314
Κραυγὴν γὰρ καλεῖ τὴν τῆς ψυχῆς προθυμίαν. Οὕτω γὰρ καὶ Μωσοῦ σιγῶντος ὁ Θεὸς ἔφη, "Τί βοᾷς πρός με;" -"Πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου ἐν τῷ κεκραγέναι με πρὸς σέ." Εὐμενῶς, φησὶ, ∆έσποτα, δέξαι τὴν ἐμὴν ἱκετείαν. βʹ. "Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου· ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπε ρινή." Τῇ προσευχῇ συνέζευξε τὴν πρᾶξιν τῆς ἀρετῆς. Ἡ γὰρ ἔπαρσις τῶν χειρῶν ταύτην παρα δηλοῖ· τὴν ἐργασίαν γὰρ αἱ χεῖρες ἐνεχειρίσθησαν. Ἱκετεύει δὲ τῷ τοῦ θυμιάματος ἀτμῷ παραπλη σίως ἀναπεμφθῆναι τὴν προσευχὴν, καὶ τὴν ἐκείνου εὐοσμίαν μιμήσασθαι. Ὡσαύτως δὲ καὶ τῶν χειρῶν τὴν ἔκτασιν ἑσπερινῇ θυσίᾳ φανῆναι παραπλησίαν. Ἑσπερινῆς μέντοι, καὶ οὐχ ἑωθινῆς ἐμνημόνευσεν, ἐπειδὴ ἐν συμφοραῖς ἦν καὶ λύπαις· σκότῳ δὲ ἔοικεν ἡ συμφορὰ καὶ νυκτί. γʹ. "Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου." ∆ύο μὲν ὁ ∆ημιουργὸς ἔδωκε τῇ γλώττῃ τείχεα, τὸ τῶν ὀδόντων, καὶ τὸ τῶν χειλέων, τὰς ἀλόγους αὐτῆς ὑπέχων ὁρμάς. Ἀλλ' ὅμως ὁ Προφήτης καὶ ἑτέ ρας ἀπολαῦσαι παρακαλεῖ φυλακῆς, δεδιὼς μή τι φθέγξηται σχετλιάζων οὐκ εὐπρεπές. Ὅτι γὰρ οὐδ' ὑπὸ τοῦ Σαοὺλ διωκόμενος εἰπεῖν τι βλάσφημον ἠνέσχετο πώποτε, μαρτυρεῖ ἡ ἱστορία. Ἀλλὰ γὰρ ἀναιρεῖν αὐτὸν πειραθέντων, αὐτὸς Χριστὸν ὠνόμα σε Κυρίου. Καὶ πρὸς αὐτὸν διαλεγόμενος, δοῦλον ἑαυτὸν ἀποκαλεῖ, καὶ τὸν μηνύσαντα τὴν σφαγὴν αὐτοῦ, ταύτην πεποιηκέναι νεανιευσάμενον, ἀνεῖλεν, εἰρηκώς· "Τὸ αἷμά σου ἐπὶ τὴν κεφαλήν σου, ὅτι σὲ εἶπας ἀνῃρηκέναι τὸν Χριστὸν Κυρίου." δʹ. "Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρ τίαις." Οὐ μόνον γλῶτταν φρουρηθῆναι παρα 80.1949 καλεῖ, ἀλλὰ καὶ αὐτὰ τῆς διανοίας κινήματα, ἵνα μηδὲ ἐν ἐκείνοις ἕτερός τις παρὰ τοὺς θείους νόμους εὑρεθῇ λογισμός. Ἀντὶ τοῦ, "Προφασίζεσθαι προ φάσεις ἐν ἁμαρτίαις," ὁ Σύμμαχος εἴρηκεν, ἐν νοίας παρανόμους. Καὶ κατὰ τοὺς Ἑβδομήκοντα δὲ οὕτω νοητέον· Ἠδύνατο λογίσασθαι ὁ μακάριος ∆αβὶδ, ὅτι Ἐχθρὸς καὶ πολέμιος ὁ Σαοὺλ, καὶ τῆς σφαγῆς ἐφιέμενος τῆς ἐμῆς· οὐκ ἄδικον τοίνυν ἀνελεῖν τὸν τοιοῦτον, τοῦ νόμου διαγορεύοντος, "Ἀγαπήσεις τὸν πλησίον σου, καὶ μισήσεις τὸν ἐχθρόν σου." Ἀλλὰ τὴν εὐαγγελικὴν προθεωρῶν πολιτείαν, κατ' ἐκείνην ἤθελε βιοῦν· καὶ εὔχεται μηδεμίαν πρόφασιν εἰς ἁμαρτίαν λαβεῖν. "Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν." Ταῦτα γὰρ, φησὶ, δρῶσιν οἱ τῆς παρανομίας ἐργάται· ἐμοὶ δὲ μὴ εἴη τις πρὸς αὐτοὺς κοινωνία, κἂν τὴν ἄκραν ἔχωσιν εὐκληρίαν. Ἐκλεκτοὺς γὰρ ἐνταῦθα τῶν πονηρῶν τοὺς εὐημεροῦντας καλεῖ. εʹ. "Παιδεύσει με δίκαιος ἐν ἐλέει, καὶ ἐλέγξει με· ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφα λήν μου." Αἱρετώτερά μοι, φησὶ, τὰ παρὰ τῶν δικαίων παιδείας χάριν γινόμενα καὶ ὠφε λείας λυπηρὰ, τῶν παρὰ τῶν ἁμαρτωλῶν προσφε ρομένων ἡδέων, κἂν δίκην ἐλαίου λαμπρύναντος κεφαλὴν, θυμηρεστέραν μοι ταῦτα παρέχει ζωήν. Αἱροῦμαι γὰρ παρὰ τῶν δικαίων παιδεύεσθαι, ἢ παρὰ τῶν ἁμαρτωλῶν θεραπεύεσθαι. "Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν." Ὁ δὲ Σύμμαχος οὕτως· Ἔτι δὲ καὶ ἡ προσευχή μου ἐντὸς τῶν κακιῶν αὐτῶν. Τοσοῦτον γὰρ ἀπ έχω τοῦ τὴν ἐκείνων εὐημερίαν ζηλῶσαι, ὅτι καὶ αὐτοὺς εὔχομαι μεταβληθῆναι, ἵνα μεταβληθείσης τῆς εὐπραξίας λάβωσι κακίας μεταβολήν. ʹ. "Κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν." Οὐκ εἰς μακρὰν, φησὶ, φροῦδοι γενήσονται, καὶ οἱ τῆς ἄκρας δυναστείας ἐπειλημμένοι, πέ τραις ὑφάλοις ὑπὸ ὑδάτων καλυπτομέναις ὑπο βρύχιοι παραπλησίως ἔσονται, ἀντὶ τοῦ, λήθῃ παρα δοθήσονται. "Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡ δύνθησαν." Τῇ πείρᾳ δὲ μαθόντες τῶν ἐμῶν ῥημά των τὸ ἀληθὲς, καὶ τῆς τούτων ἡδονῆς καὶ ὠφελείας αἰσθήσονται. ζʹ. "Ὡσεὶ πάχος γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην." Πάχος γῆς τὸ συνεχὲς τῆς γῆς καλεῖ, ὃ τῷ ἀρότρῳ τεμνόμενον εἰς βώλους διαιρεῖται. Τούτοις, φησὶ, τοῖς βώλοις παραπλησίως οἱ νῦν ἑστῶτες διαλυ θήσονται