315
τῷ θανάτῳ, καὶ ἐν τοῖς τάφοις τὰ τούτων 80.1952 ὀστᾶ σκεδασθήσονται. Παρὰ τὸν ᾅδην γὰρ τοὺς τά φους ἐκάλεσεν. ηʹ. "Ὅτι πρὸς σὲ, Κύριε, Κύριε, οἱ ὀφθαλμοί μου, ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου." Ἐγὼ δὲ οὐδενὶ τῶν ἀνθρωπίνων θαῤῥῶ, ἀλλὰ τὴν σὴν προσμένω βοήθειαν, καὶ παρακαλῶ ταύτης τὴν ἐμὴν μὴ γυμνωθῆναι ψυχήν. θʹ. "Φύλαξόν με ἀπὸ παγίδος, ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνο μίαν." Τῶν παγίδων τούτων καὶ τῶν σκανδάλων ἐμνημόνευσε καὶ ἐν τῷ πρὸ τούτου ψαλμῷ. Παγίδας δὲ καὶ σκάνδαλα τὰς ἐπιβουλὰς καλεῖ, ὧν ἀπαλλα γῆναι παρακαλεῖ. ιʹ. "Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτοῦ οἱ ἁμαρ τωλοί." Τουτέστι, τοῦ Θεοῦ. Οἱ γὰρ τοῖς ἄλλοις τὰς παγίδας πηγνύντες, καθάπερ τινὶ δικτύῳ, τῇ θείᾳ συλληφθήσονται τιμωρίᾳ, καὶ ἅπερ δρῶσιν ὑπομε νοῦσιν, καὶ πείσονται ἃ τοῖς ἄλλοις ἐπάγουσιν. "Καταμόνας εἰμὶ ἐγὼ, ἕως οὗ παρέλθω." Ἐγὼ δὲ τούτων κεχωρισμένος διατελέσω, ἕως ἂν δέξωμαι τοῦ βίου τὸ πέρας.
ΡΜΑʹ ΨΑΛΜΟΥ. αʹ. "Συνέσεως τῷ ∆αβὶδ, ἐν τῷ εἶναι αὐτὸν ἐν τῷ σπηλαίῳ προσευχόμενον."
∆ήλη τοῦ ψαλμοῦ ἡ ὑπόθεσις. ∆ιωκόμενος γὰρ ὁ θεῖος ∆αβὶδ ὑπὸ τοῦ Σαοὺλ, καταφεύγει μὲν ὑπὸ τὸ σπήλαιον, καὶ ἐν τοῖς ἐνδοτάτοις τούτου κατακρύπτεται χωρίοις. Εἶτα θεασάμενος τὸν Σαοὺλ ἐκεῖ καταχθέντα, τὴν μὲν δειλίαν τῆς διανοίας ἐξήλασε· τὴν δὲ θείαν ἐπικου ρίαν ἐκάλεσε, καὶ ταύτης τετύχηκε. βʹ. "Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην." Καὶ ἐντεῦθεν δῆλον, ὡς κραυγὴν τὴν τῆς διανοίας προθυμίαν καλεῖ. Πῶς γὰρ ἂν ἐκέκραξε φωνῇ χρησάμενος ὁ κρυπτόμενος, καὶ λαθεῖν προθυμούμενος; Λέγει τοίνυν, ὅτι Μετὰ πάσης προθυμίας ἱκέτευσα τὸν Θεόν. γʹ. "Ἐγχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλίψιν μου ἐνώπιον αὐτοῦ ἐπαγγελῶ." Καὶ τὴν συμφορὰν, φησὶν, αὐτῷ πεποίηκα δήλην, καὶ τὴν ὑπὲρ ταύτης ἱκετείαν ἐπιμελῶς προσενήνοχα· τὸ πολὺ δὲ τῆς δεήσεως διὰ τοῦ ἐκχεῶ παρεδήλωσεν. δʹ. "Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου." Ταῦτα δὲ ἔδρων τὴν ὑπερβολὴν θεώμενος τῶν κα κῶν· παρ' αὐτὸν γὰρ ἐσκηνούμην τὸν θάνατον. "Καὶ σὺ ἔγνως τὰς τρίβους μου." Πάντα δῆλά σοι τὰ ἐμὰ, καὶ οὐδὲν τῶν ἐμῶν πράξεων τὸν σὸν ἔλαθεν ὀφθαλμόν. "Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι." Καὶ οἱ θηρεύοντες τῶν θηρίων τὰς ὁδοὺς ἀνιχνεύουσι, καὶ ἐν ἐκείναις ἱστᾶσι τὰ θήρα τρα. Τούτους μιμούμενος ὁ Σαοὺλ, περιεργαζόμενος τὰ κατὰ τὸν ∆αβὶδ διετέλει, καὶ ἔνθα διάγειν αὐτὸν ἐμάνθανεν, ἐκεῖ ταῖς ἐνέδραις ἐκέχρητο. Τοῦτο καὶ 80.1953 ὁ διάβολος δρᾷ· καὶ τῷ μὲν ὁδεύοντι τὴν τῆς σω φροσύνης ὁδὸν, τίθησι τῆς φιληδονίας τὴν πάγην· τῷ δὲ ἐλεημοσύνῃ χαίροντι, τῆς κενοδοξίας τὸ δίκτυον· τῷ ἀφιλοχρημάτῳ, τῆς πλεονεξίας τὰς ἀφορμάς· τῇ παρθενίᾳ τὴν ἀλαζονείαν, καὶ ἁπαξ απλῶς ἑκάστῳ βίῳ τὸν εὐθήρατον λόχον. εʹ. "Κατενόουν εἰς τὰ δεξιὰ, καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με." Οὐδένα, φησὶν, οὐδαμόθεν ἑώρων ἐπίκουρον. ∆εξιὰ γὰρ τὸ πρᾶγμα τῶν εὐνουστέρων ἐκάλεσεν. "Ἀπώλετο φυγὴ ἀπ' ἐμοῦ, καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου." Ἀφύκτοις ἕρκεσι περιέπεσα, καὶ πόρον οὐχ εὑρίσκω φυγῆς, οὐδὲ τὸν ἐπαμυνόμενον. ʹ. "Ἐκέκραξα πρὸς σὲ, Κύριε, εἶπα· Σὺ εἶ ἡ ἐλ πίς μου." Σὲ τοίνυν ἱκετεύω, οὗ τὰς ἐμὰς ἐλπίδας ἐξήρτησα. "Μερίς μου εἶ ἐν γῇ ζώντων. [ζʹ.] Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα." Πολλά κις ὁ θεῖος ∆αβὶδ μερίδα οἰκείαν ἐκάλεσε τὸν Θεόν· καὶ νῦν δὲ ὡσαύτως τοῦτο πεποίηκεν. Οὐδεμίαν γὰρ, φησὶν, ἄλλην ἔχω βοήθειαν, ἀλλὰ σὲ μόνον ἐπίκουρον, καὶ διὰ σοῦ τυχεῖν ἀντιβολῶ τῆς ζωῆς. Ταπείνωσιν δὲ τὰς συμφορὰς ἐνταῦθα καλεῖ. Τοῦτο γὰρ καὶ ὁ Σύμμαχος παρεδήλωσεν, Ἀκρόασαι τὰς λαλιάς μου, ὅτι ἠτόνησα σφόδρα. "Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ." Ἰσχυρότεροί μοι γεγένηνται οἱ πολέμιοι· διὰ δὲ τῆς σῆς ῥοπῆς τὰς τούτων διαφεύξομαι χεῖρας. ηʹ. "Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι