314
εφθη γοῦν ὁ ̓Αντίοχος καὶ δὶς ἐς τὴν Εὐρώπην διαβὰς εις τε τὴν ̔Ελλάδα ἀφικόμενος. πυθόμενος δὲ τὸν Πτολεμαῖον τεθνηκέναι, 2.303 καὶ περὶ παντὸς τῆς Αἰγύπτου κρατῆσαι ποιούμενος, τὸν μὲν υἱὸν Σέλευκον ἐν τῇ Λυσιμαχίᾳ σὺν δυνάμει κατέλιπεν, αὐτὸς δὲ ἀναζεύξας, καὶ ζῶντα τὸν Πτολεμαῖον μαθών, τῆς μὲν Αἰγύπτου ἀπέσχετο, ἐπιχειρήσας δ' ἐς Κύπρον πλεῦσαι επταισεν ὑπὸ χειμῶνος, καὶ οικαδε ἀνεχώρησε. καὶ πρέσβεις οἱ ̔Ρωμαῖοι κἀκεῖνος ἀντεπέστελλον ἀλλήλοις ἀντεγκαλοῦντες, οπως πρόφασίν τε τοῦ πολέμου λάβωσι καὶ οπως τὰ παρ' ἀλλήλοις προκατασκέψωνται. ̓Αννίβας δὲ τὴν μεγίστην τῶν παρὰ Καρχηδονίοις ἀρχῶν εἰληφώς, καὶ προσκρούσας ἀπ' αὐτῆς τοῖς δυνατωτάτοις, ἐμισήθη τε ὑπ' αὐτῶν καὶ πρὸς τοὺς ̔Ρωμαίους διεβλήθη ὡς τά τε τῶν Καρχηδονίων νεωτερίζων καὶ τῷ ̓Αντιόχῳ κοινολογούμενος. καὶ μαθών τινας ἐκ τῆς ̔Ρώμης παρόντας, καὶ δείσας μὴ συλληφθῇ, ἀπέδρα νυκτὸς ἐκ τῆς Καρχηδόνος. καὶ πρὸς τὸν ̓Αντίοχον ἐλθὼν ἑαυτῷ τε τὴν εἰς τὴν πατρίδα κάθοδον καὶ τὸν πρὸς τοὺς ̔Ρωμαίους πόλεμον επραττεν, ὑπισχνούμενος ἐκείνῳ περιποιήσειν τό τε τῆς ̔Ελλάδος κράτος καὶ τὸ τῆς ̓Ιταλίας· μέχρις ου σφίσιν ὁ Σκιπίων ὁ ̓Αφρικανὸς συνεγένετο. ουτος γὰρ δικαστὴς ἐς τὴν Λιβύην πεμφθεὶς τῷ τε Μασινίσσᾳ καὶ τοῖς Καρχηδονίοις περὶ ορων γῆς διαφερομένοις, μετέωρον τὴν εχθραν αὐτῶν κατέλιπεν, ιν' ἀλλήλοις τε διαφέροιντο καὶ μηδεὶς αὐτῶν διὰ τὴν κρίσιν κατὰ ̔Ρωμαίων ὀργίζοιτο. ἐντεῦθεν δ' εἰς τὴν ̓Ασίαν διέβη, λόγῳ μὲν ὡς πρεσβεύσων πρὸς τὸν ̓Αντίοχον, εργῳ δὲ ινα κἀκεῖνον καὶ τὸν ̓Αννίβαν ἐπιφανεὶς καταπλήξῃ καὶ πράξῃ τὰ τοῖς ̔Ρωμαίοις συμφέροντα. ἀφικομένου δ' αὐτοῦ οὐχ ὁμοίως ετι προσεῖχεν ὁ ̓Αντίοχος τῷ ̓Αννίβᾳ· ὑπώπτευσε γὰρ αὐτὸν δι' ἀπορρήτων ὁμιλήσαντα τῷ Σκιπίωνι, καὶ 2.304 αλλως δὲ αὐτὸν ἐβαρύνετο, οτι απαν βούλευμα τῷ ̓Αννίβᾳ πᾶς ἐπεγράφετο καὶ τὴν τοῦ πολέμου κατόρθωσιν ἐν τούτῳ πάντες ἐπήλπιζον. διὰ γοῦν ταῦτα καὶ ἐφθόνησε τῷ ̓Αννίβᾳ καὶ ἐφοβήθη αὐτὸν ινα μή τι δυνηθεὶς μεταβάληται· καὶ ουτε στράτευμα παρέσχεν αὐτῷ ουτ' ἐς τὴν Καρχηδόνα επεμψεν· οὐδ' ἐν ταῖς συνουσίαις αὐτῷ κατακόρως ἐκέχρητο, ἀλλὰ καὶ ἐπετήδευε μηδὲν τῶν πραττομένων αὐτοῦ δοκεῖν ειναι. ̔Η δὲ περὶ τοῦ ̓Αντιόχου φήμη πολλὴ τὴν ̔Ρώμην κατέσχε καὶ ἐς φροντίδα τοὺς ̔Ρωμαίους οὐκ ἐλαχίστην κατέστησε. συχνῶν δὲ περὶ τοῦ ̓Αντιόχου θρυλουμένων, καὶ τῶν μὲν οτι τὴν ̔Ελλάδα πᾶσαν ηδη κατέχει, τῶν δ' οτι ἐπὶ τὴν ̓Ιταλίαν ἐπείγεται λογοποιούντων, οἱ ̔Ρωμαῖοι πρέσβεις εἰς τὴν ̔Ελλάδα αλλους τε καὶ Φλαμίνιον οἰκείως αὐτοῖς εχοντα εστειλαν, οπως τόν τε Φίλιππον καὶ ἐκείνους ἐπίσχῃ μηδὲν νεοχμῶσαι, καὶ στρατηγοὺς Μάρκον μὲν Βαίβιον εἰς ̓Απολλωνίαν, εἰ ταύτῃ ἐς τὴν ̓Ιταλίαν περαιωθῆναι τολμήσειεν ὁ ̓Αντίοχος, Αυλον δὲ ̓Ατίλιον ἐπὶ τὸν Νάβιν. καὶ ουτος μὲν οὐδὲν επραξεν, εφθη γὰρ ὁ Νάβις ὑπὸ τῶν Αἰτωλῶν φθαρεὶς ἐξ ἐπιβουλῆς, καὶ ἡ Σπάρτη ηλω ὑπὸ τῶν ̓Αχαιῶν, ὁ δὲ Βαίβιος καὶ ὁ Φίλιππος πολλὰ τῆς Θεσσαλίας ἐβεβαιώσαντο. ταῖς γὰρ πρὸς τοὺς ̔Ρωμαίους ὁμολογίαις ὁ Μακεδὼν ἐμμεμένηκε, διά τε αλλα καὶ οτι ὁ ̓Αντίοχος χωρία αὐτοῦ ἐν τῇ Θρᾴκῃ τινὰ ἐπεσπάσατο. ̔Ο δέ γε Φλαμίνιος περιιὼν τὴν ̔Ελλάδα τοὺς 2.305 μὲν μηδ' ἀποστῆναι επεισε, τοὺς δὲ καὶ ἀποστάντας ηδη μετέστησε, πλὴν Αἰτωλῶν καὶ ἑτέρων τινῶν. αὐτοί τε γὰρ τῷ ̓Αντιόχῳ προσεχώρησαν καὶ αλλους τοὺς μὲν ἑκόντας συνίστων, ἐνίους δέ γε καὶ ακοντας. καὶ ὁ ̓Αντίοχος, καίτοι χειμῶνος οντος, ομως πρὸς τὰς τῶν Αἰτωλῶν ἐλπίδας εσπευσε· διὸ οὐδὲ ἀξιόμαχον ἐπήγετο δύναμιν. τὴν μέντοι Χαλκίδα μετ' αὐτῶν ελαβε, τήν τε αλλην Ευβοιαν προσεποιήσατο. καὶ ἐν τοῖς αἰχμαλώτοις ̔Ρωμαίους τινὰς εὑρών, πάντας αὐτοὺς ἀφῆκε. καὶ ἐς τὴν Χαλκίδα διεχείμασεν· οθεν αὐτός τε καὶ οἱ στρατηγοὶ οι τε στρατιῶται αὐτοῦ τὰς γνώμας προδιεφθάρησαν. τῇ τε γὰρ αλλῃ ῥᾳστώνῃ καὶ ερωτι κόρης τινὸς ἐς τὸ ἁβροδίαιτον ἐξώκειλε, καὶ τοὺς αλλους ἀπολέμους ἐποίησεν. Οἱ δ' ἐν τῇ ̔Ρώμῃ, μαθόντες αὐτὸν ἐς τὴν ̔Ελλάδα παρόντα τὴν Χαλκίδα τε ᾑρηκότα, τὸν