Commentarius in Isaiam prophetam ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
{1ΛΟΓΟΣ Γʹ}1 9Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν.9
τεθαυμασμένων πραγμάτων ἀπο- τελεστὴν ἑαυτὸν εἰσκεκόμικεν, οὐ τοῖς ἀψύχοις εἰ- δώλοις, οὔτε μὴν ἑτέρῳ τινὶ τῶν κτισμάτων τὴν ἑαυτοῦ δόξαν χαριεῖσθαί φησιν, ἤτοι τὰς θεοπρεπεῖς ἀρετὰς, ἀλλ' ἑαυτῷ τηρῆσαι μόνῳ. Καὶ γὰρ ἦν ἀκόλουθον τὴν τῆς θεότητος δόξαν, οὐδενὶ τῶν ἄλλων καὶ παρ' αὐτῶν οὐσιωδῶς ἑτέρῳ ἐμπρέπειν, ἀλλ' αὐτῇ καὶ μόνῃ τῇ ἀῤῥήτῳ καὶ ὑπὲρ πάντα φύσει. Οὐδενὶ δὲ λέγων τὴν ἑαυτοῦ χαριεῖσθαι δόξαν, δέ- δωκεν αὐτὴν τῷ Υἱῷ· δεδόξασται γὰρ, καθάπερ ἀμέ- λει καὶ ὁ Πατὴρ προσκυνούμενος ἔν τε οὐρανῷ καὶ ἐπὶ γῆς. Πῶς οὖν ἄρα δέδωκεν ὡς οὐκ ὄντι παρ' αὐ- τῶν ἑτέρῳ, κατά γε τὸν τῆς ὁμοουσιότητος λόγον, κἂν εἰς ὑπόστασιν ἰδικὴν ἑκάτερος ἀπετέμνετο; Μία γὰρ ἡ τῆς ἀνωτάτω θεότητος φύσις ἐν τρισὶν ὑπο- στάσεσιν ἰδικαῖς, νοουμένη τε καὶ προσκυνουμένη παρὰ τῶν ὀρθὰ φρονεῖν εἰωθότων. Λέγων· Τὰ δὲ ἀπ' ἀρχῆς, ἰδοὺ ἥκασι. Καὶ καινὰ, ἃ ἐγὼ ἀναγγελῶ, καὶ πρὸ τοῦ ἀναγγεῖλαι, ἐδηλώθη ἡμῖν· οὐκ ἐφίησι πρὸς ἡμῶν τὸν τοῦ Σωτῆρος κατά τι γοῦν ὅλως ἀπιστεῖ- σθαι λόγον. Ὥσπερ γὰρ, φησὶν, εἰς πέρας ἤχθη τὰ ἀπ' ἀρχῆς εἰρημένα περὶ τῆς ἐπιδημίας αὐτοῦ, οὕ- τως ἐκβήσεται πρὸς τὴν ἀλήθειαν· καὶ ἅπερ ἂν εἴπῃ καινὰ, πρὶν ἐμφανῆ γενέσθαι δηλωθῇ. Ποῖα δὲ ταῦτά ἐστιν; Ἐπηγγείλατο γὰρ ἡμῖν ὁ Κύριος ἡμῶν Ἰη-σοῦς ὁ Χριστὸς τὴν εἰς αἰῶνα τὸν μέλλοντα ζωήν, δηλονότι τὴν ἐν ἀφθαρσίᾳ, καὶ ἁγιασμῷ, καὶ δικαιο- 70.857 σύνῃ, τὴν τῶν οὐρανῶν βασιλείαν· τῶν πνευματι- κῶν ἀγαθῶν τὴν εὐκλεᾶ μέθεξιν, τοὺς τῆς ἐπιεικείας καρποὺς, τῆς εὐσεβείας τὰ γέρα, τῆς εἰς αὐτὸν ἀγά- πης τὸν στέφανον· ὧν καὶ ἡμᾶς γένοιτο τυχεῖν δι' αὐτοῦ χάριτος καὶ φιλανθρωπίας· δι' αὐτοῦ τε καὶ σὺν αὐτῷ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύ- ματι εἰς τοὺς αἰῶνας. Ἀμήν.
{1ΒΙΒΛΙΟΝ ΤΕΤΑΡΤΟΝ. ΛΟΓΟΣ Αʹ.}1 Ἐπέφανεν ἐν ἡμῖν Θεὸς ὢν Κύριος, κατὰ τὰς Γραφὰς, καὶ σεσαγήνευται δι'
αὐτοῦ πρὸς τὴν διὰ πίστεως χάριν ἡ τῶν πλανωμένων ἀγέλη. Προσδο- κία γὰρ ἦν ἐθνῶν, καὶ τοὺς ἐν ὀμίχλῃ καὶ σκότῳ πρὸς τὸ τῆς ἀληθείας ἐκάλεσε φῶς ὁ Θεὸς καὶ Πα- τὴρ δι' αὐτοῦ. Καὶ τοῦτο ἡμῖν κατέστησεν ἐναργὲς διὰ τῶν ὀπίσω, βραχὺ λέγων· "6Ἐγὼ Κύριος ὁ Θεὸς ἐκάλεσά σε ἐν δικαιοσύνῃ, καὶ κρατήσω τῆς χειρός σου, καὶ ἐνισχύσω σε, καὶ δέδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους, καὶ ἐξ οἴκου φυ- λακῆς καθημένους ἐν σκότῳ βαθεῖ."6 Τέθειται γὰρ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς εἰς διαθήκην μὲν τοῦ κατὰ σάρκα γένους, φημὶ δὴ τῶν ἐξ Ἰσραὴλ, οἷς καὶ πάλαι Θεὸς ἐπηγγέλλετο δι' ἑνὸς προφήτου λέγων· "6Ἰδοὺ ἡμέραι ἔρχονται, λέ- γει Κύριος, καὶ συντελέσω ἐπὶ τὸν οἶκον Ἰσραὴλ, καὶ ἐπὶ τὸν οἶκον Ἰούδα διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν."6 Μω- σῆς μὲν γὰρ ὁ θεσπέσιος, σκιᾶς καὶ τύπου διάκονος ἦν, ἐν μέτροις ὑπάρχων τοῖς ἱκετικοῖς. Χριστός γε μὴν ὡς Υἱὸς καὶ Κύριος διαθήκης καινῆς γέγονε βραβευτής. Καινῆς δέ φημι, τῆς εἰς καινότητα ζωῆς ἁγίας ἀναμορφούσης τὸν ἄνθρωπον, καὶ διὰ πολι- τείας εὐαγγελικῆς εὐδόκιμον, καὶ ἀληθινὸν ἀποφαι- νούσης προσκυνητήν· "6Πνεῦμα γὰρ, φησὶν, ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀλη- θείᾳ δεῖ προσκυνεῖν."6 Οὐκοῦν τέθειται εἰς διαθήκην γένους, καὶ εἰς φῶς ἐθνῶν, τοῦ ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, καὶ ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους. Ὁ μὲν γὰρ ἀρχέκακος Σατανᾶς κατεσκότισε τῶν ἐθνῶν τὰς καρδίας· "6Ἐματαιώθησαν γὰρ ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν, καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου, καὶ πετεινῶν, καὶ τετρα- πόδων, καὶ ἑρπετῶν."6 Τὸ δέ γε φῶς τὸ ἀληθινὸν, τοῦτ' ἔστι, Χριστὸς, ὡς νοητὸς ἡμῖν ἀνέτειλεν ἑωσφό- ρος, καὶ ὡς τῆς δικαιοσύνης ἥλιος, τὴν τῆς ἀληθοῦς θεογνωσίας ἁπλώσας ἀκτῖνα, τὸν ἐκ