318
καταστῇ. συνεβούλευέ τε μᾶλλον γράφειν αὐτὸς ὑπὲρ αὐτοῦ· ἅμα δὲ καὶ Ἀρμπένῳ ἐπιτρέπειν Βεῤῥοιώταις τὰς πρὸς ἀλλήλους αὐτῶν συνθήκας καὶ τοὺς ὅρκους φανεροὺς ποιεῖν, καὶ ὡς εἴη καὶ σοὶ πρὸς ἡδονὴν τὸ προσχωρεῖν αὐτοὺς αὐτῷ. ὁ δὲ τὰ μὲν γράμματα ἐπέτρεπεν αὐτὸν ὑπαγορεύοντα γράφεσθαι, οἷ ἂν δοκῇ αὐτῷ συμφέρειν. Ἄρμπενον δὲ ἐκέλευεν ὑπὲρ βασιλέως Βεῤῥοιώταις διαλέγεσθαι καὶ φανερὸν αὐτοῖς ποιεῖν, ὡς οὐδὲν ἡγοῖτο διαφέρειν αὐτῷ τε προσχωρεῖν καὶ βασιλεῖ. οὕτω μὲν οὖν ἡ ἐπίνοια αὐτοῖς εἰς τέλος ἥκει. Ἄρμπενος δὲ εἰς Βέῤῥοιαν ἐλθὼν, τά τε Κράλη γράμματα παρείχετο ἀναγινώσκεσθαι ἐπ' ἐκκλησίας καὶ τὰ βασιλέως τοῖς ἐπιτηδείοις κρύφα διεδίδου. Βεῤῥοιῶται δὲ καὶ πρότερον μὲν τὰ βασιλέως ᾑρημένοι οἵ τε ἄριστοι ὁμοίως καὶ ὁ δῆμος ἦσαν, καὶ τότε δὲ ὑ 2.353 πὸ τοῦ Τριβαλῶν πολέμου πιεζόμενοι, πολλὰς γὰρ αὐτοῖς καὶ συνεχεῖς ἐποιοῦντο τὰς ἐφόδους, καὶ κακῶς ἐποίουν τὴν χώραν ληϊζόμενοι, καὶ συνορῶντες ἤδη, ὡς ἐν χρῷ κινδύνου καθεστᾶσι δουλεύειν Τριβαλοῖς ἀναγκαζόμενοι, ἄλλως τε καὶ ὑπὸ τῶν ἀρίστων ἐναγόμενοι, πλὴν γὰρ ὀλίγων τὰ βασιλέως ἦσαν πάντες ᾑρημένοι, ἐψηφίσαντο τὴν βασιλέως κάθοδον· αὐτίκα τε ᾑροῦντο πρέσβεις, ἐκ μὲν τῶν ἀρίστων Ἀστραπήρην, τοῦ δήμου δὲ Ἀλληλούϊαν, ἐκ τῶν κατειλεγμένων δὲ τῷ κλήρῳ τῆς ἐκκλησίας Σύρον ὠνομασμένον, καὶ ἔπεμπον πρὸς βασιλέα, τάχιστα δεόμενοι ἥκειν πρὸς αὐτούς. οἱ πρέσβεις δὲ ἐπεὶ ἧκον, τήν τε ἀρχαίαν εὔνοιαν τῆς πόλεως ἐδήλουν βασιλεῖ καὶ ὡς, τοῦ πολέμου τοῦδε τοῦ συγγενικοῦ Ῥωμαίοις κεκινημένου, μετέωροι αὐτοὶ ἦσαν καὶ τὴν αὐτοῦ ἐπιδημίαν ἦγον δι' εὐχῆς καὶ πρόθυμοι ἦσαν αὐτῷ προσνέμειν ἑαυτοὺς καὶ τὸν πόλεμον συγκατεργάζεσθαι. ἐπεὶ δὲ ἐκ προδοσίας τῶν συνόντων συμβαίη περὶ αὐτὸν τὰ δυσχερῆ καὶ ἔλθοι ὑπερόριος πρὸς Τριβαλοὺς, μάλιστα μὲν βεβουλῆσθαι εὐθὺς ἐξαρχῆς εἰς τὴν πόλιν προσκαλεῖσθαι· δεδοικότας δὲ μὴ διὰ ταῦτα μειζόνων αὐτῷ συμφορῶν αἴτιοι καταστῶσι, τοῦ Κράλη διὰ φθόνον καὶ τὸ λαβεῖν αὐτὸν τὴν πόλιν ἐπιβουλεύσαντος, τῆς πείρας ἀποσχέσθαι ἄχρι νῦν. καιροῦ δὲ ἥκοντος νυνὶ καὶ Κράλη μὴ δοκοῦντος δυσχεραίνειν, ἥκειν καὶ αὐτοὺς σὺν ἡδονῇ πολλῇ καὶ προθυμίᾳ παραληψομένους. συνεβούλευόν τε μὴ μέλλειν, μηδὲ ὑπερτίθεσθαι τὸν καιρὸν, μή τι συμβὰν ἕτερον λυμήνηται τῇ πράξει. βασιλεὺς μὲν οὖν τῇ τε πόλει πολλὰς ὡ 2.354 μολόγει τῆς εὐνοίας χάριτας καὶ τοῖς πρέσβεσι τῆς εἰς αὐτὸν σπουδῆς· Κράλῃ δὲ ἀπήγγελλεν, ὅσα οἱ ἐκ Βεῤῥοίας πρέσβεις εἴποιεν. θαυμάσας δὲ ἐκεῖνος, ὅτι μὴ τοὺς περὶ βασιλέως λόγους, ὡς καὶ αἱ λοιπαὶ τῶν πόλεων, ἀπαγορεύοιεν, ἐπέκρινε καὶ αὐτὸς εἰς πέρας ἄγεσθαι τὸ ἔργον. Ἑλένη δὲ ἡ τούτου γαμετὴ καὶ πολλὴν εἰσῆγε τὴν σπουδὴν καὶ παρῄνει βασιλεῖ, μὴ τὸν καιρὸν προΐεσθαι, ἀλλὰ πάντα δεύτερα ἡγησάμενον, μόνου ἔχεσθαι τοῦ Βέῤῥοιαν ὑποποιεῖσθαι. ἀναγκαίαν μὲν γὰρ καὶ τὴν εἰς ∆ιδυμότειχον ἐπάνοδον εἶναι, οὐχ ἧττον δὲ λυσιτελήσειν καὶ τὸ Βέῤῥοιαν κατασχεῖν, πολλὰ δυναμένην πρὸς τὸν πόλεμον συνάρασθαι. συνεβούλευέ τε μὴ τὴν παρασκευαζομένην αὐτῷ ἕπεσθαι περιμένειν στρατιὰν, ἀλλὰ Γερμανοὺς παραλαβόντα, ὅσους Κράλης τε παρέξεται καὶ αὐτὴ, ἀεὶ πρὸς τὰς στρατείας παρεσκευασμένους ὄντας διὰ τὸ μισθοφορεῖν, ἅμα τοῖς οἰκείοις σπεύδειν ἐπὶ Βέῤῥοιαν. κἂν μὲν δέχωνται, ὥσπερ ἐπαγγέλλονται, εἰ δέοιτο καὶ τῆς στρατιᾶς ἐκείνης πρὸς ἐπικουρίαν, ὕστερον ἥξειν παρασκευασθεῖσαν. εἰ δὲ μεταβαλόντες ἀποπέμποιεν, ἀναστρέψαντα χρῆσθαι τῇ στρατιᾷ ἤδη παρεσκευασμένῃ καὶ ἀποπειρᾷν πρὸς τὴν ἐπάνοδον. τοιαῦτα μὲν ἡ Κράλη ὑπετίθετο γαμετὴ τῷ βασιλεῖ, καὶ αὐτή τε παρείχετο τοὺς ἰδίους μισθοφόρους Λατίνους καὶ τὸν ἄνδρα ἔπειθε. νηʹ. Βασιλεὺς δὲ Κράλῃ τε πολλὰς τῆς φιλίας χάριτας 2.355 ὁμολογήσας καὶ γαμετῇ καὶ τῆς φιλίας ἅμα καὶ τῆς περὶ αὐτὸν σπουδῆς, τοὺς μισθοφόρους ἔχων ἅμα τοῖς συνοῦσι Ῥωμαίοις, ἧκεν εἰς τὴν Βέῤῥοιαν· καὶ ἐδέξαντο προθύμως ἀνοίξαντες τὰς πύλας, παρείχοντό τε ἑαυτοὺς πρὸς τὰς στρατείας ὑπὸ φιλοτιμίας προθυμοτάτους καὶ χωρὶς ἀναλωμάτων. αὐτίκα δὲ Σέρβιά τε