316
τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. 489 {1Γρηγορίῳ τέκνῳ}1 Ἐχάρην ἐπὶ τῷ γράμματί σου, τέκνον ἠγαπημένον, ὅτι καὶ ἀστεία ἡ ὁδὸς τῶν ἐν ἄστει καὶ ὑγείαν προσελάβου ἅμα τῷ ἀδελφῷ Ζωσιμᾷ διὰ τῆς ἀφαιμάξεως καὶ τἆλλα ὑμῖν ὅτι κατὰ σκοπὸν ἀπέβη. ἐπὶ δὲ ταῖς παρὰ τοῦ ξενοδόχου προτάσεσι, τί ὅτι παρ' ἡμῶν ἐπεζήτησας ἔτι διασάφησιν, ἐγκεκριμένως ἀποκριθεὶς αὐτῷ κατὰ τὴν τῶν θεοφόρων πατέρων διδασκαλίαν; οὐδὲν περισσότερον ἔχομεν λέγειν τῶν σῶν ἀντιπαραστάσεων. εἰκαιολογοῦσι δέ, ὡς ἔοικε, καὶ οὐ φιλομαθοῦσιν οἱ ἐπερωτῶντες· ὅμως ἐπειδὴ γέγραπται, ἕτοιμοι ὄντες πρὸς ἀπολογίαν παντὶ τῷ αἰτοῦντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν ἐλπίδος, ἀποκρινόμεθα καὶ ἡμεῖς τάδε. Τὸ τῶν μοναχῶν σχῆμα παρθενίας ἐστὶν ἐπάγγελμα καὶ μυστήριόν ἐστι μοναχικῆς τελειώσεως κατὰ τὴν φωνὴν τοῦ θείου καὶ πανσόφου ∆ιονυσίου. καὶ τὸ λέγειν τινὰς τὸ "4πόθεν παρεδόθη τὸ ἀποτάσσεσθαι καὶ γίνεσθαι μοναχόν;"5 οὐδὲν ἕτερόν ἐστιν εἰπεῖν ἢ ὅτι "4πόθεν παρεδόθη γίνεσθαί τινα χριστιανόν;"5 ὁ γὰρ τὸ πρότερον θεσμοθετήσας ἀποστολικῇ παραδόσει καὶ τὸ δεύτερον ἐξέδωκεν, ἓξ μυστήρια ἐκτεθεικώς, πρῶτον περὶ φωτίσματος, δεύτερον περὶ συνάξεως εἴτουν κοινωνίας, τρίτον περὶ τελετῆς μύρου, τέταρτον περὶ ἱερατικῶν τελειώσεων, πέμπτον περὶ μοναχικῆς τελειώσεως, ἕκτον περὶ τῶν ἱερῶς κεκοιμημένων. τί οὖν ἔστιν εἰπεῖν ἐν τούτοι; ὅτι ὁ ἀμφισβητῶν περὶ ἓν τῶν εἰρημένων ἀμφιβάλλει δῆλον ὅτι καὶ περὶ τῶν ἄλλων μὴ θεοπαραδότως ἔχειν καὶ τῇ τοῦ ἑνὸς ἀναιρέσει συνανῄρηται ἐξ ἀναγκαίου καὶ τὰ λοιπά· καὶ οὔτε φώτισμα οὔτε σύναξις οὔτε θεῖον μύρον οὔτε ἱερατικὴ τελείωσις οὔτε τῶν ἱερῶς κεκοιμημένων διατύπωσις εἶεν ἄν, εἴπερ μὴ πάρεστιν ἡ μοναχικὴ τελείωσις, καὶ ἐσμὲν ἐθνόφρονες, ἄθεοι ὄντες ἐν τῷ κόσμῳ καὶ ἐλπίδα μὴ ἔχοντες. τοιοῦτός ἐστιν ὁ τὴν πρότασιν εἰσάγων, τὸ πόθεν παρείληπται μονάζειν ἄνθρωπον. καὶ οὔπω λέγω ὅτι καὶ πάντες οἱ ἔξοχοι τῶν θεοφόρων πατέρων καὶ μονασταὶ γεγόνασι καὶ τὸν μοναδικὸν βίον ὡς ἀγγελικὸν ἐκθειάζουσιν· πρὸς ὧν καὶ τὰ διατυπωτικὰ τῆς ἱερᾶς ζωῆς συγγράμματα. εἰ δέ τινι νοῦς πάρεστι, πάντως εὑρήσει καὶ αὐτὸν τὸν θεῖον ∆ιονύσιον πῶς κατὰ τοὺς ἀγγελικοὺς διακόσμους καὶ τοὺς ἱερατικοὺς βαθμοὺς καὶ τοὺς ἔξω ἱερωσύνης ἰσαρίθμως τρισὶ τάξεσιν ἀπένειμεν, πρώτην καὶ εἰσαγωγικὴν τῶν ἔτι μαιευομένων, ἤτοι κατηχουμένων, δευτέραν τῶν πεφωτισμένων καὶ τρίτην τῶν μοναχικῶς τελειουμένων· καὶ τὸ τοῖς ἐναργέσι μάχεσθαι ἀναισθήτων ἐστὶν ἢ ἀβαπτίστων. Τὸ δεύτερον πρόβλημα περὶ τῶν νηπίων, "4ὅτι"5, φησίν, "4ὁ Ἅγιος Βασίλειος ἐν τοῖς κανόσιν ἐπιτρέπει ἐρχόμενα εἰς τὴν ἔννομον ἡλικίαν, εἰ μὴ φέροιεν τὸν ζυγὸν τῆς ἐν παρθενίᾳ ζωῆς, ἀποσχηματίζεσθαι"5. οὐχ οὕτως, ἀλλὰ νομοθετήσας πάντα ἐν πᾶσι θείῳ πνεύματι καὶ σωτηρίως τῷ κόσμῳ καὶ ὡς οὐκ ἂν ἐπινοηθεῖεν βελτιώτερόν τι γίνεσθαι, κἄν τινες ἀφρονεύοντες πειρῶνται τὰ κρείττονα νομοθετεῖν· αὐτὸς καὶ περὶ τῶν ἀπὸ πρώτης ἡλικίας προσερχομένων τοῖς ἀναδεδεγμένοις τὸν τῆς ἡγεμονίας θεσμὸν νενομοθέτηκεν· καὶ ἡ βίβλος δηλοῖ καὶ τὸ καθ' ἔπος λέγειν ἐνταῦθα οὐκ ἐπαρκές, πλὴν ὅτι μετὰ τὴν συμπλήρωσιν τοῦ λόγου, ἤγουν ἀπὸ ἑξκαιδεκαετίας καὶ πρός, μεθ' ὃν καὶ τιμαὶ καὶ τιμωρίαι, ὥς φησιν αὐτός, περὶ αὐτῶν ἐγκρίνεσθαι δεῖν, καὶ συνάπτεσθαι ταῖς ἀδελφότησιν διὰ τῆς μοναχικῆς τελειώσεως προστέταχε. καὶ ἔκτοτε μετατιθεμένους πρὸς τὸν κοινωνικὸν βίον ἐξ ἀνατροπῆς πονηρᾶς μηδὲ θύραν ἀνοίγεσθαι αὐτοῖς κατὰ ψιλὴν περίοδον ἐξ ὧν ἀπέστησαν κεκέλευκεν· ἔνδοθεν δὲ τοῦ προειρημένου ἔτους, εἰ μὴ αἱρουμένους τὸν ἐν παρθενίᾳ βίον, ἢ καὶ αἱρουμένους ἀλλὰ μὴ θέλοντας κατηρτισθῆναι πρὸς τὴν μοναχικὴν ζωήν, ἀποκρίνεσθαι καὶ ἀποπέμπεσθαι εἰς τὸν κοινωνικὸν βίον, ὡς μὴ ὀνείδη ἀνάπτεσθαι ταῖς ἀποτυχίαις τῷ ἱερῷ βίῳ. Ταῦτα δέ, ἐπεὶ οὐ πάντως γίνονται ἔν τισι καθὰ ἐντέταλται, ἀλλὰ ἀποκείρουσι νηπιόθεν ἢ καὶ κατὰ ἡλικίαν ἔννομον, ἀλλ' οὐ