317
ὡς οὐδεὶς αλλος. τοῦτο δὲ λέγεται κατ' ὑπερβατόν. Οσ. αρθρον ὑποτακτικόν. σημαίνει δὲ ἀντωνυμίαν κτητικὴν τρίτου προσώπου. ἐμὸς, σὸς, ος. σημαίνει δὲ καὶ ἀντωνυμίαν ἰσοδυναμοῦσαν τῷ ουτος. δύναται δὲ σημαίνειν καὶ τὴν αὐτός. ἀλλὰ καὶ ος δείδοικε ∆ιὸς μεγάλου-. εστι δὲ ἀορίστου μορίον ὑποτακτικὸν δηλοῦν τὸ οστις, οιον· ος αν ελθῃ, μεινάτω με. Οσσε. οἱ ὀφθαλμοί. παρὰ τὸ οπτω, οσσω, οσσος, ὁ ὀφθαλμός. καὶ τὸ δυϊκὸν οσσε. τὸ πληθυντικὸν οσσων. ̔Οσεϊάσ. ονομα ̔Εβραϊκόν. †καὶ ̔Οσαΐας.† ̓Οσήϊοσ. κύριον. Οσιρισ. καὶ ὁ ̓Οσίρειος νεώς. Οσιοσ. παρὰ τὰ θεῖα δίκαιος. παρὰ τὸ αζω, τὸ σέβομαι, γίνεται ασιος καὶ οσιος. διὸ καὶ διὰ τοῦ ˉι γράφεται. οιον ἀσπάζω, ἀσπάσιος, ἀλέξω, ἀλέξιος. κτήσω. κτήσιος, μνήσω. μνήσιος. τὸ δεξιὸς καὶ ἀνεψιὸς κατὰ τὸν τόνον μόνον διήλλαξεν. τὰ ἀπὸ μελλόντων διὰ τοῦ ˉιˉοˉς γινόμενα διὰ τοῦ ἰῶτα γράφεται, οιον αζω, ασω, οσιος. omicron.1474 Οσκιοσ. κύριον. ̓Οσροηνόσ. ἀπὸ τόπου. † ̓Οστιάριοσ.† ̓Οστεολόγοσ. ὁ συλλέγων τὰ ὀστᾶ. (Θηλυκόν.) Οσσα. θεία φήμη· καὶ κληδὼν, η μαντεία. οιμαι, οτι παρὰ τὸ οπτω. ̓Οσροηνή. τόπος. ̓Οσταφὶς καὶ ἀσταφίσ. πλεονασμῷ τοῦ ˉο καὶ τοῦ ˉα. σπάνιον δὲ τὸ σταφὶς, σχεδὸν γὰρ ἡ χρῆσις ἀσταφὶς εχει. τὸ δὲ οπις σημαίνει τὴν μῆνιν. παρὰ τὸ επεσθαι καὶ ἀκολουθεῖν τοῖς ἁμαρτάνουσιν. ἐξ ου καὶ -φύλοπις αἰνή. καί· -θεῶν οπιν οὐκ ἀλέγοντες. Οστλιγγεσ. αἱ λαμπηδόνες. οιον· οστλιγγες μαλεροῖο πυρός-. παρὰ τὸ οσσε καὶ τὸ ιλιγγα, ὀσσίλιγγες τινὲς ουσαι, καὶ οστλιγγες κατὰ συγκοπήν. η παρὰ τὸ περὶ τὰ ὀστώδη μέρη τῆς κεφαλῆς εἰλεῖσθαι καὶ συνηθροῖσθαι. ̓Οστία. ἡ θύρα. Οσφρησισ. ἀέρος μετάληψις η διάκρισις ἀτμῶν. καὶ ὀσφράδιον ἐπὶ οὐδετέρου. ̓Οσφύσ. τὰ πλησίον τοῦ γλουτοῦ, η ἡ ῥάχις, η ἡ ψύα. ὡς μὲν ̓Αριστοτέλης, ἡ ιση πρὸς τὰ ανω ἐμπεφυκυῖα· ἰσόφυς τὶς ουσα. ὡς δὲ ̓Απολλόδωρος, οἱονεὶ ὀστοφυής τις ουσα· ὀστώδης γάρ ἐστιν. omicron.1475 ̓Οσσεία. ἡ μαντεία. ὁσία δὲ ἡ κηδεία καὶ ἡ ταφὴ, ˉι. ̔Οσιότησ. παρὰ τὸ οσιος. τὸ δὲ οσιος παρὰ τὸ αζω, τὸ σέβομαι. τὸν γὰρ οσιον πάντες σεβόμεθα. (Οὐδέτερον.) Οσον. πολὺ, πάνυ, η ἀντὶ τοῦ ὁπόσον. * Οσον οσον. ταχὺ, μετ' ὀλίγον.* * ̔Οσημέραι. πάντοτε, καθ' ἡμέρας.* † Οστρεον. μυάκιον θαλάσσιον.† Οσπριον. παρὰ τὸ σπείρω, σπόριον, καὶ καθ' ὑπερβιβασμὸν οσπριον. ̓Οσπήτιον. ̓Οστέον. παρὰ τὸ στῶ, στέον καὶ ὀστέον. τὸ αιτιον τῆς στάσεως. παρὰ τὸ ιστημι. καὶ ὀστέϊνον καὶ ὀστοῦν. Οστρεον καὶ οστρειον. ( ̔Ρῆμα.) ̓Οσσεύεσθαι. κληδονίζεσθαι. ̓Οσσόμενοσ. προορῶν. Οσσετο. προεώρα. -οσσετο θυμός. τουτέστι κατὰ ψυχὴν προσεδέχετο. οιον ἡ κατ' ἐπίνοιαν γνῶσις. μετείληπται ἀπὸ τῶν οσσων. ̓Οστοφαγεῖν. ὀστέα ἐσθίειν. καὶ ὀστηφαγεῖν. ̓Οστεολογεῖν. ὀστᾶ συλλέγειν. omicron.1476 Τὸ Ο μετὰ τοῦ Τ. ( ̓Αρσενικόν.) ̔Οτέοισιν. ἀντὶ τοῦ οιστισιν. Οτῳ. ἀντὶ τοῦ ῳτινι. καὶ οτεῳ. Οτλιοι. οἱ πλόκαμοι. Οτλοσ. †ὁ πόνος· ὁ μοχλός.† ὁ καρτερικός. η καὶ ὁ μόσχος. Οτριχασ. ὁμοιότριχας. ̓Οτρηρόσ. ταχὺς, δραστικὸς, σπουδαῖος. παρὰ τὸ ὀτρύνω ὀτρυρὸς καὶ τροπῇ τοῦ ˉυ εἰς ˉη ὀτρηρὸς, ὁ δι' ἑαυτοῦ παρωξυμμένος πρὸς τὸ ἐνεργεῖν η δι' ἑτέρων. ὁ δὲ Φίλων λέγει, οτι παρὰ τὸ τρῶ, τὸ φοβοῦμαι, τρέω, ῥηματικὸν ονομα τρεερὸς, ὡς φαίνω, φανερὸς, σφάλλω, σφαλερὸς, καὶ τήκω, τηκερός. καὶ κράσει τῶν δύο ˉεˉε εἰς ˉη γέγονε τρηρὸς, ὁ δειλὸς, ἀφ' ου καὶ παρώνυμον τρήρων, καὶ μετὰ τοῦ στερητικοῦ ˉα ἀτρηρὸς, ὁ μὴ δειλὸς, ἀλλὰ δραστικὸς καὶ ἐῤῥωμένος τὴν γνώμην, καὶ κατὰ μετάθεσιν τοῦ ˉα εἰς ˉο ὀτρηρός. παρὰ δὲ τὸ τρῶ γίνεται τρεὺς καὶ μετὰ τοῦ στερητικοῦ ˉα ̓Ατρεύς. Οττοβοσ. ψόφος, ηχος. διὰ τὸ ἀσαφὲς τῆς λέξεως ηγουν τοῦ λέγειν. η ἡ διὰ τῶν ωτων βοή. οτοβος απληστα ὀρώρει. omicron.1477 (Θηλυκόν.) ̓Οττεία. ἡ μαντεία. ̓Οτρειΐα. πόλις. ( ̔Ρῆμα.) ̓Οττοτύζειν. βοᾷν, ἠχεῖν. ̓Οτρύναι. παροξύναι. ( ̓Επίῤῥημα.) Οτι ῥά. οτι δή. Οτι οἱ. οτι αὐτῷ. ̔Οτιοῦν. τὸ τυχόν. ̓Οττοτοῖ. ἀντὶ τοῦ φεῦ. ̓Οτραλέωσ. σπουδαίως. παρὰ τὸ τρέω, τὸ φοβοῦμαι, ἀφ' ου καὶ ὀτρηρὸς, ονομα ῥηματικὸν γίνεται τρεὴς, καὶ κατὰ συναλοιφὴν τοῦ ˉε καὶ ˉη καὶ πλεονασμῷ τοῦ ˉο ὀτρής. ἀφ' ου ἐπίῤῥημα εἰς ˉωˉς, ὡς εὐτυχὴς, εὐτυχῶς, εὐγενὴς, εὐγενῶς, ουτως ὀτρὴς, ὀτρῶς καὶ ὀτρέως,