314
τούτου λόγος, οὔτε τὸ ἀποσείεσθαι ἀκίνδυνον (φησὶ γάρ, τὸν ἐρχόμενον πρός με οὐ μὴ ἐκβάλω ἔξω) οὔτε τὸ προσίεσθαι ἁπλῶς καὶ ὡς ἔτυχεν καὶ ἀποκείρειν ἀνεπιστημόνως ὅσιον· εἰ γὰρ οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ, καθὰ γέγραπται, πόσῳ δὴ οὖν μᾶλλον ἐπὶ τῇδε τῇ θεολέκτῳ στρατιᾷ; πᾶσιν ἀποτάξασθαι δεῖ, πάντων ἀπογυμνωθῆναι χρή, πάντων ἀπορραγῆναι δέον καὶ σχέσεων καὶ οἰκείων καὶ φίλων καὶ συγγενῶν καὶ τοῦ σύμπαντος κόσμου κατὰ διάθεσιν ξενωθῆναι τόν γε ὡς ἀληθῶς ἀκολουθεῖν μέλλοντα τῷ Χριστῷ, εἶθ' οὕτως στοιχηθῆναι καὶ διαπλασθῆναι τὴν θεοστοιχῆ καὶ θεόπλαστον μοναδικὴν ἕξιν καί, πεῖραν δόντα καὶ βάσανον ἀρετῆς, οὕτως εἰσαχθῆναι τῇ μαρτυρίᾳ τῶν πολλῶν εἰς τὴν μοναδικὴν τελείωσιν καὶ ἕνα γενέσθαι τῶν τοῦ Χριστοῦ προβάτων. ἀμυήτως δὲ καὶ ἀμαθῶς, ὡς ἀπήγγελται ἡμῖν, ἀποκείρεσθαι ἐπικίνδυνον καὶ ὀλεθριώτατον καὶ τῷ κειρομένῳ καὶ τῷ κείροντι· ἀλλὰ γὰρ καὶ ἀποσχηματίζειν μοναχὸν ἴσον ἐστὶ τῷ ἀποβαπτίζειν. ὅλως τολμᾶται τοῦτο γίγνεσθαι; φρικτόν ἐστι καὶ ἀκουόμενον. εἰ δὲ μετὰ τοῦ δεόντως ἀποκεῖραι, ἐπειδὴ ὑπονοστοῦσί τινες πρὸς τὰ χείρονα, τοὺς τοιούτους, ἐπιμένοντας τῇ κακίᾳ καὶ μὴ ἰωμένους ἑαυτοὺς ἐν τοῖς ψυχικοῖς ἀρρωστήμασιν, ἐκκόπτεσθαι χρὴ τῆς ἀδελφότητος καθ' ὁμοίωσιν τῶν σεσηπότων μελῶν, ὡς ἂν μὴ τῇ συνεχείᾳ καὶ τὸ ὑγιὲς βλάπτοιτο· φησὶ γὰρ ὁ Κύριος· συμφέρει σοι ἵνα ἓν τῶν μελῶν σου ἀποκοπῇ καὶ μὴ ὅλον τὸ σῶμά σου βληθῇ εἰς τὴν γέενναν τοῦ πυρός. ἐὰν δὲ ἄλλῳ δυνατὸν ᾖ τὸν ἐκκοπέντα προσήκασθαι κατὰ φιλανθρωπίας τρόπον, οὐκ ἔξω τοῦ εἰκότος, εἴ γε εὑρεθείη ἐπιστημονικωτέρως ἰατρεύων, ἀλλὰ μὴ ἀπολλυμένῳ συμπεριφερόμενος. οἱ δὲ ἄλλως κουφότητι ἀποπηδῶντες τοῦ κοινοβίου ἀπρόσδεκτοι ἔστωσαν ταῖς ἄλλαις ἀδελφότησιν, ἵνα συνασπισμὸς ᾖ καὶ συμφωνία κατὰ πάντα τοῖς πᾶσι καὶ μὴ ὑπ' ἀλλήλων τὰ ἀλλήλων καταλύοντες σπουδάσματα, ἐξ ὧν οὐ κεφαλὴ ὁ Χριστός, ὁ τῇ εἰρήνῃ συνδέων τὰ πάντα, ἀλλὰ τίς; ἀπευκταῖον καὶ λέγειν. δοῦλον δὲ ἔχειν μοναχὸν καὶ μοναστήριον τοσοῦτον ξένον, ὡς καὶ τὸ ἔχειν γυναῖκα· ἀμφότερα γὰρ τῆς παρακοῆς εὑρήματα. καὶ τοῖς εἰς τὸ κατ' ἀρχὰς ἀναδραμεῖν ἐφιεμένοις διὰ τῆς μοναδικῆς πολιτείας καὶ τὴν ἀπήμονα τοῦ παραδείσου ζωὴν μιμεῖσθαι ἐζηλωκόσιν ἀπόβλητα τὰ προειρημένα. Ταῦτα οὐκ οἴκοθεν, ἀλλ' ἐξ ὧν οἱ θεοφόροι πατέρες φθέγγονται συνειληχότες ὑπομνηστικῶς ἐφθεγξάμεθα, αἰτούμενοι ὑμᾶς τοὺς πανιέρους προσεύχεσθαι μὴ μόνον λέγειν ἡμᾶς τὰ καλά, ἀλλὰ καὶ πράττειν ἐν Κυρίῳ. 487 {1Στεφάνῳ ἡγουμένῳ}1 Ἡ συχνότης τῶν γραμμάτων πυκνουμένην δείκνυσι τὴν ἀγάπην τῆς τιμιότητός σου, πατρικῷ ἔθει ἐπερειδομένην· κἀκεῖνος γὰρ ὁ μακάριος πρὸς τοῖς ἄλλοις αὐτοῦ κατορθώμασι καὶ τῷδε τῷ ἐπιτηδεύματι δημιουργῶν ἦν πρὸς τοὺς ἀδελφοὺς τὸ τῆς ἀγάπης καλόν. γράφε τοίνυν, ὦ τριπόθητε, πατρῴζων ἐν τούτῳ, ἡμᾶς τε ἡδείους ποιῶν τῷ συνεχεῖ τοῦ φθέγματος· μὴ μέντοι ἐπαίνει μηδὲ σύγκρινε χρυσῷ μόλιβδον μηδὲ μαργαρίτῃ πηλόν, προσεύχου δὲ μᾶλλον καὶ ὑμῶν τῶν ἐκείνου ὀπαδῶν κατόπιν ἰέναι διὰ τὸ ἀχρεῖόν με εἶναι ἐν πᾶσι, κἂν αὐτὸς ὠφελεῖσθαι λέγοις πρὸς ἡμῶν τῶν ἀνωφελῶν, ἀγαπητικῶς φερόμενος. εἰ δὲ καί τι ὀνησιφόρον σου γίνοιτο, θεῷ τὸ πρᾶγμα ἀναθετέον, τῷ δι' ἀλλήλων καὶ ἐν ἀλλήλοις οἰκονομοῦντι τὰ κατὰ χρείαν. Εἶεν δὴ ταῦτα. πρὸς δὲ τῶν ἐκ μετανοίας ἀνασφηλάντων, σφραγῖδα ἐπὶ τραπέζης ἢ κατὰ ἄλλην τινὰ περιπέτειαν δεδέχθαι τοὺς ἤδη διαπεφευγότας τὸν ὄλισθον, ἤδη ἐπὶ πατέρων ἁγίων, σχεδὸν εἰπεῖν, συνοδικῶς συνεζητήθη καὶ συνεκροτήθη εὖ ἔχειν, καὶ ἡμῖν τοῖς ταπεινοῖς εὐαπόδεκτον τὸ πρᾶγμα καὶ φυλαττόμενον καὶ ἄλλοις μεταδιδόμενον. εἰ οὖν καὶ αὐτὸς οὕτω βούλοιο κρατεῖν, καὶ ἐπαινοῦμεν καὶ ἀποδεχόμεθα· τὸ γάρ τινας ἀπαναίνεσθαι ἐθελοθρησκείας ἐστὶν ἔργον, κατηγορουμένης ὑπὸ τοῦ ἀποστόλου, ἀλλ' οὐκ ἐχούσης οὔτε τὸ ἔννομον οὔτε τὸ φιλάδελφον. πόθεν γὰρ ἐρείδονται τὸ