316
ὄντων πεζεύειν διὰ τὸ γῆρας. καὶ γενόμενοι παρὰ τὸ ἐν Χριστουπόλει τείχισμα, ἐπεὶ ἀντέχειν οὐχ οἷοί τε ἦσαν οἱ φρουροῦντες πρὸς τοσαύτην δύναμιν, πολλαχοῦ διατεμόντες, ἐκείνων ἐκλιπόντων, διέβησάν τε καὶ ηὐλίσαντο ἐγγὺς τὴν νύκτα. 2.347 νζʹ. Φεραῖοι δὲ πυθόμενοι περὶ τῆς στρατιᾶς τῆς Περσικῆς, ὅτι μέλλει διιέναι κατ' αὐτοὺς, καὶ τήν τε βλάβην δείσαντες, ἣν κακώσειν ἔμελλεν αὐτοῖς τὴν χώραν, ἄλλως τε καὶ μίσει τῷ πρὸς βασιλέα δυσχεραίνοντες, μὴ ὑπὸ τῶν Περσῶν ὠφεληθείη, ἔγνωσαν δεῖν παράγειν τὸν ἄρχοντα τῆς στρατιᾶς, καὶ γράμματα πλασάμενοι ὡς ἐκ βασιλέως ἔπεμπον πρὸς αὐτόν. ἃ μετὰ τὸ προσαγορεύειν πολλὴν ὁμολογοῦντα χάριν τῆς εἰς αὐτὸν εὐνοίας, ὅτι πολλὴν ὑπέμεινε καὶ πόνον καὶ δαπάνην δι' αὐτὸν, ἔπειτα ἐκέλευεν ἀναστρέφειν, ἐξ οὗπερ ἂν ἐγγένοιτο τοῖς γράμμασι τόπου περιτυχεῖν, μὴ καὶ ἄκων βλάψῃ νομίζων ὠφελεῖν. ἐκεῖνον γὰρ ἐν ἐσχατιαῖς τῆς Τριβαλῶν διατρίβειν γῆς, ὅθεν οὐ ῥᾴδιον ἐπανελθεῖν νυνί. εἰ δ' αὐτοὶ χωροῖεν πρὸς ἐκεῖνον διὰ μέσης τῆς γῆς τῶν Τριβαλῶν, δέος μὴ αὐτῶν ὁ ἄρχων ἀντὶ φιλίας, ἣν ἐνδείκνυται πρὸς αὐτὸν νυνὶ, πρὸς ἔχθραν καὶ ὀργὴν μεταστραφῇ καὶ διάθηται κακῶς, ὡς αἴτιον πολέμου βαρβαρικοῦ καὶ φθορᾶς αὐτῷ γεγενημένον. τοιαῦτα μὲν οὖν τὰ γράμματα ἐκέλευεν. Ἀμοὺρ δὲ ἐπεὶ ἀνέγνω, τῶν μὲν συνεσκευασμένων ὑπώπτευεν οὐδὲν, νομίσας δὲ ἐκ βασιλέως εἶναι ἀληθῶς, ἀμφιβόλοις λογισμοῖς ἐπάλαιεν, εἰ δεῖ ἀναστρέφειν κατὰ τὰ κεκελευσμένα, ἢ ἥκειν πρὸς αὐτὸν, ὡς δυσχερὲς ὂν αὖθις εἰς ἀναζήτησιν ἐκείνου μετὰ τοσαύτης στρατιᾶς ἐλθεῖν. τοιαῦτα δὲ αὐτῷ λογιζομένῳ τῆς νυκτὸς, χειμὼν ἐξαίσιος ἐπιγενόμενος, ὡς καὶ διακοσίους τῷ στρα 2.348 τοπέδῳ ὑπὸ κρύους ἐναποθανεῖν, ἠγάγκασεν ἀναστρέφειν, πολλὰ καὶ τῶν γραμμάτων πρὸς τὴν ἐπάνοδον συναραμένων. ἐλθὼν δὲ εἰς Βήραν, ἔνθα αὐτῷ ὡρμίζοντο αἱ νῆες κατὰ τὸν Ἕβρον ποταμὸν, εὗρε κατ' ἐκείνην τὴν νύκτα καὶ τῶν ἐν ταῖς ναυσὶ τριακοσίους ἀποθανόντας· αἰχμαλώτων δὲ πλὴν ὀλίγων πάντας, ὀλίγους ὄντας καὶ αὐτοὺς διὰ τὸ μὴ τὴν στρατιὰν πρὸς λείαν ἐπιπλέον διασκεδασθῆναι τῆς προκειμένης ἕνεκα στρατείας Ἀμοὺρ τὸν σατράπην οὐκ ἐᾷν. εἰς ∆ιδυμότειχον δὲ πρὸς βασιλίδα τὴν Εἰρήνην γράμμασι δηλώσας τῆς ἐπανόδου τὴν ἀνάγκην καὶ παραιτησάμενος, ὡς διὰ τὸν χειμῶνα μὴ πρὸς αὐτὴν ἐπανήκει προσκυνήσων, ἀπέπλευσεν εἰς τὴν οἰκείαν. μετὰ δὲ τοῦτο, ἐπεὶ ὁ χειμὼν ἐπεκράτει σφοδρότατος κατ' ἐκεῖνο τοῦ ἔτους, οἵ τε ἐκ Βυζαντίου καὶ τῆς ἄλλης Θρᾴκης ἡσύχαζον καὶ οὐκ ἐπῄεσαν τοῖς ἐν ∆ιδυμοτείχῳ, ἀλλ' ἀναγκαίως διεχείμαζον ἐν ταῖς οἰκίαις. ἐκεῖνοι δὲ ὑπ' ἐνδείας ἀναγκαζόμενοι καὶ τῶν ἄλλοις φοβερωτάτων κατατολμᾷν, πεζοί τε ὀλίγῳ πλείους διακόσιοι καὶ ἱππεῖς ἐλάττους τούτων πρὸς ἁρπαγὴν τῆς πόλεως ἐξελθόντες, οὕτως ὑπὸ σφοδροῦ κατελήφθησαν χειμῶνος, ὡς ἀναγκασθῆναι αὐτόμολοι πρὸς τοὺς πολεμίους ἀφικέσθαι, ἐκλείποντες ἤδη ὑπὸ κρύους. οἱ μὲν οὖν πεζοὶ πάντες ὁμοῦ πρὸς Λίτιτζαν πολίχνην ἐλθόντες, ἐπεὶ ὁ τῆς πόλεως ἄρχων τὰ βασιλέως κρύφα ᾑρημένος ἦν, ἐν μιᾷ οἰκίᾳ τοὺς ἄνδρας κατακλείσας, ὡς φρουρεῖσθαι δῆθεν, πυρί τε ἀνακτησάμενος καὶ τῇ ἄλλῃ 2.349 τῶν ἀναγκαίων χορηγίᾳ, μετὰ τρίτην ἡμέραν, ἑκὼν εἶναι, ἐνεδίδου αὐτοῖς πρὸς τὸν δρασμόν· καὶ διαδράντες ὁμοῦ πάντες αὖθις εἰς ∆ιδυμότειχον ἐπανῆκον. ὅθεν καὶ αἰτίαν ἔσχε παρὰ τοῖς πολεμοῦσι βασιλεῖ. οἱ μέντοι γε ἱππεῖς ἄλλοι ἄλλοσε διασκεδασθέντες, οἱ μὲν καὶ φιλανθρώπου τινὸς ἐπέτυχον ξενίας καὶ ἀπαθεῖς κακῶν πρὸς τὰς οἰκίας ἐπανῆκον, τῶν βασιλέως φίλων πρὸς τὴν σωτηρίαν συναραμένων· οἱ πλείους δὲ αὐτῶν ὀλίγῳ προσηνέστερον ἐξενίσθησαν παρὰ τῶν ὑποδεξαμένων, ἢ οἱ περὶ Ὀδυσσέα παρὰ Κύκλωπος. ἀπέθανε μέντοι ἐξ αὐτῶν οὐδεὶς, ἀλλὰ χρόνῳ ὕστερον κατ' ὀλίγους εἰς ∆ιδυμότειχον αὖθις ἐπανῆκον γυμνοὶ μετὰ πεῖραν ἀλγεινῶν πολλῶν. ἔαρος δὲ ἤδη ἀρχομένου, οἵ τε ἐκ ∆ιδυμοτείχου ἐπῄεσαν ταῖς κατὰ Θρᾴκην πόλεσι καὶ κακῶς ἐποίουν ληϊζόμενοι, ὡς καὶ πολλὰς αὐτῶν, πρὸς τὰς συνεχεῖς ἐφόδους καὶ τὰς λῃστείας ἀπειρηκυίας, τῇ βασιλίδι Εἰρήνῃ ἐθέλειν