314
συμπατοῦντας ὄψεσθε ἀλλήλους καὶ φυγῇ τὴν σωτηρίαν ποριζομένους καὶ τῶν περισχόντων ἀπαλλάξεσθε δεινῶν. ὁ μὲν οὖν μητροπολίτης τοιαῦτα εἶπε· πᾶσι δὲ εὐθὺς ἐπῆλθε βελτίω προσδοκᾷν καὶ τῆς ἀθυμίας ἀπηλλάττοντο· ᾔδεσαν γὰρ αὐτὸν τὰ μέλλοντα εἰδέναι μᾶλλον, ἢ τὰ παρεληλυθότα ἕτερον· καὶ ὡς προφητεύοντι προσεῖχον φανερῶς. διηπόρουν δὲ ὅ, τι ἂν εἴη τὸ Μυσοῖς αἴτιον ἐσόμενον φυγῆς. ὁ δ' αὐτὸς ἀρχιερεὺς καὶ Ἀποκαύκῳ τῷ μεγάλῳ δουκὶ ἔγραψε τοιαῦτα, ὡς ἀποροίη, ὅτου ἕνεκα πεῖραν αὐτοῦ πολλάκις ἐν πολλοῖς πρότερον ἐσχηκὼς, καὶ τῶν εἰρημένων τὴν ἔκβασιν οὐκ εἰς μακρὰν, οὐδ' εἰς ἕτερόν τινα, ἀλλ' εἰς ἑαυτὸν ἰδὼν σαφέστατα γεγενημένην, νῦν ἀπιστοίη παντάπασι καὶ λόγους οἴοιτο εἰκῇ λεγομένους τὰ εἰρημένα ὑπ' αὐτοῦ. αὐτὸς δὲ καίτοι μὴ βουλομένῳ πείθεσθαι, οὐδὲν ἧττον συμβουλεύσειν, ἃ αὐτῷ τε καὶ Ῥωμαίοις ἅπασι λυσιτελήσειν οἴεται. ἐκκαλυφθῆναι γὰρ αὐτῷ παρὰ θεοῦ, ὡς οὐκ ἐκείνῳ μᾶλλον, ἀλλὰ Καντακουζηνῷ, τῷ πρὶν μὲν μεγάλῳ δομεστίκῳ, νυνὶ δὲ βασιλεῖ γεγενημένῳ, τὸ τοῖς βασιλέως παισὶν ἐπιτροπεύειν καὶ συμβασιλεύειν προσήκει. διὸ καὶ δεδόσθαι παρὰ θεοῦ· ἐκείνῳ δὲ ὑπ' ἐκεῖνον εἶναι καὶ περὶ ναῦς ἀσχολεῖσθαι καὶ θαλασσοκρατεῖν. συνεβούλευέ τε ἔχεσθαι τῶν 2.342 δεδομένων καὶ μὴ ὑπὲρ τὰ ἐσκαμμένα πηδᾷν, καὶ ἐδεῖτο πείθεσθαι· μηδὲ γὰρ ἂν εἰς τέλος ἥξειν ἀγαθὸν αὐτῷ τὸ τοῖς βεβουλευμένοις ἀνθίστασθαι θεῷ. καὶ αὐτὸς γὰρ ἐν ἀρχῇ μάλιστα ἔφασκε τῆς ἀναῤῥήσεως Καντακουζηνοῦ τοῦ βασιλέως περὶ τῶν πραττομένων δυσχεραίνων καὶ ἀναλογιζόμενος, εἰ μὴ κατὰ γνώμην εἴη θεῷ τὰ εἰργασμένα, καὶ διὰ τοῦτο δεήσεσι προσκείμενος καὶ ἱκεσίαις, ἐκδιδαχθῆναι παρὰ θεοῦ αὐταῖς λέξεσιν· ὡς θέλω, εὐδοκῶ, ὁρίζω βασιλεύειν Ἰωάννην τὸν Καντακουζηνὸν, καὶ γενέσθω. ἃ τοίνυν ὁ θεὸς εὐδόκησεν, οὐδένα δίκαιον ἀνθρώπων πειρᾶσθαι καταλύειν, ὅτι μηδὲ δυνατόν. ἠξίου τε μὴ κόμπον τὰ τοιαῦτα οἴεσθαι καὶ ἄλλως ἐπίδειξιν ἀρετῆς· μηδὲ γὰρ ἂν εἰς τοσοῦτον ἀπονοίας βάραθρον ἐληλακέναι, ὡς τοιαῦτα καταψεύδεσθαι θεοῦ. ἀλλὰ τῆς τε ὠφελείας τῶν πολλῶν, ἀδίκως οὕτω καὶ παρὰ πάντα τοῦ δικαίου νόμον ἀπολλυμένων ὑπὸ τοῦ πολέμου, καὶ τοῦ αὐτὸν ἐξελέσθαι ὑφ' ἧς κατέχεται ἀπάτης, οἰόμενον Καντακουζηνοῦ τοῦ βασιλέως περιγενήσεσθαι, εἰρῆσθαι τὰ τοιαῦτα· οἷς εἰ πεισθείη, εἴσεται τὴν ὠφέλειαν οὐκ ἐν μακρῷ, εἰ δ' οὐ πεισθείη, πάντως εἴσεται ὡς ἀληθείας φίλος αὐτὸς καὶ παρ' ἐκείνης τὰ τοιαῦτα δεδιδαγμένος. τοιαῦτα μὲν ὁ ∆ιδυμοτείχου ἔγραφε πρὸς μέγαν δοῦκα διαῤῥήδην περὶ Καντακουζηνοῦ τοῦ βασιλέως προλέγων, ὡς τῶν ἀδικούντων περιέσται. ἐκεῖνος δὲ ἐπεὶ τὰ γράμματα 2.343 ἀνέγνω, οὐδὲν πλέον ἀπεκρίνατο. οὐ περὶ βασιλέως δὲ μόνον ἐκεῖνος πολλὰ τοιαῦτα προηγόρευεν, ἀλλὰ καὶ περὶ ἰδιωτῶν τινων οὐκ ὀλίγα. Βρυεννίου γὰρ τοῦ Μιχαὴλ, Παμφίλου ἄρχοντος, ἐπιβουλευθέντος τε ὑπὸ τοῦ δήμου καὶ δεσμώτου εἰς Βυζάντιον ἀπαχθέντος, δεσμωτήριόν τε ὑπὸ τῶν ἀρχόντων οἰκεῖν κατεψηφισμένου, ἐπεὶ χρόνῳ ὕστερον μικρᾶς τινος ἕνεκα αἰτίας ὁ τῆς φρουρᾶς ἄρχων ὑπὸ μανίας ἀλόγου καὶ θυμοῦ εἰς τοσοῦτον ᾐκίσατο σφοδρῶς, ὡς νομισθῆναι καὶ ἀποθανεῖν, πρὸς τοὺς οἰκείους ἐν ∆ιδυμοτείχῳ τῆς φήμης διαδραμούσης, κἀκείνων τοῦ ἀρχιερέως δεομένων ἀπαγγέλλειν τῇ γυναικὶ τοῦ ἀνδρὸς τὴν τελευτὴν, ἵν' ὑπὸ τῆς πρὸς ἐκεῖνον αἰδοῦς κατεχομένη, μὴ τὴν ψυχὴν ἀποῤῥήξῃ πρὸς τὴν ἀγγελίαν, ἐκεῖνος οὐ τετελευτηκέναι ἔφασκε Βρυέννιον, ἀλλὰ ζῇν· τετύφθαι μέντοι εἰς τοσοῦτον ἀπανθρωπίας, ὡς καὶ ἁλῶν δεηθῆναι, τὰς σηπεδόνας καὶ φλεγμονὰς τὰς ἐκ τῶν μαστίγων καταστελούντων. μὴ μέντοι γε ἀποθανεῖν, ἀλλὰ ζῇν καὶ τὴν ἀπανθρωπίαν τῶν αἰκισαμένων ἄλλων τέ τινων ἀποῤῥητοτέρων ἕνεκα αὐτῷ ἐπενεχθῆναι, καὶ τῆς εἰς παῖδας καὶ γυναῖκα ἐπανόδου αἰτία μάλιστα ἐκείνη ἔσται. τοῦ δεσμωτηρίου γὰρ ἀπολυθεὶς ἐπὶ τῷ ἰᾶσθαι τὰς πληγὰς, διαδρὰς ἀφίξεται ἐνθάδε. χρόνῳ δὲ ὕστερον καὶ βασιλέως παρόντος, πεσεῖται μαχόμενος ὑπὲρ αὐτοῦ. ἃ πάντα ὕστερον κατὰ τὴν ἐκείνου πρόῤῥησιν ἀπέβαινεν. ἀφεθεὶς γὰρ τοῦ δεσμωτηρίου ὁ