316
γραμματικὸς Θεοδόσιος λέγει, διὰ τοῦ ι γράφεται, ἐπειδὴ παρὰ τὸ ῥιγῶ γίνεται ῥίγανον καὶ πλεονασμῷ τοῦ ο ὀρίγανον, οἱονεὶ τὸ ψύχον τινὰ κατὰ ἀντίφρασιν· θερμαίνει γάρ. Ορκιον σκῆπτρον. καθ' ου ωμνυον. † ̔Ορμητήριον. ὁρμιστήριον δὲ, ˉι.† omicron.1469 Ορνεον. παρὰ τὸ ὀρούειν. η παρὰ τὸ αιρεσθαι. ̓Οροπύγιον καὶ οὐροπύγιον. ̔Οριστόν. τὸ ἐπιδεχόμενον ορον, ὡς εχον υπαρξιν καὶ ἰδιοπεποιημένον, οιον· ανθρωπος, ιππος. ὡσαύτως δὲ καὶ τὸ ἀγαθόν. † ̓Ορεικόμενοσ. ἡμιοναγός.† † ̔Ορατή. ῥύμη.† † ̓Ορειγάνη. σαργάνη.† † ̓Ορσηλία. ὀρχήστρια.† † ̓Οραδά. λίαν γαλακτώδη.† † Οραεσ. γυναῖες.† † ̓Ορειγανοειδέσ. τὸ υσσωπον.† ( ̔Ρῆμα.) ̓Ορέγω. παρέχω. † ̓Ορέγεται. ἐπιθυμεῖ.† † Ορεσθαι. ερχεσθαι.† † ̓Ορεχθεῖ. στενάζει.† ̓Ορειοκομῶ. ὀρέων καὶ ἀειδάρων καὶ ἡμιόνων ἐπιμελοῦμαι. omicron.1470 ̓Ορέχθεον. διετείνοντο. παρ' ̔Ομήρῳ. ̔Ορῇ. ἀντὶ τοῦ ὁρᾷ. ουτως Πλούταρχος. Ορθαι. ἀντὶ τοῦ διεγερθῆναι. ἀπὸ τοῦ ορω, ορσω, ωρκα, ωρμαι, ωρται. ωρται μὲν μέγα κῦμα- τὸ ἀπαρέμφατον ωρθαι, καὶ κατὰ συστολὴν ορθαι. πρὶν ορθαι παρὰ ναῦφι-. † ̓Ορνυμένουσ. ἐπεγειρομένους· εὐτρεπιζομένους.† ̓Οριγνᾶται. ἐπιθυμεῖ. καὶ ὀριγνώμενος. ̓Ορίνεται. διεγείρεται. ̓Ορίνω. τὸ διεγείρω καὶ ταράσσω. παρὰ τὸ ορω ὀρίνω. ̔Ορκωμοτῶ. ὁρκομοσάμενος δὲ ολα μικρά. ̓Ορμώμενοσ. προθυμούμενος. ὡρμημένος δὲ μέγα. ̓Ορούω. τὸ ὁρμῶ. ορω, ὀρύω. ὡς πλήθω, πληθύω, πηδῶ, πηδύω, ουτως ορω, ὀρύω, καὶ πλεονασμῷ τοῦ ˉο ὀρούω. ̓Ορόμενοσ. διεγειρόμενος. omicron.1471 ̔Ορώμενος δὲ, ὁ βλεπόμενος, μέγα. ̔Ορόωντεσ. ἀντὶ τοῦ ὁρῶντες. ̔Ορόῳτε. ἀπὸ τοῦ ὁράοιτε, ὁρῷτε, πλεονασμῷ ὁρόῳτε. νῦν δὲ φίλως οὐχ ὁρόῳτε-. ̓Οροθύνω. τὸ παρορμῶ καὶ διεγείρω καὶ ἐρεθίζω. παρὰ τὸ ὀρόθω ὀροθύνω. η παρὰ τὸ ορω, ὀρῶ, καὶ τὸ θύνω γίνεται ὀροθύνω, ὡς πλήθω πληθύνω. Ορσο. ἐγέρθητι. καὶ ορσεο. ορω τὸ διεγείρω, ὁ μέλλων ορσω, καὶ μετῆλθεν εἰς ἐνεστῶτα καὶ ἐγένετο ορσω, ορσομαι, ὠρσόμην, ωρσεο, καὶ τὸ προστακτικὸν ορσεο, συστολῇ. ̓Ορταλίζειν. παρὰ τὸ ορω, τὸ διεγείρω. ὁ παθητικὸς παρατατικὸς ωρμαι, τὸ τρίτον ωρται, ῥῆμα ονομα ὀρτὸς, ἀφ' ου καὶ περισπώμενον ὀρτῶ, καὶ παράγωγον ὀρτίζω καὶ πλεονασμῷ τῆς ˉαˉλ συλλαβῆς ὀρταλίζω. δηλοῖ δὲ κυρίως ἡ λέξις τὸ ἀναῤῥίπτειν τὰ νήπια τῶν παιδίων. οἱονεὶ ὀρούειν εἰς υψος. κατεχρῶντο δὲ τῇ λέξει καὶ ἐπὶ τοῦ αλλην ἡντιναοῦν ποιεῖσθαι κίνησιν. ὡς ̓Αριστοφάνης, οιον· ἀνορτάλιζες κακερουτίαν- ἀντὶ τοῦ ἀναῤῥίπτειν ἐποίεις. ̔Ορίζει. νομοθετεῖ. ιστησιν. ορον δίδωσιν. ̓Ορχήσασθαι. τὴν τάξιν τῆς φυτείας ορχους εἰώθασι λέγειν οἱ ποιηταὶ, καὶ οἱ ὀρχησταὶ ἐντεῦθεν, οτι κατὰ τὴν τῶν βοτρύων συγκομιδὴν ἐν τοῖς τόποις ἐπειδὰν ετυχον τρυγῶντες, ἀπήρomicron.1472 χοντο τῷ θεῷ χορεύοντες, καθάπερ κωμῳδοί. ἐξ ου καὶ τὸ ὀρχῶ, ὀρχήσω, ὀρχήσασθαι. οἱ δὲ παρὰ τὸ ὀρέγειν, ο ἐστιν ἐκτείνειν τὰς χεῖρας, κατὰ τροπὴν τοῦ γ εἰς χ. τρία δέ εἰσιν ειδη τῆς ὀρχήσεως· πυῤῥίχη, ην ἠσκοῦντο οἱ Κρῆτες πρὸς ασκησιν τῶν πολεμικῶν μετὰ τῶν οπλων ὀρχούμενοι· σίκιννις, ητις ἐστὶν ἱερατική· καὶ ὁ κορδακισμὸς, αἰσχρός τις ων καὶ μᾶλλον κωμικοῖς ἁρμόδιος. ̓Ορῶ. τὸ διεγείρω καὶ ὁρμῶ. περισπωμένως. καὶ ορω, τὸ διεγείρω. καὶ ὁρῶ, τὸ βλέπω. ̓Ορωρέχαται. ἐκτέτανται. καὶ ὀρορεχότες. Ορωρε. διηγέρθη· τεθύμωται. καὶ ορωρα. ὀρῶ. ὁ μέσος παρακείμενος ωρα καὶ ἀττικῶς ορωρα καὶ καθ' ὑπερβιβασμὸν ωρορα. ̔Ορώη. εὐκτικόν. ̓Ορώρει. ποιητικῶς. ̓Οῤῥωδῶ. τὸ φοβοῦμαι. παρὰ τὸ ῥῶ, τὸ ὑγιάζω, ἐξ ου καὶ εῤῥωμαι, παράγωγον ῥώζω καὶ μεταθέσει τοῦ ˉζ εἰς ˉδ ῥωδῶ, ὡς μύζω, μυδῶ, χάζω, χαδῶ, ενθεν τὰ κεχανδότα πλεονασμῷ τοῦ ˉν, καὶ ἐρίζω, ἐριδῶ, ενθεν τό· - ἐριδήσασθαι ̓Αχαιούς. ῥωδῶ ουν καὶ πλεονασμῷ τοῦ ˉα ἀῤῥωδῶ. καὶ παρ' ̔Ηροδότῳ· τὴν ψυχὴν ἀπεμάχετο ἀῤῥωδέων. καὶ τροπῇ τοῦ ˉα εἰς ˉο ὀῤῥωδῶ, τὸ μὴ ἐῤῥῶσθαι τὴν ψυχὴν ἀπὸ φόβου. ουτως Φίλων ἐν τῇ περὶ ̓Ιάδος διαλέκτῳ. omicron.1473 ̔Ορισθέντοσ. ἀποδειχθέντος, ἀποφανθέντος. καὶ ὁ ̓Απόστολος· τοῦ ὁρισθέντος υἱοῦ θεοῦ ἐν δυνάμει. Τὸ Ο μετὰ τοῦ Σ. ( ̓Αρσενικόν.) Οσ. ἀντὶ τοῦ οστις. καὶ ος ἀντὶ τοῦ