ἐστι τοῦ «μεγάλα στενάχοντας». (ῃ. 507) Εἰσὶ δὲ τοιοῦτοι κατὰ τὸν ποιητὴν οἱ ἱέμενοι φοβέεσθαι, ἤγουν φεύγειν. Φησὶ γὰρ «σχέθον ἵππους φυσιόωντας ἱεμένους φοβέεσθαι». ὠνοματοπεποίηται δὲ καὶ τὸ φυσιόωντας, καθὰ καὶ αἱ φῦσαι καὶ τὸ φυσᾶν, καὶ ἐκτείνει κατ' ἐκεῖνα τὴν ἄρχουσαν. (ῃ. 506 ς.) Ἰστέον δὲ ὡς δίφρων ἤδη πολλῶν ἀποβαλλόντων τοὺς ἐπ' αὐτῶν, καθὰ ἐρρέθη, ἔνθα καὶ αὐτοὶ ἀνεκυμβαλίαζον καὶ αἱ ἵπποι μεγάλα στενάχοντο μόναι καθ' ἑαυτὰς θέουσαι, φησὶν ἐνταῦθα ὁ ποιητὴς ὅτι «Μυρμιδόνες αὐτοῦ», ἤγουν αὐτόθι, ἐκεῖ, «σχέθον ἵππους φυσιόωντας, ἱεμένους φοβέεσθαι», ἤγουν σπεύδοντας εἰς φυγήν, «ἐπεὶ λίπον ἅρματ' ἀνάκτων», μετὰ τὴν ὅλην κατὰ τὸν Σαρπηδόνα περιπέτειαν ἐν δυσὶ τούτοις μόνοις ἔπεσι τῶν τοιούτων ἵππων μνησθείς, ὡς αὐτῷ ἔδοξεν, εἶτα πάλιν εὐθὺς τῆς κατὰ τὸν Γλαῦκον ἀκολουθίας γενόμενος, ἵνα καὶ οὕτως ἀμυδρὰν γοῦν τινα παρεξαλλαγὴν ἐνθήσει τῷ λόγῳ πρὸς γῆθος τοῦ ἀκροατοῦ. θηλυκῶς δὲ τὰς ἵππους εἰπὼν ἐκεῖ, ἀρρενικῶς ἐνταῦθα ἵππους ἔφη φυσιόωντας, ὡς ἐξὸν ὂν ἀμφοτέρως φράσαι. Τὸ δὲ «ἐπεὶ λίπον ἅρματ' ἀνάκτων», ὃ καὶ προγέγραπται, ὅπου ἐν πρώτῳ ῥυμῷ ἵπποι κατέαξαν τὰ τοιαῦτα, καὶ ἀνάμνησιν τῶν φθασάντων τίθεται, καὶ τριῶν τούτων ὄντων, ἁρμάτων, ἵππων, καὶ Λυκίων ἁρματηλατῶν, μόνους περισεσῶσθαι ἱστορεῖ, τὸ οἴκτιστον. (ῃ. 508-26) Ὅτι Γλαύκῳ «αἰνὸν ἄχος γένετο φθογγῆς ἀΐοντι», τοῦ Σαρπηδόνος προκαλουμένου μάχεσθαι περὶ αὐτοῦ, «ὠρίνθη δέ οἱ ἦτορ, ὅτ' οὐ δύνατο προσαμῦναι, χειρὶ δ' ἑλὼν ἐπίεζε βραχίονα· τεῖρε γὰρ αὐτὸν ἕλκος, ὃ δή μιν Τεῦκρος» φθάσας ἔβαλεν ἰῷ, ὅτε δηλαδὴ κατὰ τοῦ 3.892 τείχους ἔβαινεν. εὐχόμενος δ' ἄρα εἶπεν Ἀπόλλωνι, ὅσα ἐν παραφράσει τις εἴποι ἂν ἢ καὶ παρῳδήσας πρὸς τὸν θεραπεῦσαι δυνάμενον, εἴ τι περὶ χεῖρα ἢ ἀλλαχοῦ που πάθοι. «κλῦθι ἄναξ». καὶ μετ' ὀλίγα «δύνασαι δὲ ἀκούειν ἀνέρι κηδομένῳ, ὡς νῦν ἐμὲ κῆδος ἱκάνει. ἕλκος μὲν γὰρ ἔχω τόδε κρατερόν, ἀμφὶ δέ μιν χεὶρ ὀξείαις ὀδύναις ἐλήλαται, οὐδέ μοι αἷμα τερσῆναι δύναται, βαρύθει δέ μοι ὦμος ὑπ' αὐτοῦ, ἔγχος δ' οὐ δύναμαι σχεῖν ἔμπεδον, οὐδὲ μάχεσθαι ἐλθὼν δυσμενέεσσιν. ἀνὴρ δ' ὤριστος ὄλωλε, Σαρπηδὼν ∆ιὸς υἱὸς ὃ δ' οὐδ' ᾧ παιδὶ ἀμύνει. ἀλλὰ σύ πέρ μοι, ἄναξ, τόδε κρατερὸν ἕλκος ἄκεσσαι, κοίμησον δ' ὀδύνας, δὸς δὲ κράτος, ὄφρα Λυκίους ἐποτρύνω, αὐτός τ' ἀμφὶ νέκυϊ κατατεθνειῶτι μάχωμαι». καὶ οὕτω μὲν ὁ Γλαῦκος. (ῃ. 527-31) Ἀπόλλων δὲ ἐπακούσας «αὐτίκα παῦσεν ὀδύνας, ἀπὸ δ' ἕλκεος ἀργαλέοιο αἷμα μέλαν τέρσηνε, μένος δέ οἱ ἔμβαλε θυμῷ», ἢ διὰ τῆς ὑγείας ἢ καὶ ἄλλως μυθικώτερον. «Γλαῦκος δὲ ἔγνω ἐν φρεσὶ γήθησέν τε ὅττι οἱ ὦκα ἤκουσε μέγας θεὸς εὐξαμένοιο», οἷα μαθὼν ἐντεῦθεν θεοφιλὴς εἶναι. Καὶ ὅρα καὶ νῦν ὡς οὐ κατὰ τοὺς ἐν Ἕλλησιν ἀθέους καὶ τοὺς Περιπατητικοὺς λήρους ἀργὰ δοξάζει τὰ τῆς εὐχῆς Ὅμηρος, ἀλλὰ τὰς εὐλόγους εὐχὰς εἰσακουομένας ποιεῖ, καὶ οὐχ' ἁπλῶς, ἀλλὰ αὐτίκα καὶ ὦκα. Ἐν τούτοις δὲ εἰπὼν «κλῦθι ἄναξ», καὶ ἐπαγαγὼν τὸ «ὅς που Λυκίης ἐν πίονι δήμῳ εἶς ἢ ἐνὶ Τροίῃ», ἐπάγει φιλόσοφον ἔννοιαν περὶ θεοῦ τὸ «δύνασαι δὲ σὺ πάντοσ' ἀκούειν ἀνέρι», ὡς εἴρηται, «κηδομένῳ», ἤγουν ἀνδρὸς κηδομένου. καὶ τοῦτο μὲν ὑπαλλάττεται ἀντιπτωτικῶς. Τὸ 3.893 δέ γε εἰπεῖν ὅττι οἱ ἤκουσεν, ὡς ἐρρέθη, θεὸς εὐξαμένοιο, τῇ παραθέσει τῆς δοτικῆς καὶ τῆς γενικῆς, ἀλλοίαν ἔχει ἐναλλαγήν, σολοικοφανῆ μέν, θεραπευομένην δὲ τῇ συγγενείᾳ τῆς γενικῆς καὶ τῆς δοτικῆς, καὶ τῷ μηδαμοῦ σολοικίζεσθαι τὸν πλαγιασμόν. διὸ ταὐτὸν εἰπεῖν, ὅττι οἱ θεὸς ἤκουσεν εὐξαμένῳ, καὶ θεὸς ἤκουσεν εὐξαμένοιο. τοιοῦτον καὶ τὸ «Ἀχιλλῆος ὀλοὸν κῆρ γηθεῖ» φόνον Ἀχαιῶν «δερκομένῳ», καὶ τὸ «τῆς δ' αὐτοῦ λῦτο γούνατα σήματ' ἀναγνούσῃ», καὶ «ὣς τῶν ὕπνος ὑπὸ βελφάροισιν ὄλωλε νύκτα φυλασσομένοισι», καὶ «ἡμῖν δὲ κατεκλάσθη φίλον ἦτορ δεισάντων φθόγγον βαρύν». καὶ οὕτω μὲν ταῦτα. (ῃ. 514) Τὸ δὲ «Λυκίης ἐν δήμῳ εἶς» ἀντὶ τοῦ ὑπάρχεις, ἐκ τοῦ εἰμί, ἢ διατρίβεις ἐκ τοῦ εἶμι. ἡ δὲ χρῆσις τούτου πολλὴ καὶ ἐν Ὀδυσσείᾳ, ὡς καὶ ἐν Ἰλιάδι. Τὸ δὲ ἐν Λυκίᾳ νῦν τὸν Ἀπόλλωνα τυχὸν διατρίβειν κατ' ἐξαίρετον ἔφη, ὡς τοῦ