314
ἀποκοπῇ τοῦ ˉω. ̓Οπίσω. παρὰ τὸ ἐπὶ ὀπίσω, ὡς παρὰ τὸ ἐξ εξω καὶ εἰς εισω. τροπῇ τοῦ ˉε εἰς ˉο ὀπίσω. † ̔Οπότε. χρονικὸν ἐπίῤῥημα.† Τὸ Ο μετὰ τοῦ Ρ. ( ̓Αρσενικόν.) ̓Ορεύσ. ὁ ἀείδαρος η ὁ ἡμίονος. παρὰ τὸ ἐν ορεσι μᾶλλον δύνασθαι ἐργάζεσθαι. omicron.1461 ̓Ορεωκόμοσ. ὁ ἐπιμελητὴς τῶν ἡμιόνων η τῶν ἀειδάρων. ̓Ορεσκῷοσ. ὁ ἐν ορεσι διαιτώμενος. κείω, ο σημαίνει τὸ κοιμῶμαι. ἀπὸ τοῦ κείω ὀρεσίκοιος καὶ συγκοπῇ καὶ τροπῇ τοῦ ˉο εἰς ˉω ὀρεσκῷος. καὶ μένει τὸ ι προσγεγραμμένον. τὰ διὰ τοῦ ˉωˉοˉς ὑπὲρ δύο συλλαβὰς εχει τὸ ι κατὰ τὴν παραλήγουσαν καὶ προπερισπᾶται. οιον ̓Αχελῷος, Μινῷος, πατρῷος, ἡρῷος, ὀρεσκῷος. οις συνεξηκολούθησε ἀθῶος, χωρὶς τοῦ κολωὸς, ο σημαίνει τὸν θόρυβον. ̓Ορθόδοξος καὶ ὀρθοδοξία. ἀψευδὴς περὶ θεοῦ καὶ κτίσεως ὑπόληψις η εννοια περὶ πάντων ἀληθής. η δόξα τῶν οντων, καθάπερ εἰσίν. Ορθροσ. παρὰ τὸ αιρειν, καὶ ὀρθίους ἡμᾶς ποιεῖν λεχήρεις οντας. ̓Ορθόσ. ἐκ τοῦ ορω, ορσω, ῥηματικὸν ονομα ὀρτὸς καὶ ὀρθός. ̓Ορειβάσιοσ. ὁ ἐν τῷ ορει βαίνων. ̓Ορείχαλκοσ. ειδος υλης ουτω καλούμενον, ητις νῦν οὐχ εὑρίσκεται. αλλοι δὲ λέγουσιν, οτι χείμευσις ἐστὶ χαλκοῦ, τοῦ νυνὶ εὑρισκομένου λευκοῦ χαλκοῦ. ̔Ησίοδος· ος εἰπὼν κνημῖδας ὀρειχάλκοιο φαεινοῦ. Ορκοσ. παράληψις τοῦ θείου, ἐπὶ πίστιν τοῦ λεγομένου η πραττομένου. παρὰ τὸ ειργειν τοὺς παραβαίνοντας. οργος καὶ τροπῇ τοῦ ˉγ εἰς ˉκ ορκος. omicron.1462 Ορμοσ. ὁ λιμήν. -τὴν δ' εἰς ορμον προσέρυσαν-. παρὰ τὸ ερμα, τὸ ἀσφάλισμα, γίνεται ορμος. οθεν καὶ ὁρμίσαι, τὸ ἐν ἀσφαλείᾳ ειναι τὴν ναῦν. ἐπὶ δὲ τοῦ κοσμίου, παρὰ τὸ ειρω, τὸ συμπλέκω, ἐξ ου καὶ ὁρμιὰ καλεῖται ἡ σειρὰ, πρὸς ην τὸ αγκιστρον ἐπησφάλισται δεδεμένον. ̔Ορμίσκοσ. ὁ περιτραχήλιος κόσμος. ̔Ορμαθόσ. τὸ πλῆθος, ἡ τάξις. Οροβοσ. ειδος κριθῆς. οἱονεὶ ὁ ἐρεπτόμενος ὑπὸ τῶν βοῶν. Οροσ. λόγος σύντομος, δηλωτικὸς τῆς ὑποκειμένης οὐσίας τῷ πράγματι. η δηλωτικὸς τῆς φύσεως τοῦ ὑποκειμένου πράγματος. οροι δὲ λέγονται ὡς ὁράσεις καὶ ὀφθαλμοὶ τῶν πραγμάτων τυγχάνοντες, καὶ ὡς ὁρίζοντες ητοι περικλείοντες συντόμως τὴν τοῦ ὀνόματος δύναμιν. οιον ἀνθ' ου λέγομεν, οτι ανθρωπος ἐστὶν οὐσία ἐκ σαρκὸς καὶ ψυχῆς καὶ λόγου καὶ αιματος καὶ στοιχείων ἑτέρων πλειόνων· περιορίζομεν ουν ταῦτα διὰ τοῦ ορου, λέγοντες, οτι ανθρωπος ἐστὶ ζῶον λογικὸν καὶ θνητὸν, νοῦ καὶ ἐπιστήμης δεκτικόν. Οροσ τῶν ορων ἐστὶν ὁ πάντα μὲν ὁρίζων, αὐτὸς δὲ ὑπ' οὐδενὸς ὁριζόμενος, ος ἐστι μόνος ορος τῶν ορων θεός. ἀόριστόν ἐστι τὸ κατ' οὐσίαν θεός· δυσόριστον ἐστὶ τὸ μὴ καθόλου, ἀλλ' ἐκ μέρους γινωσκόμενον, οιον τὸ ξύλον τῆς ζωῆς. omicron.1463 τρία εἰσὶν ἐν ἀνθρώποις ἀγνώριστα καὶ ἀόριστα· θεός· αγγελος καὶ ψυχὴ, μόνῳ τῷ θεῷ γινωσκόμενα κατ' οὐσίαν· λοιπὸν ὁ καλῶς διαπορῶν πρὸς τὸν ἐναντίας· ουτως λέγει. τί ορος καὶ τί τὸ ἀόριστον καὶ τί τὸ δυσόριστον καὶ τί τὸ εὐόριστον, εὐόριστον δέ ἐστι τὸ ψηλαφώμενον καὶ φθειρόμενον, οιον ὁ αρτος καὶ τὰ ομοια. οριον ἐστὶν ἀνυπόστατος η ἀνυπέρβατος στάσις· ἀόριστόν ἐστι τὸ μόνον ακτιστον, θεός· δυσόριστον δὲ τὸ κτιστὸν καὶ ἀόρατον, αγγελος, ψυχὴ, δαίμων. Οροσ. εστι λόγος ἐπέκεινα ἑαυτοῦ προελθεῖν τὸ πρᾶγμα, ου ἐστι, μὴ συγχωρῶν, διὰ τὸ ἐν αὐτῷ καὶ μόνον γνωρίζεσθαι. Ορος κακίασ. ἡ πρὸς τὸ τέλος τῶν γινομένων ἐν τῇ φύσει δυνάμεων ἐνεργείας ελλειψις. η ορος κακίας ἡ τῶν φυσικῶν δυνάμεων κατ' ἐσφαλμένην κρίσιν ἐπ' αλλων περὶ τὸ τέλος ἀλόγιστος κίνησις. ορον πάλιν καλεῖ ὁ ̓Αριστοτέλης, εἰς ον ἀναλύεται ἡ πρότασις. οιον ἐστὶ πρότασις· Σωκράτης βαδίζει. αυτη ἡ πρότασις ἀναλύεται εἰς Σωκράτην ορον οντα καὶ εἰς τὸ βαδίζειν πάλιν ορον. ̔Οριστὸν δέ ἐστι τὸ ἐπιδεχόμενον ορον, ὡς εχον υπαρξιν καὶ ἰδιοπεποιημένον. οιον· ανθρωπος· ιππος. ὡσαύτως δὲ καὶ τὸ ἀγαθόν. ἀόριστον δὲ τὸ ἀνείδεον καὶ ἀνύπαρκτον. ὡς τό· οὐκ ανθρωπος· οὐχ ιππος· οὐκ ἀγαθόν. ὁμοίως ἀόριστόν ἐστι τὸ ἁπλῶς λεγόμενον καὶ μὴ σημαῖνον τὸ τί η τὸ ποσόν. ὡς ινα ειπωμεν χρῶμα καὶ μὴ ειπωμεν λευκὸν η μέλαν, η ανθρωποι καὶ μὴ ειπωμεν