316
τῷ ὀνόματί σου." Ὁ δὲ Ἀκύλας οὕτως, Ἐξάγαγε ἐξ ἀποκλεισμοῦ τὴν ψυχήν μου. Ὡς ἐν εἱρκτῇ γάρ τινι καὶ δεσμωτηρίῳ κατ είχετο, τῶν πολεμίων τῇ θύρᾳ τοῦ σπηλαίου προσ καθημένων. Ὑπισχνεῖται δὲ τῆς σωτηρίας τυχὼν ὕμνοις τὰς εὐεργεσίας ἀμείβεσθαι. "Ἐμὲ ὑπο μενοῦσι δίκαιοι, ἕως οὗ ἀνταποδῷς μοι." Ὁ δὲ Σύμμαχος οὕτως, Τὸ ὄνομά σου στεφανώσονται δίκαιοι, ὅταν εὐεργετήσῃς με· τὴν γὰρ εἰς ἐμὲ γεγενημένην εὐεργεσίαν ἐνέχυρον τῆς εἰς αὐτοὺς λήψονται σωτηρίας, καί σε τὸν δίκαιον κριτὴν ἀνυμνήσουσιν.
ΕΡΜΗΝ. ΤΟΥ ΡΜΒʹ ΨΑΛΜΟΥ. αʹ. "Τῷ ∆αβὶδ ψαλμὸς, ὁπότε κατεδίωκεν αὐ τὸν Ἀβεσαλὼμ ὁ υἱὸς αὐτοῦ." Ἐν
ἐνίοις ἀντιγράφοις εὗρον, "Ὅτε αὐτὸν ἐδίωκεν Ἀβεσαλὼμ ὁ υἱὸς αὐτοῦ." Οὔτε δὲ παρὰ τῷ Ἑβραίῳ, οὔτε παρὰ τοῖς ἄλλοις ἑρμηνευταῖς ταύτην εὕρηκα τὴν προσ θήκην. Ἔχεται δὲ ὅμως τῆς ἀληθείας. Αὐτὴν γὰρ ἔχει τὴν ὑπόθεσιν ὁ ψαλμός. "Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀλη 80.1956 θείᾳ σου· εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου. ∆ίκας μὲν τίνων ὁ θεῖος ∆αβὶδ ὧν ἐπλημμέλησεν, ἐκείνοις περιέπεσε τοῖς κακοῖς· ἄδικος δὲ ὅμως, καὶ παράνομος, καὶ δυσσεβὴς, καὶ πατραλοίας ὁ Ἀβε σαλὼμ, τῆς τοῦ γεγεννηκότος ἐπιθυμήσας σφαγῆς. ∆ιά τοι τοῦτο τὸν Θεὸν ὁ μακάριος ἱκετεύει ∆αβὶδ ἐν ἀληθείᾳ καὶ δικαιοσύνῃ τῆς προσευχῆς εἰσακοῦσαι· βʹ. "Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν." Ἐν ἀληθείᾳ, φησὶ, καὶ δικαιοσύνῃ τοῖς ἐμοῖς σε, φησὶν, ἱκέτευσα λόγοις, οὐ τῇ ἐμαυτοῦ δικαιοσύνῃ θαῤῥῶν, ἀλλὰ τὴν τῶν πολεμίων παρανομίαν εἰδώς. Οἶδα γὰρ ὡς ἀδύνατον ἀθῶόν τινα τὸ σὸν δικαστή ριον ἐκφυγεῖν. Εἰ γὰρ τὸν κανόνα τῶν ὑπὸ σοῦ τε θέντων νόμων τῷ τῶν ἀνθρώπων παραθείης βίῳ, οὐδεὶς ὀφθήσεται κατὰ τοῦτον βεβιωκώς· εἰ δὲ καὶ τὰς σὰς εὐεργεσίας εἰς μέσον ἀγάγοις, καὶ ὅσα τοῖς ἀνθρώποις ἐχορήγησας ἀγαθὰ, ποία πάλιν ἀνθρω πίνη δικαιοσύνη ταῖς σαῖς ἐξισωθήσεται δωρεαῖς; γʹ. "Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου." Ἱκετεύω τοί νυν τῆς σῆς ἀληθείας καὶ δικαιοσύνης τυχεῖν, οὐκ ἐμοῦ καὶ σοῦ κρινομένων, ἀλλ' ἐμοῦ καὶ τῶν πολε μίων δικαζομένων. Ἐκβέβλημαι γὰρ ὑπ' ἐκείνων τῆς βασιλείας, ἐλήλαμαι τῆς πατρίδος. Ταύτην αὐ τοῦ τὴν ταπείνωσιν καὶ ἡ ἱστορία διδάσκει. Ἀνυπό δητος γὰρ, καὶ συγκεκαλυμμένος, καὶ δακρύων ἐβά διζεν. "Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκροὺς αἰῶ νος." Οὐδὲν γὰρ διαφέρω νεκροῦ ἐν σκότει καθειρ γμένου, ἐληλαμένος καὶ ἐν ἐρήμοις χωρίοις διάγειν ἠναγκασμένος. δʹ. "Καὶ ἠκηδίασεν ἐπ' ἐμὲ τὸ πνεῦμά μου." Τούτου χάριν ἀθυμίας πολλῆς καὶ ἀχθηδόνος ἐμπέ πλησμαι. Πνεῦμα γὰρ ἐνταῦθα τὴν ψυχὴν καλεῖ. "Ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου." Πάντες, φησὶν, οἱ λογισμοί μου ταραχῆς καὶ ζάλης ἐπλήσθησαν. εʹ. "Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων." Ἔλαβον, φησὶν, εἰς διάνοιαν, ὅσων τοὺς ἡμετέρους προγόνους ἠλευθέρωσας συμφορῶν, καὶ εὐχειρώτους γενέσθαι τοῖς πολεμίοις οὐκ εἴασας· καὶ ἀνεμνήσθην τῶν κατὰ τὸν Ἀβραὰμ, τῶν κατὰ τὸν Ἰσαὰκ, τῶν κατὰ τὸν Ἰακὼβ, τῶν κατὰ τὸν Ἰωσὴφ, τῶν κατὰ τὸν Μωσέα· καὶ ψυχαγωγίαν ἐντεῦθεν ἔλαβον. ʹ. "∆ιεπέτασα πρὸς σὲ τὰς χεῖράς μου." Ἀντὶ τοῦ, Σὺν πάσῃ προθυμίᾳ τὴν ἱκετείαν ἐποιησάμην. "Ἡ ψυχή μου, ὡς γῆ ἄνυδρός σοι." Οὕτω δέ σου διψῶ τὴν βοήθειαν, καθάπερ ἡ ἄνυδρος γῆ προσ μένει τὸν ὑετόν. ζʹ. "Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου." Τὴν ὑπερβολὴν ἀθυμίας διὰ τούτων ἐδήλωσε· τῶν γὰρ λίαν ἀσχαλλόντων ἴδιον τόδε τὸ πάθος. "Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' 80.1957 ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον." Εἰ γὰρ βδελύξαιό μου τὴν ἱκετείαν διὰ τὴν ἁμαρτίαν, παραυτίκα τῷ θανάτῳ παραδοθήσο μαι. Τὸν γὰρ θάνατον λάκκον ἐκάλεσε τροπικῶς. Καθάπερ γὰρ τὸν καθειργμένον ἐν λάκκῳ οὐκ ἔστι δίχα τῶν ἐπικουρούντων