ἀνδρεῖον πολὺ δὲ καὶ τὸ δίκαιον τό τε πιστὸν ἐς πάντας καὶ τοὺς οἰκείους καὶ τοὺς πολεμίους εἶχεν. ὑφ' οὗπερ καὶ ὁ Νέρων ἐπὶ τὸν πόλεμον αὐτὸν ἀνθ' ἑαυτοῦ ἀπέστειλε, καὶ δύναμιν αὐτῷ ὅσην οὐδενὶ ἄλλῳ ἐπέτρεψε, πιστεύσας ὁμοίως καὶ τοὺς βαρβάρους αὐτὸν κατεργάσασθαι καὶ 2.350 αὐτῷ μὴ ἐπαναστήσεσθαι. καὶ ὁ μὲν οὐδέτερον αὐτῶν ἐψεύσθη, τοὺς μέντοι ἄλλους ἀνθρώπους καθ' ἓν τοῦτο μόνον ὁ Κουρβούλων ἐλύπησεν, ὅτι τὴν πρὸς τὸν Νέρωνα πίστιν ἐτήρησεν· οὕτω γὰρ αὐτὸν αὐτοκράτορα ἀντ' ἐκείνου λαβεῖν ἤθελον ὥστε καὶ κακὸν τὸ μέρος τοῦτο γενέσθαι μόνον ἠξίουν. τοιοῦτος ὁ Κουρβούλων ἦν καὶ δι' αὐτὰ ταῦτα ἀπώλετο. 248. Ὅτι ὁ Κουρβούλων, καίτοι καὶ ἰσχὺν μεγάλην καὶ δόξαν οὐκ ἐλαχίστην ἔχων, καὶ δυνηθεὶς ἂν ῥᾷστα καὶ αὐτοκράτωρ (καὶ τῶν ἀνθρώπων τῷ Νέρωνι δεινῶς ἀχθομένων καὶ ἐκεῖνον ἐς πάντα δὴ πάντως θαυμαζόντων) ἀποδειχθῆναι, οὔτε ἐνεωτέρισέ τι οὔτε ᾐτιάθη. τά τε γὰρ ἄλλα ἔτι καὶ μᾶλλον ἐμετρίαζε, καὶ τὸν γαμβρὸν Ἄννιον ὑποστρατηγοῦντά οἱ ἐς τὴν Ῥώμην, πρόφασιν μὲν ὡς τὸν Τιριδάτην ἀνάξοντα, τὸ δὲ ἀληθὲς ἐφ' ὁμηρείᾳ τῷ Νέρωνι ἑκὼν ἔπεμψεν. οὕτω γάρ που ἐπεπίστευτο μηδὲν νεοχμώσειν ὥστε καὶ τὸν γαμβρόν, καὶ πρὶν στρατηγῆσαι, ὕπατον λαβεῖν. 249. Ὅτι ὁ Ἰούνιος Τορκουᾶτος ἀπόγονος τοῦ Αὐγούστου ὢν θαυμαστῷ δή τινι ἐγκλήματι παρεδόθη. ἐπειδὴ γὰρ ἀσωτότερον τῇ οὐσίᾳ, εἴτε ἐκ φύσεως εἴτε καὶ ἐξ ἐπιτηδεύσεως, ὅπως μὴ πάνυ πλουτοίη, κατεχρήσατο, τῶν τε ἀλλοτρίων αὐτὸν ἐπιθυμεῖν ἅτε καὶ πολλῶν δεόμενον ὁ Νέρων ἔφη, κἀκ τούτου καὶ τῆς αὐτοκράτορος ἀρχῆς ἐφιέμενον συκοφαντηθῆναι ἐποίησεν. 250. Ὅτι τοσοῦτον ἐπόθησε τὴν Σαβῖναν, ὥστε μετὰ θάνατον αὐτῆς τὰ μὲν πρῶτα γυναῖκά τινα προσφερῆ οἱ μαθὼν οὖσαν μετεπέμψατο καὶ ἔσχεν, ἔπειτα παῖδα ἀπελεύθερον, ὃν 2.351 Σπόρον ὠνόμαζεν, ἐκτεμών, ἐπειδὴ καὶ αὐτὸς τῇ Σαβίνῃ προσεῴκει, τά τε ἄλλα ὡς γυναικὶ αὐτῷ ἐχρῆτο καὶ προϊόντος τοῦ χρόνου καὶ ἔγημεν αὐτόν, καίπερ Πυθαγόρᾳ τινὶ ἐξελευθέρων γεγαμημένος, καὶ προῖκα αὐτῷ κατὰ συγγραφὴν ἔδωκε, καὶ τοὺς γάμους σφῶν δημοσίᾳ οἱ τε ἄλλοι καὶ αὐτοὶ οἱ Ῥωμαῖοι ἑώρτασαν, ὅτι τότε πολλοὶ ἐθανατώθησαν. 251. Ὅτι ὁ Νέρων ἐπὶ τοὺς Αἰθίοπας καὶ τὰς Κασπίας πύλας ἐνόει πλεῦσαι. ἀλλὰ ταῦτα μὲν καὶ χρόνου καὶ πόνου ὁρῶν δεόμενα ἤλπιζεν αὐτόματά οἱ προσχωρήσειν, ἐς δὲ δὴ τὴν Ἑλλάδα ἐπεραιώθη, οὔτι γε ὡς Φλαμίνιος οὐδ' ὡς Μόμμιος ἢ καὶ Ἀγρίππας καὶ Αὔγουστος οἱ πρόγονοι αὐτοῦ, ἀλλ' ἐπί τε ἡνιοχήσει καὶ κιθαρῳδήσει κηρύξει τε καὶ τραγῳδίας ὑποκρίσει. οὐ γὰρ ἤρκει αὐτῷ ἡ Ῥώμη, οὐδὲ τὸ τοῦ Πομπηίου θέατρον, οὐδ' ὁ μέγας ἱππόδρομος, ἀλλ' ἐδεήθη καὶ ἐκστρατείας τινός, ἵνα καὶ περιοδονίκης γένηται. καὶ τοσοῦτόν γε πλῆθος οὐχ ὅτι τῶν Αὐγουστείων ἀλλὰ καὶ τῶν ἄλλων ἀνθρώπων ἐπηγάγετο ὅσον, εἴπερ ἐμπολέμιον ἦν, καὶ Πάρθους ἂν καὶ Κασπίους καὶ Αἰθίοπας ἐχειρώσατο. ἀλλ' ἦσαν οἷοι Νερώνειοι ἂν στρατιῶται γένοιντο, καὶ ὅπλα κιθάρας τε καὶ πλῆκτρα πρόσωπά τε καὶ ἐμβάτας ἔφερον. καὶ ἐνίκησε νίκας οἵας στρατοπέδῳ τοιούτῳ ἔπρεπε, καὶ κατέλυσε Τέρπνον καὶ ∆ιόδωρον καὶ Παμμένην, ὡς Φίλιππον, ὡς Περσέα, ὡς Ἀντίοχον. καὶ διὰ τοῦτό γε, ὡς ἔοικε, καὶ τὸν Παμμένην ἐκεῖνον ἐπὶ Γαΐου ἀκμάσαντα κατηνάγκασε, καίπερ γέροντα ὄντα, ἀγωνίσασθαι, ἵνα αὐτοῦ τοὺς ἀνδριάντας κρατήσας αἰκίσηται. Καὶ εἰ μὲν μόνα ταῦτα ἐπεπράχει, γέλωτα ἂν ὠφλήκει. πῶς 2.352 γὰρ ἄν τις καὶ ἀκοῦσαι, μὴ ὅτι ἰδεῖν, ὑπομείνειεν ἄνδρα Ῥωμαῖον βουλευτὴν εὐπατρίδην ἀρχιερέα Καίσαρα αὐτοκράτορα Αὔγουστον ἔς τε τὸ λεύκωμα ἐν τοῖς ἀγωνισταῖς ἐγγραφόμενον καὶ τὴν φωνὴν ἀσκοῦντα, μελετῶντά τέ τινας ᾠδὰς καὶ τέρποντα καὶ τὴν μὲν κεφαλὴν κομῶντα, τὸ δὲ γένειον ψιλιζόμενον, ἱμάτιον ἀναβαλλόμενον ἐν τοῖς δρόμοις, μεθ' ἑνὸς ἢ δύο ἀκολούθων βαδίζοντα, τοὺς ἀντιπάλους ὑποβλέποντα καὶ ἀεί τι πρὸς αὐτοὺς μεθ' ἁψιμαχίας λέγοντα, τοὺς ἀγωνοθέτας τούς τε μαστιγοφόρους φοβούμενον, καὶ χρήματα αὐτοῖς κρύφα ἅπασιν ἀναλίσκοντα μὴ καὶ ἐλεγχθεὶς μαστιγωθῇ, καὶ ταῦτα ποιοῦντα ἵνα τὸν τῶν