315
ἀσφαλὲς ἔχειν, μήτε κανόνος θεσπίζοντος μήτε τοῦ θεσπεσίου ἡμῶν ἱεράρχου ἀπείργοντος ἡμᾶς τοῦτο δέχεσθαι; ἢ οὐχὶ μᾶλλον ἀναιρετικόν ἐστι μετανοίας καὶ ἀπογνωστικόν ἐστι σωτηρίας τὸ τὸν ἀξιούμενον μετέχειν τῶν ἁγιασμάτων καὶ σημειοῦν ἑαυτὸν τῇ σταυροειδεῖ εἰκόνι μὴ ἐξεῖναι σφραγίζειν βρῶμα κοινὸν εἴτε ἰδίᾳ εἴτε δημοσίᾳ; ἢ οὐκ ἴσμεν ὅτι ὁ ἀγαθὸς ἡμῶν θεὸς καὶ Κύριος, ὁ μόνος ἀναμάρτητος καὶ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ὑπὸ πόρνης τοὺς ἀχράντους πόδας ἠνέσχετο καὶ χειραπτεῖσθαι καὶ ὑπαλείφεσθαι δάκρυσιν ὥσπερ καὶ μύρῳ; ἀλλὰ καὶ μετὰ τελωνῶν ἐσθίει καὶ παρὰ τελώναις καὶ μαθητεύει τελώνας· καὶ οὐδὲν αὐτῷ οὕτω φιλητὸν ὡς τὸ ἐπιστρεπτικὸν ἐξ ἁμαρτίας καὶ ἀγαπητικὸν ἐπ' ἀλλήλοις. ἐντεῦθεν καὶ χαρακτηρίζεσθαι τοὺς μαθητὰς αὐτοῦ ὑπογράφει, καί γε τὸν μακάριον Πέτρον μετὰ τὴν ἄρνησιν πρώταρχον τῶν λοιπῶν ἀποστόλων ἀναδείκνυσιν· οὗ τί μεῖζον εἰς παράστασιν τοῦ προκειμένου λόγου; τί δὲ ἀσυνετώτερον τῶν ἀμαθῶς καὶ οἰηματικῶς μὴ καταδεχομένων σφραγίζειν καὶ προσεύχεσθαι τοὺς ἤδη τῇ μετανοίᾳ βελτιωθέντας; Ἡμεῖς τοιγαροῦν οἱ ταπεινοὶ οὕτως ἔχομεν, ὡς προείρηται, καὶ ὑμῖν συμβουλεύομεν, ἄλλοι δέ, ἄλλως ἔχοντες, ὄψονται περὶ τούτου. πρὸς ἃ δὲ ὁ ἀδελφὸς ἡμῶν Συμεὼν ἠρώτησεν, ἀπεκρίθημεν, καὶ ἐφιέμεθα ἐν πᾶσι πρὸς ἀνάπαυσιν ὑμῶν εἶναι τῶν σεβασμίων οἱ ταπεινοὶ καὶ εὐχόμεθα ἀσινεῖς ὑμᾶς διαφυλάττεσθαι ἐν πᾶσιν. 488 {1Κατηχητικὴ πρὸς τοὺς ἐν Κυζίκῳ}1 Ἡδέως εἴδομεν τοὺς περὶ τὸν ἀδελφὸν Συμεών, τὸν εἰς κεφαλὴν ὑμῶν τεταγμένον, τὸ μὲν διὰ τὴν τοῦ χρόνου ἀπουσίαν, τὸ δὲ διὰ τὴν καλὴν πολιτείαν· ἀγαθὴ γὰρ πολιτεία καὶ αὐτῷ καὶ ὑμῖν τὸ τοσούτους ἐπὶ τὸ αὐτὸ ἀδελφοὺς συζῆν ἐν δεδιωγμένοις χρόνοις· ὅπου γὰρ δύο ἢ τρεῖς τυγχάνοιεν ὄντες, ἐπαίνου ἄξιον, ὡς τοῦ Χριστοῦ μεσιτεύοντος κατὰ τὴν ἐπαγγελίαν, τὸ δὲ τοσούτους εἶναι, ὅλον μοναστήριον καὶ μεγάλην συνοδίαν, ἀναντίρρητον τὸ ἐγκώμιον. καὶ χάρις Κυρίῳ, ὃς ἔδωκεν ὑμῖν ἐν ἑνὶ πνεύματι, μιᾷ ψυχῇ συναθλεῖν τῇ πίστει τοῦ εὐαγγελίου καὶ διαφέρειν ἐν ταὐτῷ τὸν ἀσκητικὸν βίον δίαθλον καὶ διαυγῆ καὶ διαστεφῆ ἀγῶνα ἐν τούτῳ περαιοῦσθαι. ἐβουλόμεθα δὲ καὶ ὑμᾶς αὐτοὺς τοὺς ἀπόντας κατ' ὀφθαλμοὺς ἰδεῖν καὶ συμπαρακληθῆναι τῇ κοινωνίᾳ τοῦ πνεύματος, ὡς ἂν καὶ τοὔνομα καὶ πρόσωπον καὶ ἦθος καὶ λόγον ἑνὸς ἑκάστου κατεμάθομεν· ἀλλ' ἐπεὶ τοῦτο ἠδυνάτει γενέσθαι, εἴδομεν ὑμᾶς ἤδη διὰ τοῦ προηγουμένου καὶ τῶν ὁμοταγῶν ὑμῶν, ὧν ἡ θέα ἔθρεψεν ἡμῶν τὰς καρδίας, εὐλαβείᾳ κεχαρακτηρισμένη. Τί οὖν ἐστι λοιπὸν εἰπεῖν; ἵνα, καθὼς χάριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἠθροίσθητε καὶ συνηρτήθητε ἁρμονίᾳ πνευματικῇ καὶ συμψυχίᾳ ὁμονοητικῇ, διαλάμψαντες ἐν τοῖς αὐτόθι καθάπερ τινὲς ἀστέρες ἐν τῇ ζοφερᾷ τῆς αἱρέσεως νυκτί, καὶ πρὸς τὸ ἑξῆς οἱ αὐτοὶ διαμείνοιτε, σύμψυχοι, τὸ ἓν φρονοῦντες, ὁμογνώμονες, ὑποτακτικοί, πειθήνιοι, εὐήκοοι, εὐχάριστοι, εὔκλητοι, φίλαγνοι, σώφρονες, ἀπαρρησίαστοι, ἄρτιοι, κατηρτισμένοι ἐν παντὶ ἔργῳ ἀγαθῷ, ἔτι λάμποντες, ἔτι αὐγάζοντες, ἔτι φωτοβολοῦντες, ἔτι ἁλίζοντες, ὡς ἂν καὶ περὶ ὑμῶν εἰκότως ῥηθείη ὑπὸ τοῦ Κυρίου· ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου· καὶ αὖθις· ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς. τάχα δὲ ἐπειδὴ τὴν ὀρεινὴν κατοικεῖτε, καταλλήλως ἐπᾴδοιτο κἀκεῖνο περὶ ὑμῶν, οὐ δύναται πόλις κρυβῆναι, ἐπάνω ὄρους κειμένη, ὄρους, δηλαδὴ ὑψηλῆς πολιτείας, ἐφ' ᾗ οἱ ἐπιβεβηκότες ὡς ἐν οὐρανῷ ἐπὶ τῆς γῆς διατρίβουσιν, ὧν οὐκ ἄξιος ὁ κόσμος κατὰ τὸ ἀποστολικῶς εἰρημένον. Βλέπετε, τέκνα καὶ ἀδελφοί, ὅπως ὑμᾶς ἦρεν ὁ λόγος τῆς ἀληθείας, ἄνω θεὶς τοῖς ἐγκωμίοις καὶ ὑποδείξας ἀληθινοὺς εἶναι μοναστάς, ὁμολογητὰς Χριστοῦ, φυγάδας κόσμου, ἄνδρας ἐπιθυμιῶν τῶν κρειττόνων, σαρκὸς παθοκτόνους, στεφανίτας ἐν πνεύματι. καὶ ταῦτα μὲν λόγοι γυμνοὶ τῆς ἀνταποδόσεως ἄρτι· ἐὰν δὲ τὸν ἀγῶνα ὑμῶν τῆς τε ὑποταγῆς καὶ ὁμολογίας ἐκτελέσητε κυριώτατα, τηνικαῦτα μεταβαίνοντες τοῦ βίου τὴν τῶν ἔργων ἀπολήψεσθε μακαριότητα, ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι