Commentarius in Isaiam prophetam ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
{1ΛΟΓΟΣ Γʹ}1 9Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν.9
ἤτοι τὸν βίον τὸν ἀνθρώπινον, κατά γε τὸ ἐν Ψαλμοῖς ὑμνούμενον· "6Αὕτη ἡ θάλασσα ἡ μεγάλη, καὶ εὐρύ- χωρος· ἐκεῖ ἑρπετὰ, ὧν οὐκ ἔστιν ἀριθμὸς, ζῶα μι- κρὰ μετὰ μεγάλων."6 Ἐοικέναι δὲ θαλάσσῃ τὸν καθ' ἡμᾶς ἰσχυρίζεται βίον, δι' αὐτὸ τάχα που τὸ ἀστά- θμητον τῶν ἐν αὐτῇ πραγμάτων, καὶ τὸ ἄνω τε, καὶ τὸ κάτω, καὶ τὸ ἐν συγχύσει πολλῇ. ∆ιαπλέουσι δὲ τὴν τοιάνδε θάλασσαν οἱ μὴ βαπτιζόμενοι παρ' αὐτῆς, ἀνανηχόμενοι δὲ ὥσπερ, καὶ περισπασμῶν ἑαυτοὺς ἀπαλλάττοντες κοσμικῶν. Οὗτοι τῆς παρὰ Θεοῦ τυ- χόντες ἐπικουρίας, καὶ τῶν διὰ Χριστοῦ χαρισμάτων ἀεὶ μεμνημένοι δοξολογοῦσιν αὐτὸν, αἵ τε νῆσοι, τοῦτ' ἔστιν, αἱ Ἐκκλησίαι μονονουχὶ τῇ νοητῇ διεσω- σμέναι θαλάσσῃ, καὶ δεχόμεναι τοὺς χειμαζομένους ὑπὸ πνεύματος πονηροῦ, αὗται δοξολογοῦσι Χριστὸν, ἤγουν οἱ κατοικοῦντες αὐτάς. Ἐκκλησίας γὰρ ὅτε φαμὲν, ἤγουν ὀνομάζομεν, τοὺς ἐν αὐταῖς ὄντας ἁγίους προσκυνητὰς σημαίνομεν. Ἰστέον γε μὴν κἀκεῖνο· Καλοῦνται γὰρ νῆσοι καὶ ὅσαιπέρ εἰσι κωμῶν ἢ πόλεων ἐν μέσῳ κείμεναι πολλῆς τε καὶ εὐρείας γε μὴν ἐρήμου. 9Εὐφράνθητι, ἔρημος, καὶ αἱ κῶμαι αὐτῆς, ἐπαύ- λεις, καὶ οἱ κατοικοῦντες Κηδάρ. Εὐφρανθήσον- ται οἱ κατοικοῦντες Πέτραν, ἀπ' ἄκρων τῶν ὀρέων βοήσουσι. ∆ώσουσι τῷ Θεῷ δόξαν, τὰς ἀρετὰς αὐτοῦ ἐν ταῖς νήσοις ἀναγγελοῦσιν.9 Οἱ μακάριοι προφῆται τοὺς περὶ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας ἐξυφαίνοντες λόγους, τῆς τῶν ἐθνῶν κλήσεως ποιοῦνται μνήμην πλεισταχοῦ. Καὶ γὰρ ἦν, ὡς ἔφην, ἐθνῶν προσδοκία Χριστός. Ἐπαφιᾶσι δὲ τοὺς περὶ τῶν τοιούτων λόγους, οὐχ ἅπασιν ἁπλῶς τοῖς ἀνὰ πᾶσαν τὴν οἰκουμένην ἔθνεσι καὶ λαοῖς. Οὐ γὰρ ἦν εἰκὸς ἀναριθμήτου πληθύος ἀναπιμπλάσης τὴν ὑπ' οὐρανὸν ἰσχνοεπεῖν ἑλέσθαι τοσοῦτον, ὡς καὶ ἁπάντων ποιεῖσθαι μνήμην ὀνομαστί τε, καὶ κατὰ γένος, δεχόμενοι δὲ πολλάκις τὰς ὁμόρους μὲν τῇ Ἰουδαίᾳ χώρας, εἰδωλολατρούσας δὲ σφόδρα, εἶτα ταύτας κληθήσεσθαι λέγοντες κατὰ καιροὺς, ὡς ἐκ μέρους τὴν τοῦ παντὸς ἐποιοῦντο δήλωσιν. Ὁμόρου 70.864 τοίνυν οὔσης τῇ τῶν Ἰουδαίων γῇ τῆς πλατείας ἐρήμου τῆς κατὰ νότου κειμένης, ἣν δὴ κατενέμοντο τὰ Σαρακηνῶν καὶ Ἀῤῥάβων ἔθνη, τοὺς οἰκοῦντας ἐν αὐτῇ τεύξεσθαί φασι κατὰ καιροὺς τῆς διὰ Χρι- στοῦ χάριτος, καὶ σωτηρίας. Ὀνόματα δὲ ταῖς κώμαις, ἤτοι ταῖς πολίχναις, ταῖς κατά γέ φημι τὴν ἔρημον, ἀπαύλεις, καὶ Κηδὰρ, καὶ Πέτρα, κατὰ τὴν Ἀῤῥά- βων γῆν καὶ εἰς δεῦρο κειμένη, οὕτω τε ὠνομασμένη. ∆εισιδαιμονέστατοι δὲ, ὡς ἔφην, οἱ περὶ ὧν ὁ λόγος, ἤγουν οἱ τούτων οἰκήτορες, καὶ ὁλοτρόπως ἐκνενεύ- κασιν εἰς ἀπόστασιν τὴν ἀπὸ Θεοῦ. Λελατρεύκασι γὰρ τοῖς ἀκαθάρτοις πνεύμασιν. Ἐπειδὴ δὲ ἔμελλον, ὡς ἔφην, ἐν μεθέξει γενέσθαι κλήσεώς τε καὶ σωτηρίας τῆς διὰ τῶν εὐαγγελικῶν κηρυγμάτων, καὶ πίστεως τῆς ἐν Χριστῷ· ταύτῃτοι καὶ μάλα εἰκότως, ὡς ὡραίους ἔχων τοὺς πόδας ὁ προφήτης, ἐν τούτοις εὐαγγελί- ζεται γὰρ ἀγαθὰ, μονονουχὶ καὶ εἰς ὕψος αἴρει τὴν βοὴν, καί φησιν· "6Εὐφράνθητι, ἔρημος, καὶ αἱ κῶμαι αὐτῆς, ἐπαύλεις, καὶ οἱ κατοικοῦντες Κηδάρ· εὐφραν- θήσονται οἱ κατοικοῦντες Πέτραν."6 Ἔνδειξις δὲ με- γάλη, καὶ ἀξιάγαστος τῆς τοῦ Σωτῆρος ἡμῶν δυνά- μεως, καὶ ὑπεροχῆς τὸ χρῆμά ἐστι, τοῦ τὰς οὕτω σκληρὰς, καὶ ἀνουθετήτους καρδίας, εὐκόλως κατα- μαλάξαντος, καὶ ἀναπείσαντος μὲν τῆς ἀρχαίας ἀπά- της ἀποφοιτᾷν, ἀνθελέσθαι δὲ τὰ ἀμείνω, καὶ μεθαρ- μόζεσθαι πρὸς ἀλήθειαν. Καὶ τοῦτο ἡμῖν διὰ φωνῆς Ἰεζεκιὴλ προκαταμεμήνυκε λέγων, ὅτι "6Ἐκσπάσω τὴν καρδίαν αὐτῶν τὴν λιθίνην, ἐκ τῆς σαρκὸς αὐτῶν, καὶ δώσω αὐτοῖς καρδίαν σαρκίνην, τοῦτ' ἔστι, τρυ- φερὰν, τοῦ εἰδέναι αὐτοὺς ἐμὲ, ὅτι ἐγώ εἰμι Κύριος."6 Οὐκοῦν ὅτι κεκλήσονται καὶ αὐτοὶ, κατεσήμαινε λέ- γων· Εὐφράνθητι, ἔρημος, καὶ τὰ τούτοις ἐφεξῆς. Οἱ δέ γε ἀπ' ἄκρων τῶν ὀρέων βοῶντες, διδόντες τε τῷ Θεῷ δόξαν, καὶ ἐν ταῖς νήσοις ἀναγγέλλοντες τὰς ἀρε- τὰς αὐτοῦ, τίνες εἶεν ἂν, ἄξιοι ἰδεῖν. Λυπεῖ τοιγαροῦν οὐδὲν, καὶ αὐτοὺς νοεῖσθαι τοὺς κεκλημένους, οἱ Πέ- τραν οἰκοῦντες, ὑψηλὴν οὕτω καὶ ἠρμένην χώραν τε καὶ πόλιν, οὐκέτι μὲν ὕμνους