315
πόλεμον φανερῶς ἀνείλοντο· καὶ τῶν ὑπάτων Σκιπίωνα μὲν τὸν Νασικᾶν ἐπὶ φυλακῇ τῆς ̓Ιταλίας κατέσχον, Μάνιον δὲ Γλαβρίωνα μετὰ στρατοῦ πολλοῦ ἐς τὴν ̔Ελλάδα πεπόμφασι. καὶ ὁ μὲν Νασικᾶς τοὺς Βοουΐους προσεπολεμώσατο, ὁ δὲ Γλαβρίων τὸν ̓Αντίοχον ἐκ τῆς ̔Ελλάδος ἐξήλασε. καὶ ἐς τὴν Θεσσαλίαν ἐλθὼν πολλὰ τῶν ταύτῃ μετὰ τοῦ Βαιβίου καὶ τοῦ Φιλίππου παρεστήσατο. τόν τε γὰρ Μεγαλοπολίτην Φίλιππον ἑλὼν εἰς τὴν ̔Ρώμην ἀπέστειλε, καὶ τὸν ̓Αμύνανδρον ἐκ τῆς ἀρχῆς ἐκβαλὼν τῷ Μακεδόνι αὐτὴν εδωκεν. ̔Ο δ' ̓Αντίοχος ἐν τούτοις ἡσυχίαν αγων ἐν τῇ Χαλκίδι διέτριβεν· ειτα εἰς τὴν Βοιωτίαν ἐλήλυθε 2.306 καὶ ἐν ταῖς Θερμοπύλαις ἀντιπροσιόντας οἱ τοὺς ̔Ρωμαίους ὑπέμεινε· πρὸς γὰρ τὴν τῶν στρατιωτῶν ὀλιγότητα σύμμαχον τὴν τοῦ χωρίου φύσιν εξειν ἐνόμισε. καὶ ινα μή τι καὶ αὐτὸς πάθῃ οιον οἱ Ελληνες οἱ πρὸς τὸν Μῆδον ἀντιταχθέντες ἐκεῖ, μέρος τι τῶν Αἰτωλῶν ἐπὶ τὰ ακρα τῶν ὀρῶν ἀνεβίβασεν, ωστε φρουρῆσαι αὐτά. ὁ δὲ Γλαβρίων βραχύ τε τῶν χωρίων ἐφρόντισε καὶ τὴν μάχην οὐκ ἀνεβάλετο, ἀλλὰ Πόρκιον μὲν Κάτωνα καὶ Οὐαλέριον Φλάκκον ὑποστρατήγους νυκτὸς ἐπὶ τοὺς Αἰτωλοὺς τοὺς ἐν τοῖς ακροις ἀπέστειλεν, αὐτὸς δὲ τῷ ̓Αντιόχῳ ὑπὸ τὴν εω συνέμιξε. καὶ εως μὲν ἐν τῷ ὁμαλῷ ἐμάχετο, ἐπεκράτει, ἀναχωρήσαντος δὲ τοῦ ̓Αντιόχου πρὸς τὰ μετέωρα ἠλαττοῦτο, μέχρις ὁ Κάτων κατὰ νώτου οἱ ἐγένετο. τοῖς γὰρ Αἰτωλοῖς καθεύδουσιν ἐπελθὼν τοὺς μὲν πλείους ἀπέκτεινε καὶ τοὺς λοιποὺς διεσκέδασε, κἀντεῦθεν καταδραμὼν καὶ τῆς κάτω μάχης μετέσχε. καὶ τόν τε ̓Αντίοχον ετρεψαν καὶ τὸ στρατόπεδον αὐτοῦ ειλον. καὶ ὁ μὲν ἐς τὴν Χαλκίδα εὐθὺς ἀπεχώρησε, μαθὼν δὲ τὸν υπατον προσιόντα, ἐς τὴν ̓Ασίαν ἀνεκομίσθη λαθών. Καὶ τὴν μὲν Βοιωτίαν καὶ τὴν Ευβοιαν ὁ Γλαβρίων αὐτίκα κατέσχε, τῇ δ' ̔Ηρακλείᾳ, μὴ βουληθέντων αὐτῷ προσχωρῆσαι τῶν Αἰτωλῶν, προσβολὰς ἐποιεῖτο· καὶ τὴν μὲν κάτω πόλιν πολιορκίᾳ ειλε, τοὺς δ' ἐς τὴν ἀκρόπολιν ἀναφυγόντας ὁμολογίᾳ παρεστήσατο. ἐν δὲ τοῖς τότε ζωγρηθεῖσι καὶ ∆ημόκριτος ὁ στρατηγὸς τῶν Αἰτωλῶν ἐγένετο, ος τῷ Φλαμινίῳ ποτὲ τὴν συμμαχίαν ἠρνήσατο, καὶ ψήφισμα ἐκείνου αἰτήσαντος, ιν' ἐς τὴν ̔Ρώμην πέμψῃ, "θάρρει" εφη· "ἐγὼ γὰρ αὐτὸ κομιῶ μετὰ τοῦ στρατοῦ καὶ παρὰ τῷ Τιβέριδι ὑμῖν ἀναγνώσομαι." τοῦ 2.307 Φιλίππου δὲ τὴν Λάμιαν πολιορκοῦντος ἐπῆλθεν ἐπ' αὐτὴν ὁ Γλαβρίων, καὶ τήν τε νίκην καὶ τὴν λείαν ἐσφετερίσατο. τῶν μέντοι Αἰτωλῶν οἱ λοιποὶ συναλλαγῆναι μὲν ἠθέλησαν, οὐκ ἐσπείσαντο δέ, τοῦ ̓Αντιόχου πρέσβεις αὐτοῖς καὶ χρήματα πέμψαντος, ἀλλὰ πρὸς πόλεμον ἡτοιμάζοντο. καὶ ὁ Φίλιππος ὑπεκρίνετο μὲν τὴν πρὸς τοὺς ̔Ρωμαίους φιλίαν, τὰ δὲ τοῦ ̓Αντιόχου ἐφρόνει. ἐν τούτῳ δὲ Ναύπακτον ὁ Γλαβρίων τῶν Αἰτωλῶν ουσαν ἐπολιόρκει· ους ἐλθὼν ὁ Φλαμίνιος επεισε σπείσασθαι, γνωρίμως αὐτοῖς εχων. καὶ πρέσβεις εἰς τὴν ̔Ρώμην ἐκεῖνοί τε καὶ οἱ ̓Ηπειρῶται ἐστάλκασι. καὶ ὁ Φίλιππος στέφανον νικητήριον τῷ ∆ιὶ τῷ Καπιτωλίῳ πέμψας αλλα τε ἀντειλήφει καὶ τὸν υἱὸν τὸν ∆ημήτριον ἐν ̔Ρώμῃ ὁμηρεύοντα. τοῖς δ' Αἰτωλοῖς σπονδαὶ οὐκ ἐγένοντο· οὐ γὰρ ἐλαττωθῆναί τι κατεδέξαντο. ̓Επὶ δὲ τὸν ̓Αντίοχον οἱ ̔Ρωμαῖοι τοὺς Σκιπίωνας εταξαν τόν τε ̓Αφρικανὸν καὶ τὸν ἀδελφὸν αὐτοῦ Λούκιον. οι τοῖς μὲν Αἰτωλοῖς ἀνοχὴν εδοσαν, ιν' ἐς τὴν ̔Ρώμην αυθις ὑπὲρ τῆς εἰρήνης πρεσβεύσωνται, ἠπείγοντο δ' ἐπὶ τὸν ̓Αντίοχον, καὶ ἐπὶ Μακεδονίαν ἐλθόντες, συμμάχους τε λαβόντες ἐκ τοῦ Φιλίππου, ἐπὶ τὸν ̔Ελλήσποντον ηλασαν. καὶ ἐς τὴν ̓Ασίαν περαιωθέντες τὰ πλεῖστα τῶν παραθαλασσίων κατέλαβον προκατειλημμένα παρὰ τῶν ἐκεῖ προαπελθόντων ̔Ρωμαίων, πρὸς δὲ καὶ τοῦ Εὐμένους καὶ τῶν ̔Ροδίων, οι καὶ τὸν ̓Αννίβαν ναῦς τινας ἐκ Φοινίκης αγοντα περὶ Παμφυλίαν ἐνίκησαν. καὶ Εὐμένης δὲ καὶ Ατταλος ὁ ἀδελφὸς αὐτοῦ τὴν χώραν ἐκάκουν τοῦ ̓Αντιόχου, καὶ πόλεις αἱ μὲν βίᾳ, αἱ δ' ἑκούσιαι πρὸς 2.308 τοὺς ̔Ρωμαίους μεθίσταντο, ωστε ἐκ τούτων ἀναγκασθῆναι τὸν ̓Αντίοχον τὴν Εὐρώπην τε παντελῶς ἐκλιπεῖν καὶ τὸν υἱὸν Σέλευκον ἀπὸ τῆς Λυσιμαχίας ἀπαγαγεῖν. ον ἐπανελθόντα σὺν δυνάμει ἐπὶ τὴν