317
νομίμως καὶ κατηρτισμένως, διὰ τοῦτο τὰ ἄνω κάτω καὶ ἱερεὺς καὶ προφήτης ἐξέστησαν κατὰ τὸ γεγραμμένον καὶ μυριόδοξος παράδοσις καὶ αὐτόκριτος νομοθεσία οὐ διὰ θεοφιλίαν, ἀλλὰ διὰ φιλαργυρίαν, οὐδὲ διὰ σωτηρίαν, ἀλλὰ διὰ φιλοκερδίαν. καὶ πρὸς ταῦτα ἐγὼ ὁ τάλας ἀποκρίνεσθαι οὐκ ἔχω ἢ στένειν καὶ σκυθρωπάζειν καὶ τὰς ἑαυτῶν ἁμαρτίας ἀποκλαίειν· σὺ δὲ σωθείης, τέκνον ἠγαπημένον. 490 {1Θεοκτίστῳ ἐρημίτῃ}1 ∆εξάμενος τὸ γραμματεῖον τῆς τιμιότητός σου καὶ ἀναγνοὺς εἰς ὑπήκοον τοῦ θεοφιλεστάτου ἀρχιεπισκόπου καὶ ἀδελφοῦ μου ἅμα τοῖς συνοῦσιν ἀδελφοῖς εὐχαρίστησα ὁ ταπεινὸς τῷ Κυρίῳ, ὃς ἔκλινεν τὴν καρδίαν σου γράψαι ὀρθῶς τὸ τῆς πίστεως σύμβολον· τὸ γὰρ ὁμολογεῖν δέχεσθαι τὴν παλαιὰν καὶ νέαν διαθήκην καὶ πάντα τὰ ὑπὸ τῶν ἁγίων πατέρων παραδεδομένα τῇ ἐκκλησίᾳ τοῦ θεοῦ κεφαλαιωδῶς ἡ ὀρθότης ἐστὶ τῆς πίστεως. ἐπειδὴ δὲ καὶ αἱρετικοῖς ἔστι ταῦτα λέγειν, οὐ μὴν εὑρίσκεσθαι κατὰ τοὺς λόγους αὐτῶν ὀρθοτομοῦντας τὸν λόγον τῆς ἀληθείας, διὰ τοῦτο καὶ παρὰ τῶν πεμφθέντων ἀδελφῶν, καὶ μάλιστα παρὰ τοῦ ἀββᾶ Σωσιπάτρου, ἐπεζητήσαμεν τὸ ἀκριβές, καθὰ καὶ ἐζήτησας ἐν τοῖς γράμμασι, διὰ τὸ μὴ πάντα ἐγχωρεῖν ἀπαγγέλλειν τὴν ἐπιστολήν, καὶ εὕρομεν χάριτι Χριστοῦ ἀπαγγέλλοντας αὐτοὺς ὀρθοφρόνως τὰ παρὰ σοῦ αὐτοῖς παρατεθέντα. Τίνα δὲ ταῦτα; δεῖν γὰρ ἐν κεφαλαίοις ἐπισημανθῆναι. πρῶτον περὶ τῆς ἁγίας Θεοτόκου· φασὶ γὰρ λέγειν σε ὅτι πρὸ τῶν αἰώνων ἡ παρθένος. τοῦτο ἐπειδὴ ἀρνεῖσαι μήτε λέγειν μήτε δὲ φρονεῖν, ἀλλ' ὁμολογεῖν ἐξ ἀνδρὸς καὶ γυναικὸς Ἰωακεὶμ καὶ Ἄννης τετέχθαι αὐτήν, εὖ ἂν ἔχοι. δεύτερον περὶ τοῦ Κυρίου, ὅτι οὐκ ἐσταυρώθη· ἐπειδὴ δὲ ὁμολογεῖς ἐσταυρῶσθαι αὐτὸν κατὰ τὰς γραφάς, εὖ ἂν ἔχοι. τρίτον περὶ τῶν ἀγγέλων καὶ τῶν δαιμόνων, ὅτι μετὰ τὴν κρίσιν ἀποκατάστασις ἔσται πάλιν καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν. καὶ ἐπειδὴ τοῦτο ἀπαρνεῖσαι καὶ ὁμολογεῖς αἰώνιον εἶναι καὶ τὴν κρίσιν καὶ τὴν βασιλείαν τῶν οὐρανῶν, εὖ ἂν ἔχοι. τέταρτον περὶ μοναχοῦ ἑνός, ὅτι δύναται τῆς κολάσεως ῥύσασθαι ἑκατὸν πεντήκοντα κρινομένους. καὶ ἐπειδὴ τοῦτο ἀπαρνεῖσαι καὶ λέγεις μήτε μετάνοιαν εἶναι μετὰ θάνατον μήτε τινὰ τὸν δυνάμενον ἐξελέσθαι ἀπὸ τῆς θεοῦ ἀπονεμηθείσης ἑκάστῳ κολάσεως, εὖ ἂν ἔχοι. πέμπτον περὶ βιβλίου τοῦ ἐπιλεγομένου τοῦ Ἀντωνίου, ὅτι λέγεις εὐαπόδεκτον εἶναι, ἐν ᾧ πολλὰ βλάσφημα, ὡς ἡμεῖς αὐτοὶ ἀναγνόντες ἔγνωμεν. καὶ τοῦτο ἐπείπερ ὁμολογεῖς ἀποβάλλεσθαι ὡς ἀλλότριον τῆς ἐκκλησίας τοῦ θεοῦ καὶ μηκέτι μήτε ἔχειν μήτε ἀναγινώσκειν μήτε σὲ μήτε τοὺς μετὰ σοῦ, εὖ ἂν ἔχοι. καὶ εὐλογητὸς ὁ θεός, ὁ ποιησάμενος καθαρισμὸν ἐν ὑμῖν τῶν προειρημένων σκανδάλων, καὶ εὐλογημένον τὸ ὄνομα τῆς δόξης αὐτοῦ, τὸ πεῖσάν σε εἰπεῖν χωρικὸν εἶναι καὶ ἀμαθῆ καὶ εἴκειν κατὰ πάντα καὶ πείθεσθαι τῷ λόγῳ τῆς ταπεινώσεώς μου. Ἐγὼ δὲ οὐδὲν παρὰ τὰ θειωδῶς ἐκπεφασμένα τοῖς ἁγίοις ἀποστόλοις καὶ προφήταις καὶ πατράσι παραινέσω ἢ διατυπώσω, ἀλλ' αὐτὸ τοῦτο, καθὼς γέγραφας, πιστεύειν σε εἰς τὴν Ἁγίαν Τριάδα, τὴν ἀμερῆ κατ' οὐσίαν, διαιρουμένην δὲ τοῖς χαρακτῆρσιν εἰς πατέρα καὶ υἱὸν καὶ Ἅγιον Πνεῦμα, ἕνα θεόν, ἕνα Κύριον, καθὸ καὶ μία πίστις. ἔστι δὲ καὶ ὁ πατὴρ θεὸς καὶ ὁ υἱὸς θεὸς καὶ τὸ πνεῦμα θεός, οὐ τρεῖς θεοὶ (μὴ γένοιτο), ἀλλ' εἷς θεός, ὥσπερ καὶ Κύριος. τοῦτο τῆς θεολογίας τὸ δόγμα περὶ τῆς οἰκονομίας πιστεύειν ὅτι ὁ εἷς τῆς Τριάδος εὐδοκίᾳ τοῦ πατρὸς καὶ συνεργίᾳ τοῦ Ἁγίου Πνεύματος ἐσαρκώθη ἐκ τῆς ἁγίας Θεοτόκου, προσεισεληλυθότος τοῦ Ἁγίου Πνεύματος ἐν αὐτῇ καὶ οὕτως ἐπισκιάσαντος τῆς τοῦ ὑψίστου δυνάμεως κατὰ τὸ εὐαγγέλιον· ἐξ ἧς καὶ ἐτέχθη ἄνθρωπος τέλειος, ὢν ἐν ταὐτῷ καὶ θεὸς τέλειος, εἷς τῇ ὑποστάσει, διπλοῦς τῇ φύσει, καθὼς οἱ θεοφόροι πατέρες καὶ αἱ ἑπτὰ ἅγιαι οἰκουμενικαὶ σύνοδοι ἐξέθεντο, ὁμολογεῖν τε τὴν παρθένον Θεοτόκον, πάντων οὖσαν ὑψηλοτέραν καὶ τιμιωτέραν δυναμένην τε πρεσβεύειν μητρικῶς τῷ αὐτῆς υἱῷ καὶ Κυρίῳ ὑπὲρ παντὸς τοῦ κόσμου, ὁμολογεῖν