316
Πέργαμον επεμψεν. ὡς δὲ προσεδρεύσας τῇ πόλει οὐδὲν ἐπέρανε, καὶ οἱ Σκιπίωνες ἐπῆλθον, εὐθὺς αὐτοῖς ἐπεκηρυκεύσατο, προσδοκήσας τεύξεσθαι τῆς εἰρήνης, οτι τὸν ̓Αφρικανοῦ υἱὸν συλλαβὼν ἐν θεραπείᾳ ειχε πολλῇ· καὶ τέλος, καίπερ τῶν σπονδῶν ἁμαρτών, ανευ λύτρων ἀφῆκεν αὐτόν. οὐκ ἐγένετο δὲ ἡ εἰρήνη, τοῦ ̓Αντιόχου α οἱ ̔Ρωμαῖοι ἀπῄτουν μὴ συνθεμένου ποιῆσαι. Τέως μέντοι ἐπὶ πολὺ ἡσύχασαν, ειτα καὶ ἐπολέμησαν. ὁ δὲ ἀγὼν ουτως ἐγένετο. πρῶτα τὰ αρματα, ειτα τοὺς ἐλέφαντας ὁ ̓Αντίοχος εταξε, καὶ μετὰ ταῦτα τοὺς σφενδονήτας καὶ τοὺς τοξότας. τὴν μὲν ουν ἐκδρομὴν τῶν ἁρμάτων προεκδραμόντες οἱ ̔Ρωμαῖοι καὶ μετὰ κραυγῆς σφίσι πολλῆς ἀντιμέτωποι προσπεσόντες ἀνέκοψαν, ωστε τὰ πολλὰ αὐτῶν ἐς τοὺς ἐλέφαντας τραπόμενα πάλιν τὸ οἰκεῖον συνετάραξαν, αὐτοί τε γὰρ ἐπλανῶντο καὶ τοὺς ἐπιτεταγμένους σφίσιν ἐκφοβήσαντες διεσκέδασαν, τὴν δὲ τοξείαν καὶ τὴν σφενδόνησιν ομβρος πολὺς ἐπιγενόμενος ἀσθενῆ ἐποίησεν· ὁμίχλη τε πλείστη καὶ βαθεῖα συμβᾶσα τοὺς μὲν ̔Ρωμαίους ατε κρατοῦντας καὶ ἀγχεμάχως ἐκ χειρὸς μαχομένους οὐδὲν ἐνεπόδισε, τοὺς δ' ἐναντίους, οια πεφοβημένους ιππῳ τε καὶ τοξείᾳ τὸ πλεῖστον χρωμένους, τήν τε πρόοψιν εἰς τὰ τοξεύματα ἀφείλετο, καὶ περὶ ἀλλήλους ὡς ἐν σκότῳ πλανωμένους εσφηλεν. ομως δ' ουν ισχυσεν 2.309 ὁ ̓Αντίοχος τοῖς καταφράκτοις ἱππεῦσι τοὺς ἀντιστάντας αὐτῷ τρεψάμενος μέχρι τοῦ στρατοπέδου ἐλθεῖν ἐπιδιώκων αὐτούς. καί γε ειλεν αν αὐτό, εἰ μὴ Μάρκος Αἰμίλιος Λέπιδος ὁ τὴν φρουρὰν αὐτοῦ εχων τοὺς πρώτους προσιόντας τῶν ̔Ρωμαίων ἀπέκτεινεν, ἐπεὶ μὴ επεισεν αὐτοὺς τῆς φυγῆς ἐπισχεῖν. ἐκ γὰρ τούτου ἐκείνων τε οἱ λοιποὶ ὑποστρέψαντες καὶ αὐτὸς ἀκραιφνέσιν ἐπεκδραμὼν τοῖς φρουροῖς ἀπεώσαντο τὸν ̓Αντίοχον. ἐν ῳ δὲ τοῦτ' ἐγίνετο, Ζεῦξις καθ' ετερον μέρος τῷ ταφρεύματι προσβαλὼν εισω τε αὐτοῦ εἰσῆλθε καὶ ἁρπαγὴν ἐποιεῖτο, μέχρις ου ὁ Λέπιδος ῃσθετο. τότε γὰρ κἀκεῖνος τὸ σφέτερον ἐρρύσατο, καὶ ὁ Σκιπίων τὸ τοῦ ̓Αντιόχου ειλε, καὶ ἐν αὐτῷ πολλοὺς μὲν ἀνθρώπους, πολλοὺς δ' ιππους, ὑποζύγια, ἀργύριον, χρυσίον, ἐλέφαντα αλλα τε πολλὰ καὶ πολυτελῆ ευρε. καὶ ὁ μὲν ̓Αντίοχος ἡττηθεὶς αὐτίκα ἐς τὴν Συρίαν ἀνεχώρησεν, οἱ δ' Ελληνες οἱ ἐν τῇ ̓Ασίᾳ τοῖς ̔Ρωμαίοις προσέθεντο. Μετὰ δὲ ταῦτα ἀνακωχή τις ἐπικηρυκευσαμένου τοῦ ̓Αντιόχου ἐσπείσθη. ο τε γὰρ ̓Αφρικανὸς εὐνοϊκῶς οἱ διὰ τὸν υἱὸν ειχε, καὶ ὁ υπατος οὐκ ηθελε τὴν νίκην τῷ διαδόχῳ πλησιάζοντι καταλελοιπέναι. ουκουν οὐδὲ ἐπέταξαν τῷ ̓Αντιόχῳ πλέον οὐδὲν η οσα καὶ πρὸ τῆς μάχης ῃτουν. διὸ καὶ Γναῖος Μάλλιος ὁ τὴν ἀρχὴν σφῶν διαδεξάμενος οὐκ ἠρκέσθη τοῖς συγκειμένοις, ἀλλὰ πλείω αὐτὸν ἀπῄτησε, πρὸς δὲ καὶ ὁμήρους δοῦναι ἐκέλευσεν αλλους τε καὶ τὸν υἱὸν ̓Αντίοχον, καὶ τοὺς αὐτομόλους πάντας ἐκδοῦναι, ἐν οις καὶ ὁ ̓Αννίβας ην. καὶ ὁ ̓Αντίοχος καὶ ακων πρὸς απαντα ἐπειθάρχησεν. οὐ μέντοι καὶ τὸν ̓Αννίβαν ἐκδοῦναι ἠδυνήθη· πρὸς γὰρ Προυσίαν τὸν βασιλέα τῶν Βιθυνῶν προκατέφυγε. καὶ ὁ μὲν ̓Αντίοχος 2.310 πρέσβεις ἐπὶ τούτοις εἰς τὴν ̔Ρώμην πέμψας ἐσπείσατο, Σκιπίων δὲ Λούκιος ἐπῃνεῖτο ἐπὶ τῇ νίκῃ καὶ τὴν τοῦ ̓Ασιατικοῦ ἐπωνυμίαν δι' αὐτὴν εσχεν, ωσπερ ὁ ἀδελφὸς αὐτοῦ ̓Αφρικανὸς ἐπεκλήθη, τῆς Καρχηδόνος κρατήσας μέγιστον ἐν τῇ ̓Αφρικῇ δυνηθείσης. Τοιοῦτοι δ' ουν ανδρες ουτοι γενόμενοι καὶ ἐπὶ τοσοῦτον δόξης ἐλθόντες ἐξ ἀρετῆς, δικαστηρίῳ καὶ τῷ δήμῳ οὐ πολλῷ υστερον παρεδόθησαν· καὶ ὁ μὲν Λούκιος κατεψηφίσθη ὡς τάχα πολλὰ ἐκ τῆς λείας σφετερισάμενος, ̓Αφρικανὸς δὲ ὡς ἐπιεικεστέρας τὰς συνθήκας διὰ τὸν υἱὸν ποιησάμενος, τὸ δ' ἀληθὲς διὰ φθόνον. οτι δ' οὐδὲν ἠδίκουν δηλοῦται μὲν καὶ αλλοθεν, οὐχ ηκιστα δὲ οτι καὶ τῆς οὐσίας τοῦ ̓Ασιατικοῦ δημευθείσης οὐδὲν πλέον τῶν αὐτῷ προϋπαρχόντων εὑρέθη, οτι δὲ τοῦ ̓Αφρικανοῦ ἐς τὸ Λίτερνον πρὸ ψήφου ἀναχωρήσαντος καὶ μέχρι τελευτῆς ἐκεῖ καταμείναντος οὐδεὶς αὐτοῦ ετι κατεψηφίσατο. ̔Ο δέ γε Μάλλιος τότε Πισιδίαν Λυκαονίαν τε καὶ Παμφυλίαν τῆς τε Γαλατίας τῆς ̓Ασιανῆς πολλὰ προσηγάγετο. εστι γάρ τι κἀνταῦθα γένος αὐτῶν, ἐκ