ἐν παροιμίαις Ἀντρώνιον ὄνον ἐντεῦθεν εἰρῆσθαι λέγει. εὐφυεῖς γάρ, φησί, πρὸς μύλωνας ἔχει λίθους, ὥστε κατὰ τοῦτον τὸνλόγον Ἀντρώνιος ὄνος ὁ πρὸς ἀλετὸν δεξιός. Πτελεὸν δὲ ὁ μὲν ποιητὴς ἀρσενικῶς προήγαγε. διὸ καὶ λεχεποίην αὐτὸν ἔφη, τουτέστι πολυβότανον, οὗ ἡ πόαχρήσιμος λέξασθαι, ἤτοι ἐγκαθευδῆσαι αὐτῇ. ἕτεροι δὲ οὐδετέρως φασὶ τὸ Πτελεόν, πόλιν αὐτὸ εἰπόντες Ἀχαιῶν τῶν ἐν Θετταλίᾳ. εἶναι δὲ ἱστοροῦσι καὶ Ἰωνικὴν καὶ Τρῳαδικὴν Πτελεὸν καὶ καλεῖσθαι ἀπὸ τῶν ἐκεῖ πτελεῶν. ὁπολίτης Πτελεάτης, φασί, καὶ Πτελεούσιος καὶ Πτελεεύς. ἕτερος δὲ πάντως 1.506 οὗτος Πτελεὸς παρὰ τὸν ὑπὸ τῷ Νέστορι, ὁ νῦν ἴσως γνωριζόμενος. μέμνηταιδὲ Πτελεοῦ καὶ ὁ ∆ημοσθένης καὶ ζήτει ποίου. (ῃ. 700-2) Ὁ δὲ ποιητὴςἐπιτρέχων οἰκτρῶς τὰ κατὰ τὸν Πρωτεσίλαόν φησι· «τοῦ δὲ καὶ ἀμφιδρυφὴςἄλοχος ἐν τῇ Φυλάκῃ πόλει ἐλέλειπτο καὶ δόμος ἡμιτελής· τὸν δ' ἔκτανε ∆άρδανος ἀνὴρ νηὸς ἀποθρῴσκοντα πολὺ πρώτιστον Ἀχαιῶν». παθαίνεται δὲ Ὅμηρος ἐν τούτοις ἐπὶ τῷ Πρωτεσιλάῳ, οἷα φιλέλλην οἰκτιζόμενος, ἔτι δὲ καὶθαυμάζων τοῦ θάρσους, εἴπερ χρησμοῦ δοθέντος πρῶτον ἐν Τροίᾳ πεσεῖν τὸνπροπηδήσαντα τῆς νηός, Ἀχιλλεὺς μὲν ὑπέτρεσε κατά τινας καὶ τελευταῖοςεἰς γῆν ὁ τῶν Ἑλλήνων πρώτιστος κατεπήδησε, Πρωτεσίλαος δὲ φερωνύμωςπρῶτός τε τοῦ λαοῦ καθήλατο τῆς νεὼς καὶ πρῶτος τοῦ λαοῦ πέπτωκε, ἑλόμενοςοὕτω παθεῖν ἤπερ κατεπτηχότας βλέπειν τοὺς Ἀχαιούς. Πρωθύστεραδέ, φασίν, ἐνταῦθα τὰ Ὁμηρικὰ νοήματα. οὐ γὰρ πρῶτον ἡ γυνὴ ἐχηρώθη καὶὁ δόμος ἡμιτελὴς ἔμεινεν, εἶτα ὁ Πρωτεσίλαος ἔπεσεν, ἀλλὰ τὸ ἀνάπαλινπρῶτον ἔκτανέ τις αὐτόν, εἶτα ἡ γυνὴ καὶ ὁ δόμος ἔπαθον, ἃ ἔπαθον. (ῃ. 700)Ἀμφιδρυφὴς δὲ ἡ ἅπαν δρυπτομένη, ὅ ἐστι ξεομένη, τὸ πρόσωπον, ὃ λύπηςὑπερβολὴν δηλοῖ. [Ἐκ τοῦ δρύπτω δὲ γίνεται τὸ ἀμφιδρυφές. δρύπτειν δὲκυρίως τὸ ἀποδέρειν, ὅ ἐστιν ἐκδέρειν δόρυ, ἤγουν ξύλον, δένδρον, ἵνα ᾖδορύπτω, ὡς κορύπτω, καὶ ἐν συγκοπῇ δρύπτω.] (ῃ. 701) Τὸ δέ «ἐλέλειπτοδόμος ἡμιτελής» εἴδους ἐστὶ συμβολικοῦ. οὐ γὰρ ἔλλειψιν στέγης ἁπλῶς ἢτοιούτου τινὸς δηλοῖ ἀλλὰ τὸν τοῦ οἰκοδεσποτοῦντος ἀφανισμόν, ὡς τῷ μὲνἡμίσει, τῇ ἀλόχῳ δηλαδή, συνεστῶτος τοῦ δόμου, τῷ δὲ λοιπῷ μὴ ὄντος, ἤτοιτῷ Πρωτεσιλάῳ τῷ μηκέτ' ὄντι. διὸ καὶ ὁ Γεωγράφος Ἀβίους παρ' Ὁμήρῳ εἰπὼν ἀντὶ τοῦ χωρὶς γυναικῶν ἐπάγει· ἡμιτελὴς γὰρ χῆρος βίος, ὡς καὶ ὁοἶκος ὁ τοῦ Πρωτεσιλάου διότι χῆρος. κατὰ δὲ τοὺς παλαιοὺς καί, διότι μὴδιαταξάμενος εὖ τὰ κατὰ οἶκον ἀπέπλευσεν ἢ μὴ παιδοποιησάμενος ὡς τελέωςᾠκῆσθαι τὸν αὐτοῦ δόμον, ὡς εἶναι οὕτω ἡμιτελῆ δόμον τὸν ἄτεκνον. Ἔνιοι δὲκαὶ ἁπλῶς οὕτω, διότι, φασίν, οἰκοδομῶν θάλαμον ἀπέπλευσεν. ἕτεροι δέφασιν, ὅτι δόμος ἡμιτελὴς ὁ ἡμίγαμος, ὡς τοῦ ἑτέρου τῶν οἰκούντων ἐστερημένος. τέλος γὰρ ὁ γάμος, ὅθεν τελείους τοὺς γεγαμηκότας ἔλεγον. γυνὴ δὲ Πρωτεσιλάῳ Λαοδάμεια, ἡ Ἀκάστου, φίλανδρος πάνυ καὶ μὴ ἀνασχομένη ζῆν1.507 μετὰ τὸν τοῦ ἀνδρὸς θάνατον, περὶ ἧς λόγος φέρεται τοιοῦτος. Πρωτεσίλαος καὶμετὰ θάνατον ἐρῶν τῆς γυναικὸς κατὰ μῆνιν Ἀφροδίτης ᾐτήσατο τοὺς κάτωσθένοντας ἀνελθεῖν καὶ ἀνελθὼν εὗρεν ἐκείνην ἀγάλματι αὐτοῦ περικειμένην.αἰτήσαντος δέ, φασί, μὴ ὑστερεῖν αὐτοῦ ξίφει διεχρήσατο ἑαυτήν. Ἕτεροι δὲἄλλως φασὶ τὴν Λαοδάμειαν καὶ τεθνεῶτος τοῦ Πρωτεσιλάου ἔρωτι ἐκκαίεσθαιχόλῳ Ἀφροδίτης. ἀγγελθέντος γὰρ τοῦ πάθους οὐ μόνον χαλεπῶς ἤνεγκε, φασίν,ἀλλὰ καὶ ἀναγκαζομένη πρὸς τοῦ πατρὸς γάμῳ δευτέρῳ ζευχθῆναι οὐκ ἀπέστητοῦ ἐρᾶν, ἀλλὰ κατεχομένη ἐνυκτέρευε μετὰ τοῦ ἀνδρός, μᾶλλον αἱρουμένη τὴνπρὸς τὸν τεθνεῶτα, φασί, συνουσίαν ἢ τὴν πρὸς τοὺς ζῶντας ὁμιλίαν, καὶἐξέλιπεν ὑπ' ἐπιθυμίας. μεμύθευται δὲ ταῦτα διὰ τὸ ἐκείνης φίλανδρον ἀνειδωλοποιουμένης, ὡς εἰκός, τὸν ἄνδρα καὶ συνεῖναι δοκούσης αὐτῷ καὶ θανόντι. ∆ῆλον οὖν, ὡς κατὰ τοὺς λόγους τούτους οἱ ἀμέτρῳ ἔρωτι