315
Βρυέννιος ἐπὶ τῷ προνοίας τινὸς τυχεῖν παρὰ τῶν ἰατρῶν, καιροῦ 2.344 τυχὼν διεσώζετο οἴκαδε διαδρᾶναι δυνηθείς· ὕστερον δὲ ἐν τῇ πρὸς Μομιτζίλον μάχῃ ἔπεσε μαχόμενος ἐπίπροσθεν βασιλέως. τοιαύτης ἦν ἐκεῖνος χάριτος ἠξιωμένος παρὰ θεῷ, καὶ τὰ ἐσόμενα ὡς ὁρώμενα προῄδει. οἱ μέντοι Μυσοὶ οἱ περὶ ∆ιδυμότειχον ἐστρατοπεδευμένοι μετὰ μικρὸν παρὰ τῶν σφετέρων πυθόμενοι σκοπῶν, ὡς πλῆθος Περσικῶν νεῶν τῇ τοῦ Ἕβρου προσέσχεν ἐκβολῇ, ὑπὸ τοῦ θορύβου καὶ τῆς ταραχῆς ἀλλήλους συμπατοῦντες κατὰ τὴν ἀρχιερέως πρόῤῥησιν τάχιστα ἀνεχώρουν, καὶ ὅποι γῆς κατεδύοντο ἀγνοούμενοι. οἱ δὲ ἐν ∆ιδυμοτείχῳ τὴν αἰτίαν ἀγνοοῦντες τῆς φυγῆς, ἐθαύμαζον ὅ,τι ποτ' ἂν εἴη τὸ οὕτω θορυβῆσαν τοὺς Μυσούς. μετὰ μικρὸν δὲ ἠγγέλλετο, ὡς Ἀμοὺρ ὁ τοῦ Αἰτίνη, φίλος ὢν ἐς τὰ μάλιστα Καντακουζηνῷ τῷ βασιλεῖ καὶ πολλὰς ἀποδείξεις τῆς εἰς αὐτὸν εὐνοίας καὶ πρότερον παρεσχημένος, δι' ἐκεῖνον γὰρ καὶ βασιλεῖ τῷ νέῳ Ἀνδρονίκῳ πρὸς τὸν κατὰ Φωκαίας καὶ Λέσβου πόλεμον συνεπολέμησε, πεπυσμένος περὶ αὐτοῦ, ὡς μεγάλαις χρήσαιτο κακοπραγίαις, κοινῇ τῶν Ῥωμαίων αὐτῷ πάντων ἐκπολεμωθέντων, καὶ αὐτὸς μὲν ᾤχετο ἐς Τριβαλοὺς φυγὰς, ∆ιδυμότειχον δὲ, ὃ μόνον καταλέλειπτο γυναικί τε καὶ τέκνοις καὶ τοῖς ἄλλοις τοῖς ὑπολειφθεῖσι φίλοις καταφυγὴ δεινῶς ὑπὸ τῆς συχνῆς πολιορκίας ὑπὸ ἐνδείας ἐπιέσθη, καὶ κινδυνεύει τὸ τοῦ φίλου σκάφος αὔτανδρον ἀπολωλέναι, ὀγδοήκοντα καὶ τριακοσίας ναῦς τὰς συμπάσας ὁμοῦ παραλαβὼν, καὶ μείζους καὶ ἐλάσσους, ἐν αἷς ἐννακισχίλιοι πρὸς δισμυρίοις 2.345 ἐπιβάται κατελέγοντο, παρὰ τὸ τοῦ Ἕβρου στόμα προσέσχε. πέμψας δὲ καὶ ἐκεῖνος πρέσβεις πρὸς Εἰρήνην τὴν βασιλίδα, ἀπήγγελλε τὰ ἴσα· ἐδήλου τε ὅτι ἥξει καὶ αὐτὸς μετὰ μικρόν. Εἰρήνη δὲ ἡ βασιλὶς τούς τε στρατιώτας ἔπεμπεν, ὅσοι ἦσαν, καὶ τοὺς ἄλλους τῶν εὐγενεστέρων εἰς ὑπάντησιν ἐκείνου, καὶ ἵππους ἑκατὸν, ὡς ἂν αὐτός τε χρήσαιτο καὶ μὴ πεζῇ βαδίζῃ, καὶ τοῖς ἄλλοις διαδῷ. ἀπήγγελλόν τε οἱ κεκομικότες, μὴ μέμφεσθαι τῆς ὀλιγότητος, ὡς διὰ τὸν περισχόντα πόλεμον αὐτῶν μᾶλλον ἵππων δεομένων καὶ διὰ τοῦτο τῶν παρόντων οὐ πλείους παρέχεσθαι δεδυνημένων. τοὺς μὲν οὖν ἵππους ἐδέξατο ἀσμένως καὶ βασιλίδι χάριτας τῆς εὐεργεσίας ὡμολόγει· διέδωκε δὲ τοῖς εὐγενεστέροις τῶν Περσῶν καὶ μάλιστα προήκουσι καθ' ἡλικίαν. ἐρόμενος δὲ περὶ τοῦ φίλου βασιλέως εἰ ζῇ, πολλὰ στενάζων καὶ δάκρυα τῶν ὀφθαλμῶν ὑπὸ συμπαθείας ἀφιεὶς, ἐπεὶ ἐπύθετο ζῇν θεοῦ βουλομένου, πρῶτα μὲν ὡμολόγει χάριτας θεῷ, πολλὴν αὐτοῖς τὴν πρόνοιαν καὶ τόλμαν ὑπὲρ βασιλέως παρεσχημένῳ, ἔπειτα δὲ καὶ αὐτοῖς τῶν αὐτῶν ἕνεκα καὶ χάριτας ὡμολόγει καὶ πολλῶν καὶ μεγάλων ὀφειλέτην ἑαυτὸν ἀπέφαινεν, ὡς κινδύνους μεγάλους καὶ πολλοὺς ὑπὲρ ἐκείνου ἐνεγκοῦσι. τὴν στρατιάν τε παραλαβὼν, πεζὸς ἐχώρει καὶ αὐτὸς εἰς ∆ιδυμότειχον, δισχιλίους λογάδας ἔχων περὶ ἑαυτόν. δεομένων δὲ τῶν ἐκ ∆ιδυμοτείχου ἵππῳ χρῆσθαι, καὶ παρεχομένων καὶ ἑτέρους πρὸς τοῖς ἑκατὸν, οὐκ 2.346 ἐπείθετο αὐτὸς, δισχιλίους εἶναι φάμενος τοὺς εὐγενεστέρους καὶ μάλιστα ἀξίους ἵπποις χρῆσθαι. ἐπεὶ δὲ μὴ εὐποροίη πᾶσι διαδοῦναι, βέλτιον πεζεύειν καὶ αὐτὸν, ἐν τῷ συμπονεῖν αὐτοῖς ῥᾴω καὶ φορητοτέραν τὴν ἐκ τῆς ὁδοῦ ποιοῦντα ταλαιπωρίαν. οὕτω μὲν οὖν μέχρι καὶ ∆ιδυμοτείχου ἦλθεν. ἡμέρας δὲ περιμείνας οὐ πολλὰς, ἐν αἷς ἔδει τοὺς εἰς ∆ιδυμότειχον τὰς κατὰ Θρᾴκην πορθοῦντας κώμας σῖτον πορίζειν ἑαυτοῖς, ἐπεὶ ἐπράττετο αὐτοῖς τὰ κατὰ γνώμην καὶ σῖτον εἰσεκομίζοντο πολὺν καὶ τὰ ἄλλα ἐπιτήδεια καὶ βοσκήματα, ἐκέλευεν, ὅσα ἦσαν ἐν τῷ στρατοπέδῳ τῷ σφετέρῳ ἐκ τῆς λείας τοῖς ἐν ∆ιδυμοτείχῳ παρέχειν· καὶ ἐπράττετο, ᾗ προσέταττεν ἐκεῖνος. πεντακοσίους τε ἐκ δισχιλίων ἐκείνων λογάδων ἀπολεξάμενος καὶ ἐννακισχιλίους ἐκ τῆς ἄλλης στρατιᾶς, ἔπεμπεν εἰς τὰς ναῦς, φρουρήσοντας ἄχρις ἐπανήξει· τὸ δὲ λοιπὸν στρατόπεδον εἰς δισμυρίους ὄντας ἐπὶ πεντακοσίοις καὶ χιλίοις τοῖς λογάσιν, ἕπεσθαι ἐκέλευεν, ὡς ἐκεῖσε ἀφιξόμενος, ἔνθα διατρίβει βασιλεύς. ᾔεσαν οὖν ἅπαντες καὶ αὐτὸς πεζῇ, πλὴν τῶν ἑκατὸν ἐκείνων, ἀδυνάτων