317
προσχωρεῖν, κἂν οἱ ἐν ∆ιδυμοτείχῳ μὴ ἐδέχοντο, ἀπολεῖσθαι φάσκοντες, εἰ πείθοιντο. οὔτε γὰρ εὐπορεῖν φρουρῶν, οἳ αὐτὰς φυλάξουσιν, αὐτοί τε λιμῷ ταλαιπωρήσειν, εἰ μὴ ληΐζεσθαι ἐξέσται τοὺς περιοίκους· ἑτέρα γὰρ αὐτοῖς πρὸς τὸ ζῇν εὐπορία οὐδεμία ἦν. οἵ τε ἐκ Βυζαντίου ∆ιδυμότειχον ἐκάκουν ὅσα δυνατά. βασιλεύς τε ὁ Καντακουζηνὸς παρεσκευάζετο αὖθις, ὡς εἰς ∆ιδυμότειχον ἐπανήξων, καὶ ὁ Κράλης παρείχετο μὲν στρατιὰν ἐπικουρήσουσαν, ὀλίγην δὲ καὶ φαύλην. καὶ διὰ τοῦτο βασιλεὺς πολλοῖς ἐστρέφετο λο 2.350 γισμοῖς καὶ φροντίδων ἦν ἀνάπλεως, εἰ δεήσει πάλιν ἢ τὴν Ῥωμαίων δείσαντας δύναμιν αὖθις ἀναστρέφειν εἰς Τριβαλοὺς, ἢ μετὰ τοσούτων καὶ οὕτω φαύλων πρὸς πᾶσαν τὴν ἀρχὴν Ῥωμαίων διακινδυνεύειν. μεγίστη δὲ ἦν αὐτῷ τῶν δυσχερειῶν, ὅτι τῶν χρημάτων, ἃ οἴκοθεν ἦλθεν ἔχων, ἀναλωθέντων πρός τε τοὺς συνόντας ὄντας τοσούτους, πάντες γὰρ διετρέφοντο ἐκ τῶν βασιλικῶν ἐπὶ δυσὶν ἔτεσιν, ἐν οἷς τῆς Ῥωμαίων γῆς ἀπελαθέντες ἦσαν ὑπερόριοι, καὶ πρὸς Τριβαλοὺς τοὺς τῶν στρατοπέδων ἡγουμένους διὰ φιλοτιμίαν, ἐν ἀπόρῳ εἴχετο τοῦ τί χρὴ δρᾷν, εἰ μὴ ἐξέσται τὴν πολεμίαν διελθόντας εἰς ∆ιδυμότειχον ἐλθεῖν. οὔτε γὰρ ἐξῆν ἐκεῖθεν χρήματα μεταπέμπεσθαι, οὔτε παρὰ Τριβαλῶν δανείζεσθαι, τῶν μὲν πάντῃ δεδουλωμένων καὶ συζώντων ἐσχάτῃ ἀπορίᾳ, τῶν ἐχόντων δὲ δανείζειν οὐ βουλομένων διὰ τὸ βασιλέα ὁρᾷν μείζοσιν ἀεὶ ταῖς δυσπραγίαις κεχρημένον καὶ ὑποπτεύειν, μὴ καὶ παντάπασι διαφθαρείη πρὶν οἴκαδε ἐπανήκειν. οὗ δὴ ἕνεκα πολλῇ μὲν ἐκυμαίνετο τρικυμίᾳ λογισμῶν τὴν ἔνδειαν ἐννοῶν, ὑφ' ἧς περισχεθήσεται, καὶ τὸν ἄφυκτον κίνδυνον, αὐτὸς καὶ οἱ περὶ αὐτόν. ἐξέφαινε δὲ πρὸς οὐδένα τὰ ἀπόῤῥητα καὶ μόνου θεοῦ ἐδεῖτο, τοῦ λύειν τὰ τοιαῦτα δυναμένου. αὐτίκα δέ τις προσελθὼν Ἄρμπενος ὠνομασμένος, ἐκ Χλερηνοῦ πρότερον Ῥωμαίοις ὑπηκόου πόλεως, πατρῴαν τε ὡμολόγει εὔνοιαν τῷ βασιλεῖ, καὶ αὐτὸς οὐδὲν ἧττον ἔφασκε 2.351 βούλεσθαι νυνὶ χρήσιμον ἑαυτὸν αὐτῷ παρέχειν καὶ βοηθεῖν τρόπῳ ὁποίῳ ἂν δύναιτο δυνατωτάτῳ· θαυμαστὸν δὲ οὐδὲν, εἰ τηλικούτῳ ὄντι καὶ θαυμασίῳ καὶ μεγάλῳ οὐδενὸς ἄξιος ὢν αὐτὸς καὶ ἀφανείᾳ πολλῇ συζῶν ἐπαγγέλλεται βοηθεῖν, εἰ καὶ μῦς ποτε κατὰ τὸν μῦθον λέοντα ἐῤῥύσατο πολλῶν καὶ χαλεπῶν δεσμῶν. συνεβούλευέ τε, ὡς, εἰ βούλοιτο, ἐπεὶ πρὸς Κράλη προσπεμφθείη Βεῤῥοιώταις, διαλεξόμενος αὐτοῖς περὶ παραδόσεως τῆς πόλεως καὶ πείσων ὑποσχέσεσι πολλαῖς, γράφειν καὶ αὐτὸν τοῖς φίλοις καὶ δι' ἐκείνων καὶ τοὺς ἄλλους πείθειν δέχεσθαι εἰς τὴν πόλιν, ἣ μεγάλη τε οὖσα καὶ πολυάνθρωπος καὶ στρατιᾷ καὶ τοῖς ἄλλοις ἅπασιν ἐῤῥωμένη, οὐ μετρία γένοιτ' ἂν παραψυχὴ πρὸς τὰς περισχούσας δυσπραγίας. αὐτὸς γὰρ, καίτοι ὑπὸ Κράλην τελῶν, μᾶλλον βούλοιτο Βέῤῥοιάν τε καὶ τὰς ἄλλας ἑσπερίους πόλεις αὐτῷ μᾶλλον ἢ Κράλῃ προσχωρεῖν· ἐκείνῳ γὰρ ἀνάγκη δουλεύειν, βασιλεῖ δὲ μᾶλλον εὐνοεῖν. βασιλεὺς δὲ ἀκούσας, ὑπερήσθη μὲν ἐπὶ τοῖς εἰρημένοις καὶ τῶν πολλῶν ἀνέπνευσε φροντίδων, τὸ θεῖον αὐτοῦ πρόνοιάν τινα πεποιῆσθαι οἰηθεὶς καὶ τὸν ἄνδρα πρὸς τοιαῦτα κεκινηκέναι. ἤρετό τε, εἰ τοὺς ἐν λόγῳ μάλιστα εἰδείη Βεῤῥοιωτῶν καὶ πρὸς οὕστινας αὐτῶν συμβουλεύει γράφειν. τοῦ δὲ, πάντας μὲν εἰδέναι, εἰρηκότος, τοὺς ἀρίστους δὲ ἐκλεξαμένου, ἐπείθετό τε ὁ βασιλεὺς, ὡς καλῶς βεβουλευμένῳ, καὶ ἔγραφεν αὐτίκα. Ἄρμπενος δὲ συνεβούλευεν, εἰ δύναιτο, καὶ Κράλην πείθειν ἐνδοῦναι αὐτῷ 2.352 καὶ φανερῶς ὑπὲρ αὐτοῦ διαλεχθῆναι Βεῤῥοιώταις· βασιλεῖ τε γὰρ τὰ μέγιστα λυσιτελήσειν τὸ τοιοῦτο καὶ αὐτῷ τὴν συντυχίαν μηδένα κίνδυνον ὕστερον ἂν ἐπαγαγεῖν, εἰ ἡ πόλις προσχωροίη βασιλεῖ. ἐπείθετό τε ὁ βασιλεὺς αὐτίκα καὶ πρὸς Κράλην ἐλθὼν ἐπυνθάνετο, εἰ βούλοιτο πρὸς Βέῤῥοιαν πέμπειν Ἄρμπενον. τοῦ δὲ συνθεμένου, «ἐβουλόμην» εἶπε «γράφειν καὶ αὐτὸς αὐτοῖς καὶ παραινεῖν εἰς τὴν πόλιν δέχεσθαι. ἐννοῶν δὲ, οἷα δράσειαν Φεραῖοι τὸν πρεσβεύοντα ἀπεκτονότες, πρὸς τὴν ἐπιχείρησιν ἀμβλύνεσθαι, δεδοικὼς μὴ καὶ ἄλλῳ τῳ κακῶν ὁμοίων αἴτιος