κάτοχοι σκωφθήσονται, ὡς ἄρα καὶ θανόντες ἐρῷεν ἄν, κατὰ τὸν ἐπὶ Πρωτεσιλάῳ μῦθον καὶ τῇ αὐτοῦγυναικί. (ῃς. 701) ∆άρδανος δὲ ἀνήρ, ὡς ὁ Πορφύριος ἄριστα διασκευάζει,ἢ κατὰ γένος ὁ ἐκ τῶν ∆αρδάνων, ὡς καὶ ἐπὶ Πατρόκλου, ὃν βάλε ∆άρδανοςἀνήρ, ὅπερ οὕτω δόξαν τῷ ποιητῇ διασαφεῖ ἐκεῖ. ποῖος ∆άρδανος; Πανθοΐδης Εὔφορβος. καί φασιν οἱ παλαιοί, ὅτι, εἴπερ ἦν τῶν ἐνδόξων ὁ ἀνήρ, ἐμνήσθηἂν αὐτοῦ ὁ ποιητής, καὶ ὅτι παθαινόμενος οἷον ὁ ποιητὴς ἐπὶ τῷ ἥρωϊ ὀκνεῖπρὸς ὄνομα εἰπεῖν τὸν ἀνελόντα, ἵνα μὴ ἀοίδιμος εἴη, ὥς που καὶ ὁ τὸν τῆςἘφεσίας ναὸν Ἀρτέμιδος ἐμπυρίσας ἐσιγήθη ἐπίτηδες κοινῷ ψηφίσματι παλαιῷ, ἵνα μὴ περιώνυμος εἴη τοῖς εἰς ἔπειτα. ἤγουν ∆άρδανον ἄνδρα, ὡς ἐρρέθη, νοήσειτις ἀορίστως κατὰ ἐθνικὸν εἶδος ἢ ὀνοματικῶς, τουτέστι κατὰ κύριον ὄνομα ὁμώνυμον τῷ ἐθνικῷ, ὥσπερ καὶ Ἀχαιὸς κατὰ τὸν αὐτὸν Πορφύριον τραγῳδίαςποιητὴς Ἐρετριεύς, ὁμώνυμος τῷ ἐθνικῷ, καὶ Λίβυς ὁμοίως ὁ Λυσάνδρουἀδελφὸς καὶ Ἐπειὸς ὁ τέκτων τοῦ δουρείου ἵππου, κατὰ ὁμωνυμίαν Ἐπειοῦ1.508 τοῦ ἐθνικοῦ, καὶ Σκύθης ὁ Ἀκαδημαϊκὸς σοφὸς κατὰ φωνὴν ἐθνικὴν καὶ Μαίων Αἱμονίδης ὁμωνυμῶν τῷ Λυδικῷ ἐθνικῷ Μαίονι. οὕτως οὖν καὶ ∆άρδανος εἴη ἂν κύριον, ὃς ἀνεῖλε Πρωτεσίλαον, ὥσπερ κύριον καὶ ὁ ∆άρδανος, ὃνἀνελεῖ ὁ Ἀχιλλεύς, ὃς καὶ Τρῶα ῥίπτει που Ἀλαστορίδην, ὁμώνυμον τῷ ἐθνικῷΤρωΐ. εἰ δέ τι δοκεῖ ἐμποδὼν εἶναι εἰς τοῦτο προσκείμενον τὸ «ἀνήρ»-οὐδεὶςγὰρ ἄν, φασίν, εἴποι Πρίαμος ἀνήρ- ἐνθυμητέον τὸ «φῶτα Ἡρακλέα»,ὅμοιον ὂν τῷ ∆άρδανον ἄνδρα καὶ ∆άρδανος ἀνήρ. Παλαίφατος δέ, φασίν,ἱστορεῖ, ὅτι Αἰνείας ἀνεῖλε τὸν Πρωτεσίλαον· ἕτεροι δὲ ὑπὸ Ἀχάτου αὐτὸνπεσεῖν φασιν, ἑταίρου Αἰνείου· τινὲς δὲ ∆άρδανον ἄνδρα ἐνταῦθα τὸν Ἕκτορανοοῦσιν, ὅπερ οἱ μὴ ἀποδεχόμενοί φασιν, ὅτι ἐὰν ὁ Ἕκτωρ ἔρριψε τὸν Πρωτεσίλαον, εἶχεν εἰπεῖν ὅτι τὸν ἔκτανε φαίδιμος Ἕκτωρ ἢ ∆άρδανος Ἕκτωρ. (ῃ. 702) Ὅρα δὲ τὸ «νηὸς ἀποθρῴσκοντα». οὐ γὰρ εἶπεν ἐκθορόντα, ἀλλ'ἔτι ἀποθρῴσκοντα· τοῦτο δὲ τὸν βαλόντα σεμνύνει, ὡς οὕτω ταχὺ διαχειρισάμενον τὸν Πρωτεσίλαον. [Ἰστέον δὲ ὅτι τὸ θρῴσκειν οὕτω παράγουσιν οἱπαλαιοί. θορῶ ἢ θόρω βαρυτόνως τὸ πηδῶ, οὗ παράγωγον θορίσκω, ὡς ῥυΐσκω,τελίσκω, καὶ ὑπερθέσει θροΐσκω, καὶ ἐκτάσει καὶ προσγραφῇ ἀναγκαίᾳ τοῦ ˉιθρῴσκω.] Τὸ δὲ πολὺ πρώτιστόν τινα τῶν ἀντιγράφων πολυπρώτιστον ὑφὲνγράφουσι. τοῦτο δὲ καὶ φερωνυμίαν τινὰ παραλαλεῖ τῆς τοῦ Πρωτεσιλάουκλήσεως, ὡς μὴ ἁπλῶς πρώτου ἐν λαῷ τῷ Ἀχαϊκῷ, ἀλλὰ ὡς πολὺ πρωτίστουκαὶ πηδήσαντος καὶ πεσόντος. ἐκ τοῦ πρωτεύσω δὲ μέλλοντος παρήχθη τὸ Πρωτεσίλαος. οἱονεὶ γὰρ Πρωτευσίλαος καὶ ἀπελεύσει τοῦ ˉυ Πρωτεσίλαος. Τὸ δὲ πολὺ πρώτιστον πρὸς διαστολὴν εἴρηται. πολλῶν γὰρ ἐκθορόντων καὶπεσόντων ἀεὶ πρῶτος ὁ πρό τινος πίπτων. πολὺ δὲ πρώτιστος ὁ Πρωτεσίλαος.περὶ οὗ σημείωσαι, ὅτι κοινῶς μὲν λεγόμενος πίπτει εἰς μέτρον Ὁμηρικόν,Ἀττικῶς δὲ οὔ. Πηνέλεων μὲν γὰρ ἐρεῖ τις καὶ Ἰόλεων, Πρωτεσίλεων δὲ οὐκ ἂν εἴπῃ, εἴπερ οὐδὲ Μενέλεων. οὐ γὰρ παραληπτέα τὰ τοιαῦτα εἰς μέτρονδακτυλικόν. (ῃ. 707) Τὸ δέ «ὃ δ' ἄρα πρότερος» ἐφερμηνευτικόν ἐστι τοῦ»ὁπλότερος γενεῇ», ἵνα μή τις ὁπλότερον νοήσῃ τὸν θρασύτερον. (ῃ. 711-5) 1.509 Ὅτι «οἳ Φερὰς ἐνέμοντο παραὶ Βοιβηΐδα λίμνην, Βοίβην καὶ Γλαφυρὰςκαὶ ἐϋκτιμένην Ἰαωλκόν, τούτων ἦρχεν Εὔμηλος, Ἀδμήτου φίλος παῖς, ἕνδεκα νηῶν, ὃν ὑπ' Ἀδμήτῳ ἔτεκε δῖα γυναικῶν Ἄλκηστις, Πελίαο θυγατρῶν εἶδος ἀρίστη». Ὅτι δὲ φίλανδρος καὶ αὕτη ἡ Ἄλκηστις, ἡ τοῦ Πελίου, καὶ ὡς θανάτῳ παρέβαλεν ἑαυτὴν ἀντὶ τοῦ ἀνδρὸς Ἀδμήτου ἐκ ζώντων γενομένου, εἴπως εἰς φῶς ἐκεῖνος παλινδρομήσει, δηλοῦσιν οἱ παλαιοὶ καὶ μάλιστα οἱποιηταί. ὁ γοῦν Εὐριπίδης καὶ δραματουργίας διασκευὴν ἐκ τῆς γυναικὸςταύτης πορίζεται καὶ τὸ δρᾶμα ἐπιγράφει Ἄλκηστιν. περὶ δὲ ταύτης καὶ τοιαύτημυθολογία φέρεται. Φασὶ Πελίαν προθεῖναι τὸν τῆς Ἀλκήστιδος γάμον