315
πόσοι. omicron.1464 Οροσ. ὁ τὸ ον τὶ ειναι δηλῶν, η λόγος ἐκ τῶν καθόλου καὶ κοινῶν ιδιόν τι ἀποτελῶν. οιον ανθρωπος, ζῶον, λογικὸν, θνητὸν, νοῦ καὶ ἐπιστήμης δεκτικόν. καὶ ἰδοὺ ἐκ τῶν καθόλου καὶ κοινῶν ιδιόν τι ἀπετέλεσε. τουτέστι τὸν ανθρωπον. καὶ ἐκ μὲν τῶν καθόλου ἐστὶ ζῶον, ἐκ δὲ τῶν κοινῶν τὸ λογικόν. οὐ μόνον γὰρ ὁ ανθρωπος ἐστὶ λογικὸν, ἀλλὰ καὶ αγγελοι καὶ δαίμονες. ειληπται δὲ ορος ἀπὸ τῶν τῆς γῆς ὁροθεσίων. ωσπερ γὰρ τὰ ὁροθέσια χωρίζει τήν τε γῆν ἀπὸ τῆσδε, καὶ ἑκάστης τὸ ιδιον φυλάσσει, τὸν αὐτὸν τρόπον καὶ ὁ ορος τοῦ ἀνθρώπου χωρίζει τὸν ανθρωπον ἀπὸ τοῦ ιππου καὶ τῶν ὁμοίων. γίνεται δὲ ἀπὸ τοῦ ειρω, τὸ συνάπτω καὶ συμπλέκω. ὡς σπείρω σπόρος, ουτως καὶ ειρω ορος. ἐπὶ δὲ τοῦ οὐδετέρου τὸ ορος τὸ ἀπὸ γῆς εἰς υψος αἰρόμενον. η παρὰ τὸ ορω, τὸ ὁρμῶ, παράγωγον ὀρούω, γίνεται ορος. καὶ περισπώμενον λέγεται ὀρῶ. ενθεν τὸ εἰκὸς, ὀρεῖται. η παρὰ τὸ ὁρᾷν εἰς υψος δι' αὐτοῦ. ̔Ορισμόσ. δήλωσις πράγματος διὰ λόγου, ου χωρὶς οὐδὲ τί ἐστιν, οὐδ' οτι ἐστὶ, γνωρίζεται. ̓Ορόδαμνος καὶ ορπηξ. ἐπὶ τοῦ κλάδου. παρὰ τὸ ὀρούειν κατὰ τὴν αυξησιν. Ορπηξ. ὁ κλάδος. παρὰ τὸ ερπειν καὶ ὀρούειν εἰς υψος πεποίηται. κλίνεται ορπηξ ορπηκος. ̓Ορτάλιχοσ. ὁ νεοσσός. παρὰ τὸ γλίχεσθαι ὀρούειν καὶ πέτεσθαι. ̓Ορυγμαδόσ. θόρυβος, τάραχος, κραυγή. ὁ ἐν ορει γινόμενος. παρὰ τὸ ορος καὶ τὸ ὁμαδὸς, ο ἐστιν ὁ θόρυβος. οἱ δὲ φασὶ παρὰ τὸν θόρυomicron.1465 βον, θορυβάξω, θορύβαγδος, καὶ μεταθέσει τοῦ ˉβ εἰς τὸ ˉμ καὶ ἀποβολῇ τοῦ θ ὀρυμαγδός. καὶ ἐπὶ τοῦ ἁπλῶς θορύβου. ̓Ορφανόσ. ὁ μή τινα εχων βοηθόν. παρὰ τὸ οροφος ὀροφανὸς καὶ ὀρφανός. Ορχαμοσ. ὁ ἡγεμών. παρὰ τὸ αρχω αρχαμος καὶ ορχαμος. ὡς πάρδαλις ἡ δορά. καὶ πόρδαλις τὸ ζῶον. Ορχατοσ. ἡ ἐπίστιχος φυτεία. δι' ης διερχόμεθα. διαφέρει ὀρχὸς ὀρχάτου. ὀρχὸς γάρ ἐστιν ὁ βόθρος, πρὸς ον ἐντίθεται τὸ φυτὸν πρὸς μοσχείαν. παρὰ τὸ ὀρύσσω. ορυχον τινὰ οντα. καὶ ̓Αριστοφάνης τὸ μεταξὺ τῶν φυτῶν μετόρχμιον ἐκάλεσεν ἐν τοῖς Γεωργοῖς. ὁ δὲ ̔Ησίοδος ορχον λέγει τὴν ἐπίστιχον τῶν ἀμπέλων φυτείαν. -παρὰ δέ σφισιν ορχος χρύσεος ην-. ̓Απίων δὲ ἐτυμολογεῖ παρὰ τὸ ορυσθαι τὴν γῆν πρὸς φυτείαν. omicron.1466 ̓Οργιῶνεσ. οἱ θύται. παρὰ τὰ οργια, ο ἐστι τὰ θεῖα μυστήρια. ̓Οῤῥόσ. τὸ γάλα. Οροι. οἱ ἀριθμοί. ̓Οριτρόφοσ. ὁ ἐν ορει τρεφόμενος, ἰῶτα. γράφεται διὰ τὸ ˉτ καὶ τὸ ˉρ. (Θηλυκόν.) Ορασισ. διὰ τὸ τοὺς ορους, τουτέστι τὰ πέρατα τῶν σωμάτων, καταλαμβάνειν. ̓Οργή. θυμὸς ἐμμένων η πάθος δαιμονιῶδες. ̓Οργή. τρόπος. ουτως Θουκυδίδης. ̓Οργυιά. τὸ ἐξηπλωμένον μέτρον τῶν χειρῶν η τὴν εκτασιν τῶν χειρῶν σὺν τῷ πλάτει τοῦ στήθους. παρὰ τὸ ὀρέγειν καὶ ἐκτείνειν τὰ γυῖα, ο ἐστι τὰς χεῖρας. † ̓Ορειβασία.† Ορεξισ. ἐπιθυμία. η τοῦ ἐπιθυμητικοῦ τῆς ψυχῆς μέρους κίνησις. † ̓Ορθωσία.† omicron.1467 ̔Ορμή. ορεξις ἐνεργητικὴ τῶν ἐφ' ἡμῖν πρακτέων. η ὁρμή ἐστιν εμμονος λύπη καὶ διαρκὴς πρὸς τὴν τῶν ἠδικηκότων ἀντίδοσιν. ̔Ορμὴ καὶ ἡ κίνησισ. ̓Οροφή. ἡ στέγη. ̓Ορομηλίσ. τὸ ἀγριόμηλον. † ̓Οῤῥωδία. ὁ φόβος.† ̓Ορτή. ἀπὸ τοῦ ἑορτὴ κατὰ συγκοπήν. ̓Ορφνή. σκοτεινὴ νὺξ η μέλαινα. νύκτα δι' ὀρφναίην-. παρὰ τὸ ἐρέφω, τὸ σκέπω, γίνεται ὀροφὴ καὶ ὀρφνὴ κατὰ πλεονασμὸν τοῦ ˉν καὶ συγκοπήν. ̔Ορκωμοσίαν. τὸ ἀμετάθετον λέγει ὁ ̓Απόστολος· ὁ δὲ μετὰ ὁρκωμοσίας διὰ τοῦ λέγοντος πρὸς αὐτόν· ωμοσε κύριος τῷ ∆αβὶδ καὶ οὐ μεταμεληθήσεται, σὺ ἱερεύς. (Οὐδέτερον.) Οργανον. παρὰ τὸ ὀρέγω ὀρέγανον καὶ οργανον. Οργια. τὰ ἱερὰ μυστήρια. κυρίως δὲ τὰ ∆ιονυσιακὰ διὰ τὸ ἐν ταῖς ὀργάσιν αὐτὰ ἐπιτελεῖomicron.1468 σθαι. η διὰ τὸ ὀργᾷν καὶ ἐπιθυσιάζειν. ὀργὰς δέ ἐστι γῆ ἐν Μεγάροις ουτω καλουμένη. Οργανον. δοῦλος αψυχος. ̓Ορεικὸν ζεῦγοσ. ἀειδουρικὸν η ἡμιονικόν. Ορθιον. ορος. Ορθριον. τὸ ὀρθρινόν. ̔Ορακήσιον. τόπος. Οριον. ἀνυπέρβατος στάσις. ορειον δὲ πρέμνον, δίφθογγον. ̓Ορίγανον. βοτάνη. ωφειλε διὰ διφθόγγου γράφεσθαι. καὶ γὰρ παρὰ τὸ ορει δοτικὴ καὶ τὸ γάνος, ο σημαίνει τὴν χαρὰν, γέγονεν ὀρίγανον. τὸ γὰρ ὀρίγανον ἐν τῷ ορει χαίρει. η ἐκ τοῦ ὁρᾷν καὶ τοῦ γανῶ, τὸ λαμπρύνω· ὁρᾷν γὰρ καλῶς ποιεῖ τὸ ὀρίγανον. ὁ δὲ