳ.οὕτω δὲ καὶ Λυρνησσός. Φησὶ γοῦν ὁ Γεωγράφος, ὅτι πόλις Ἀττάλεια,ἐπώνυμος τοῦ κτίσαντος Φιλαδέλφου. δείκνυται δὲ μέσον Φασήλιδος καὶἈτταλείας Θήβη καὶ Λυρνησσὸς Τρωϊκῶν ἀνδρῶν ἐκεῖ ἐκπεσόντων. ἐθνικὸν 1.502 τῆς Ὁμηρικῆς Λυρνησσοῦ φασιν εὑρῆσθαι παρ' Αἰσχύλῳ «Λυρναῖος», καὶτάχα κατὰ συγκοπήν. μία δέ, φασί, καὶ αὕτη τῶν ἕνδεκα πόλεων, ἃς πεζὸς εἷλενὁ Ἀχιλλεύς, αἳ ἦσαν Λυρνησσός, Πήδασος, Θήβη, Ζέλεια, Ἀδράστεια, Πιτύα,Περκώτη, Ἀρίσβη, Ἄβυδος καὶ. Περὶ δὲ Θηβῶν ὁ Γεωγράφοςκαὶ Λυρνησσοῦ φησι καί, ὅτι τοῦ Θήβης πεδίου ἔχουσι νῦν Ἀδραμυτηνοὶ τὸπλεῖον. ἐνταῦθα γὰρ ἡ Θήβη καὶ ἡ Λυρνησσός, ἐρυμνὸν χωρίον. ἔρημοι δ'ἀμφότεραι διέχουσαι Ἀδραμυτίου σταδίους, ἡ μὲν ἑξήκοντα, ἡ δὲ