318
Φίλιππος οὐ πολλῷ υστερον τὸ ἀληθὲς γνοὺς ἀμύνασθαι τὸν Περσέα ἠθέλησεν, οὐ μέντοι καὶ ισχυσεν, ἀλλ' αὐτός τε ἀπέθανε καὶ τὴν βασιλείαν ὁ Περσεὺς διεδέξατο. καὶ οἱ ̔Ρωμαῖοι ταύτην τε αὐτῷ ἐβεβαίωσαν καὶ τὴν πατρῴαν φιλίαν ἀνενεώσαντο. ̓Εν δὲ τοῖς μετὰ ταῦτα χρόνοις συνηνέχθησαν μέν τινα, οὐ μέντοι καὶ ἀναγκαῖα πάνυ ωστε καὶ συγγραφῆς νομίζεσθαι αξια. υστερον δὲ ὁ Περσεὺς πολέμιον ἑαυτὸν τοῖς ̔Ρωμαίοις ἐποίησεν. ινα δὲ ἀναβολὴν τοῦ πολέμου σχοίη μέχρις αν παρασκευάσηται, πρέσβεις εἰς τὴν ̔Ρώμην επεμψεν ἀπολογησομένους τάχα περὶ ων ἐνεκαλεῖτο. ους οἱ ̔Ρωμαῖοι ουτ' εισω τοῦ τείχους ἐδέξαντο, καὶ πρὸ τοῦ αστεος αὐτοῖς χρηματίσαντες οὐδὲν ἀπεκρίναντο ετερον η οτι υπατον πέμψουσι πρὸς ον οσα βούλεται διαλεχθήσεται. καὶ αὐθημερὸν αὐτοὺς ἀπιέναι ἐποίησαν, δόντες σφίσι καὶ ἀγωγοὺς ωστε μή τινι συγγένωνται· καὶ τῷ Περσεῖ τῆς ̓Ιταλίας ἐπιβαίνειν τοῦ λοιποῦ ἀπειρήκασιν. Οἱ μὲν ουν ̔Ρωμαῖοι μετὰ ταῦτα Γναῖον Σικίνιον 2.314 στρατηγὸν μετὰ δυνάμεως ὀλίγης ἐξέπεμψαν, οὐ γάρ πω τὴν μείζω παρεσκευάσαντο, καὶ ὁ Περσεὺς εἰς Θεσσαλίαν παρεμβάλλων τά γε πλεῖστα αὐτῆς ᾠκειώσατο· ἐπεὶ δὲ τὸ εαρ ἐπέστη, πέμπουσιν ἐπ' αὐτὸν Λικίνιον Κράσσον, καὶ στρατηγὸν ἐπὶ τοῦ ναυτικοῦ Γάιον Λουκρήτιον. συμμίξας ουν πρῶτον περὶ Λάρισαν τῷ Περσεῖ ἐν ἱππομαχίᾳ επταισεν· υστερον μέντοι περιεγένετο, ωστε καὶ ἀναχωρῆσαι τὸν Περσέα εἰς τὴν Μακεδονίαν. ὁ Κράσσος δὲ ταῖς πόλεσι ταῖς ̔Ελληνικαῖς ταῖς ὑπὸ τοῦ Φιλίππου κατεχομέναις προσέβαλε, καὶ τῶν μὲν πλειόνων ἀπεκρούσθη, εστι δ' ας ἐχειρώσατο· καί τινας κατασκάψας τοὺς ἁλόντας ἀπέδοτο. απερ οἱ ἐν τῇ ̔Ρώμῃ πυθόμενοι ἠγανάκτησαν, καὶ τόν τε Κράσσον υστερον ἐζημίωσαν χρήμασι καὶ τὰς ἑαλωκυίας πόλεις ἠλευθέρωσαν καὶ τοὺς πραθέντας ἐξ αὐτῶν καὶ εὑρεθέντας ἐν τῇ ̓Ιταλίᾳ τότε παρὰ τῶν ἐωνημένων αὐτοὺς ἐξεπρίαντο. Ταῦτα μὲν ουν ουτως επραξαν οἱ ̔Ρωμαῖοι, ἐν δὲ τῷ πρὸς τὸν Περσέα πολέμῳ πολλὰ καὶ μεγάλα ἠτύχησαν, καὶ πολλαχόθι ἐπόνησε τὰ αὐτῶν, καὶ ὁ Περσεὺς τῆς ̓Ηπείρου καὶ τῆς Θεσσαλίας κατέσχε τὰ πλείονα. τήν τε γὰρ αλλην δύναμιν πολλὴν συνεκρότησε, καὶ πρὸς τοὺς ἐλέφαντας τῶν ̔Ρωμαίων φάλαγγα ὁπλιτῶν ἠσκήκει, ὀξέσιν ηλοις τὰς ἀσπίδας καὶ τὰ κράνη σιδηρώσας αὐτῶν. οπως δὲ μήτε τοῖς ιπποις φοβεροὶ ειεν, ειδωλα ἐλεφάντων σκευάσας δεινὴν μὲν ὑπὸ χρίσματός τινος ὀσμὴν εχοντα, φοβερὰ δὲ καὶ ὀφθῆναι καὶ ἀκουσθῆναι οντα, βροντώδη γὰρ ἠφίει ἠχήν τινα ἐξ ἐπιτηδεύσεως, πρὸς ἐκεῖνα προσῆγεν αὐτοὺς συνεχῶς, μέχρις ου καὶ ἐθάρσησαν. ὁ μὲν ουν Περσεὺς μέγα ἐκ τούτων ἐκέκτητο φρόνημα καὶ τὸν ̓Αλέξανδρον τῇ δόξῃ καὶ τῷ μεγέθει 2.315 τῆς ἀρχῆς ὑπεροίσειν ἐπήλπισεν, οἱ δ' ἐν τῇ ̔Ρώμῃ ταῦτα μαθόντες τὸν Μάρκιον Φίλιππον ὑπατεύοντα σπουδῇ ἐξέπεμψαν. καὶ ος εἰς τὴν Θεσσαλίαν πρὸς τὸ στρατόπεδον ἀφικόμενος τούς τε ̔Ρωμαίους καὶ τοὺς συμμάχους ἐξήσκει, ωστε δείσαντα τὸν Περσέα ἐν τῷ ∆ίῳ τῷ Μακεδονικῷ καὶ πρὸς τοῖς Τέμπεσιν ἡσυχίαν αγειν καὶ τὰ στενὰ τηρεῖν. θαρσήσας δὲ διὰ ταῦτα ὁ Φίλιππος διὰ μέσων ὀρῶν ὑπερέβαλε καί τινα τοῦ Περσέως κατέσχε. προϊὼν δ' ἐπὶ τῆς Πύδνης τῶν ἐπιτηδείων ἐσπάνισε, καὶ εἰς τὴν Θεσσαλίαν ἀνέστρεψε. καὶ αυθις ὁ Περσεὺς ἀνεθάρσησε καὶ α κατέσχεν ὁ Φίλιππος ἀνεκτήσατο καὶ τῷ ναυτικῷ συχνὰ τοὺς ̔Ρωμαίους ἐλύπει, συμμάχους τε προσηγάγετο καὶ πάντῃ τοὺς ̔Ρωμαίους ἐκ τῆς ̔Ελλάδος ηλπισεν ἐκβαλεῖν. τῇ δὲ πολλῇ καὶ ἀκαίρῳ φειδωλίᾳ καὶ τῇ δι' αὐτὴν τῶν συμμάχων ὀλιγωρίᾳ ἀσθενὴς αυθις ἐγένετο. ὡς γὰρ τὰ τῶν ̔Ρωμαίων ὑπεδίδου, τὰ δ' ἐκείνου ἐπηύξετο, κατεφρόνησεν ὡς οὐδὲν ετι τῶν συμμάχων δεόμενος, καὶ οὐκ ἐδίδου χρήματα σφίσιν α ἐπηγγείλατο. τῶν μὲν ουν ἀμβλυνθέντων τὸ πρόθυμον, τῶν δὲ καὶ τέλεον αὐτὸν ἐκλιπόντων, τοσοῦτον ἀπέγνω ωστε καὶ σπονδῶν δεηθῆναι. καὶ καν ετυχε τούτων διὰ τοῦ Εὐμένους, εἰ μὴ καὶ ̔Ρόδιοι συνεπρέσβευσαν· ὑπερηφάνως γὰρ ουτοι τοῖς ̔Ρωμαίοις διαλεχθέντες τυχεῖν αὐτὸν ἐκώλυσαν τῶν σπονδῶν. ̓Εντεῦθεν ὁ κατ' αὐτοῦ πόλεμος Παύλῳ ἀνετέθη τῷ Αἰμιλίῳ τὸ δεύτερον ὑπατεύοντι.