317
διαφυγεῖν, οὕτως ἀναβιῶναι τὸν τεθνηκότα τῶν ἀδυνάτων, μὴ βουλομένου Θεοῦ. ηʹ. "Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα." Τὴν σήν μοι φιλανθρω πίαν, φησὶ, μήνυσον, καὶ τῆς ἐλπίδος μὴ διαμάρ τοιμι. Πρωῒ γὰρ ἐνταῦθα τὸ ταχέως ἐκάλεσε. "Γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου." Γενοῦ μοι, φησὶ, ποδηγὸς, καὶ τὴν εὐθεῖαν πορείαν ὑπόδειξον. Πάν των γὰρ τῶν ἀνθρωπίνων τὴν ἐμὴν ἀποστήσας ψυχὴν, σοὶ ταύτην προσήγαγον, ∆έσποτα. θʹ. "Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον." Φεύγων τοὺς πολεμίους σὲ κατα φυγῆς τόπον ἔχω, καὶ τῆς ἐκείνων ἐπιβουλῆς ἀπ αλλαγῆναι παρακαλῶ. ιʹ. "∆ίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου." Ἱκετεύω δὲ καὶ τοῦτο, μὴ μόνον εἰδέναι τί θέλεις, ἀλλὰ καὶ πράττειν ἃ θέλεις· ἐπειδὴ σὲ Θεὸν ἐμαυτοῦ καὶ ∆εσπότην ἐπίσταμαι. "Τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ." Καὶ ἐντεῦθεν τὴν ἀξίαν τοῦ πνεύματος ἐδιδάχθημεν. Ὥσπερ γὰρ ὁ Θεὸς ἀγαθὸς, οὕτω καὶ τὸ Πνεῦμα ὠνόμασται ἀγαθόν· καὶ καθάπερ τὸν Θεὸν ὁδηγῆσαι αὐτὸν ἱκέτευσεν, οὕτω καὶ τῆς τοῦ Πνεύ ματος ὁδηγίας ἀπολαῦσαι παρακαλεῖ, ὡς μηδὲν αὐ τῷ φανῆναι πρόσαντες, μηδὲ δυσχερὲς, ἀλλ' εὐθεῖαν τὴν ὁδὸν ὁδεύειν, καὶ λείαν, καὶ πλάνης ἀπηλλα γμένην. ιαʹ. "Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με." Σύ με προεβάλου βασιλέα· τῆς σῆς δὲ ψήφου καὶ χειροτονίας ἀπήλαυσα, καὶ δέδια μὴ παροφθεὶς ὑπὸ σοῦ βλασφημίας πρόξενος τῷ σῷ ὀνόματι γένωμαι. Μὴ εἰς τὴν ἐμὴν τοίνυν ἀποβλέψῃς ἀξίαν, ἀλλὰ διὰ τὴν τοῦ σοῦ ὀνόματος εὐφημίαν μετάδος μοι τῆς σωτηρίας. "Ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλί ψεως τὴν ψυχήν μου." Ἐμοὶ γὰρ καὶ τοῖς πολε μίοις δικάσας, δικαίως τῶν ὑπ' ἐκείνων ἐπαγομένων ἀπαλλάξεις με συμφορῶν. ιβʹ. "Καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου, καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι." Τοῦτο καὶ ἐν τῷ ρλεʹ ἔφη ψαλμῷ, "Τῷ πατάξαντι Αἴγυπτον σὺν τοῖς πρωτοτόκοις αὐτοῦ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ" Καὶ ἐνταῦθα ἔφη, "Ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου." Ὁ γὰρ περὶ τὸν ἀδικούμενον ἔλεος ἐπάγει τῷ ἀδικοῦντι τὸν ὄλεθρον. Οὕτω καὶ γεωργὸς ἄριστος προῤῥίζους μὲν τὰς ἀκάνθας ἐκτέμνει, ἄρδει δὲ καὶ γεωργεῖ τὰ φυτά. 80.1960
ΕΡΜΗΝ. ΤΟΥ ΡΜΓʹ ΨΑΛΜΟΥ αʹ. Τῷ ∆αβίδ. Ἐν ἐνίοις τῶν ἀντιγράφων τῇ ἐπιγραφῇ προσκείμενον εὗρον,
"Πρὸς τὸν Γολιάθ." Οὔτε δὲ παρὰ τῷ Ἑβραίῳ, οὔτε παρὰ τοῖς ἄλλοις ἑρμηνευταῖς, οὔτε μὴν παρὰ τοῖς Ἑβδομήκοντα εὗ ρον ἐν τῷ Ἑξαπλῷ. Ἔχει δὲ ὑπόθεσιν ταύτην· Τῶν ἐπαναστάντων Ἰουδαίοις ἐθνῶν, μετὰ τὴν ἀπὸ Βα βυλῶνος ἐπάνοδον, πολλοὶ τῶν προφητῶν ἐμνημό νευσαν· πλατύτερον δὲ τῶν ἄλλων ὁ θεῖος Ἰεζεκιήλ. Λέγει δὲ καὶ ταῦτα μεθ' ἑτέρων πολλῶν· "Ἀφ' ἡμερῶν πλειόνων ἑτοιμασθήσῃ, καὶ ἥξεις εἰς γῆν τὴν ἀπεστραμμένην ἀπὸ μαχαίρας, ἠθροισμένην ἀπὸ λαῶν πολλῶν, ἐπὶ γῆν Ἱερουσαλὴμ, ἣ ἐγένετο ἔρη μος δι' ὅλου. Καὶ αὐτοὶ ἐξ ἐθνῶν ἐξεληλύθασι, καὶ κατοικήσουσιν ἐπὶ εἰρήνης πάντες αὐτοί. Καὶ ἀναβήσῃ ὡς ὑετὸς, καὶ ἥξεις ὡς καταιγὶς, καὶ ὡς νεφέλη, καλύψαι τὴν γῆν, καὶ πέσῃ σὺ, καὶ πάν τες οἱ περὶ σὲ, καὶ ἔθνη πολλὰ μετὰ σοῦ." Εἶτα μετὰ πολλὰ διδάσκει καὶ τοῦ θανάτου τὸν τρόπον. "Καὶ συγκαλέσω ἐπ' αὐτὸν φόβον μαχαίρας εἰς πάντα τὰ ὄρη μου, λέγει Ἀδωναῒ Κύριος. Μάχαιρα ἀνθρώπου ἐπὶ τὸν ἀδελφὸν αὐτοῦ ἔσται, καὶ κρινῶ αὐτὸν ἐν θανάτῳ, καὶ ἐν αἵματι, καὶ ὑετῷ κατα κλύζοντι, καὶ λίθοις χαλάζης. Καὶ πῦρ καὶ θεῖον βρέξω ἐπὶ αὐτοὺς, καὶ ἐπὶ πάντας τοὺς μετ' αὐτοῦ, καὶ ἐπὶ ἔθνη πολλὰ τὰ μετ' αὐτοῦ." Ἔξεστι δὲ τῷ βουλομένῳ ταῦτα μαθεῖν ἀκριβέστερον ἐντυγχάνοντι τῇ προφητείᾳ. Ταῦτα καὶ οὗτος ὁ ψαλμὸς προθεσπί ζει· "Κλῖνον γὰρ οὐρανοὺς, Κύριε, καὶ κατάβηθι· ἅψαι τῶν ὀρέων, καὶ καπνισθήσονται· ἄστραψον ἀστραπήν σου, καὶ σκορπιεῖς αὐτούς· ἐξαπόστειλον τὰ βέλη σου, καὶ συνταράξεις αὐτούς." Σαφέστερον δὲ ταῦτα ἡ κατὰ