318
καὶ πλεονασμῷ τῆς ˉαˉλ συλλαβῆς ὀτραλέως. Οτ' αν. ἐπίῤῥημα οὐ δύναται ειναι. τὰ γὰρ εἰς ˉαˉν ἐπιῤῥήματα ἐκτείνεται, οιον αγαν, λίαν, πάμπαν. τὸ δὲ οτ' αν δύο μέρη λόγου εἰσὶν, οτε αν. ὁμοίως καὶ τὸ ὁπότ' αν. * ̔Οτέ. ἀντὶ τοῦ τοῦτο.* Ο. ἀντὶ τοῦ οτι. Ομηρος· ο θαρσαλέως ἀγόρευεν. Ο. ἀντὶ τοῦ ουτος. Ο. ἀντὶ τοῦ οπερ. Τὸ Ο μετὰ τοῦ Υ. ( ̓Αρσενικόν.) Οὐδείσ. ἰσοδυναμεῖ τῷ ουτις. δύο μέρη λόγου εἰσὶ, τό τε ου καὶ τὸ δείς. οὐ γάρ ἐστι σύνθεomicron.1478 τον. εἰ γὰρ ην σύνθετον, εμελλε πρὸ μιᾶς εχειν τὸν τόνον. πᾶν γὰρ ονομα μονοσύλλαβον ἀναβιβάζει τὸν τόνον, χωρὶς τοῦ πτὼξ, πολυπτώξ. λέγει δὲ ὁ Φίλων, οτι πᾶσα εὐθεῖα πληθυντικὴ εἰς ˉεˉς λήγουσα δισσύλλαβος περισπᾶται κατὰ τὴν γενικὴν, οιον ανδρες, ἀνδρῶν. ἡ δὲ παράδοσις ἀντίκειται· πάντες γὰρ οἱ ῥήτορες οὐδένων βαρυτόνως ἀναγινώσκουσιν. Οὐετορῆγοι. εθνος. Οὐήτιοι καὶ Οὐήϊοι. ἐθνικά. Οὐλαμόσ. τάξις στρατιωτικὴ, συνεστηκυῖα ἐκ τεσσαράκοντα ἀνδρῶν. παρὰ τὸ ὁμοῦ εἰλεῖσθαι. οθεν καὶ τὰς τρίχας ουλας φαμέν. Οὐλαπισμόσ. ὁ οὐρανίσκος. †Ουλιξ. οὐρανίσκος.† Ουλον. ὁ ὀλιγόθριξ. η οὐλός. Ουλοσ. ὁ ὀλέθριος. παρὰ τὸ ολλω, ὀλλύω, καὶ ουλος. σημαίνει δὲ καὶ τὸν προσηνῆ καὶ ὁλόκληρον. ὡς τό· ουλον αρτον ἑλών-. δηλοῖ καὶ τὴν τῶν τριχῶν διαστροφήν. Οὐλκαῖοι. εθνος. Οὐμόσ. ὁ ἐμός. Οὐνιγάρδαι. ἐθνικόν. Ουννοι. οἱ Ουγγροι. Οὐρανόσ. σῶμα φυσικὸν, ἐν τῇ ἐσχάτῃ τοῦ παντὸς περιφορᾷ τὴν κύκλῳ κίνησιν εχον. η περιοχὴ ὁρατῶν τε καὶ ἀοράτων κτισμάτων. ἐντὸς γὰρ αὐτοῦ αι τε νοεραὶ τῶν ἀγγέλων δυνάμεις καὶ πάντα τὰ αἰσθητὰ περικλείονται καὶ περιορίζονται· μόνον δὲ τὸ θεῖον ἀπερίomicron.1479 γραπτόν ἐστι, πάντα πληροῦν καὶ πάντα περιέχον καὶ πάντα περιορίζον, ὡς ὑπὲρ πάντα ον καὶ πάντα δημιουργῆσαν. ειρηται δὲ οὐρανὸς παρὰ τὸ ὁρεῖν καὶ φυλάσσειν τὰ πάντα. Οὐρανίσκοσ. ὑποκοριστικὸν ὑπὸ τοῦ σωματικοῦ μέρους, οἱονεὶ ὁ μικρὸς οὐρανὸς, οτι μετεωρότερος ἐστὶ τῆς εὐρυχωρίας τοῦ τόπου, ἀπὸ μεταφορᾶς τοῦ ἐν ολῳ τῷ κόσμῳ οὐρανοῦ. Ουροσ. ὁ ἐπιτήδειος ανεμος. παρὰ τὸ ὀρούειν καὶ ὁρμᾷν. Οὐρόσ. κυρίως ὁ φύλαξ ὁ ἐπὶ τῶν ὁρίων τεταγμένος καὶ προορῶν, ος καὶ φρουρὸς καλεῖται. οἱονεὶ πρόορος τὶς ων, καὶ κατὰ κρᾶσιν τῶν δύο ˉοˉο εἰς τὴν ˉοˉυ δίφθογγον προυρὸς, ὡς νόος νοῦς, καὶ τροπῇ τοῦ π εἰς φ φρουρός. Οὐρούσ. ὀξυτόνως πρὸς ἀντιδιαστολὴν τοῦ ἀνέμου. σημαίνει δὲ τὰ νεώρια, ηγουν τὰ ταφροειδῆ ὀρύγματα, καὶ περιορίσματα τῆς νηὸς, δι' ων αἱ νῆες καθέλκονται εἰς τὴν θάλασσαν. οιον· οὐρούς τ' ἐξεκάθαραν. ἀπὸ τοῦ δι' αὐτῶν ὀρούειν καὶ ὀρμᾷν τὰ σκάφη καθελκόμενα εἰς τὴν θάλασσαν. Οὐρῆασ. ἀειδάρους, ἡμιόνους. παρὰ τὸ ἐν ορεσι μᾶλλον δύνασθαι ἐργάζεσθαι. οιον ὀρεὺς, ἐξ ου ἡ γενικὴ οὐρῆος. Οὐρίαχον. τὸ ακρον τοῦ δόρατος η τὸ οπισθεν μέρος, ο καὶ σαυρωτὴρ καλεῖται. ἀπὸ τοῦ ὀρούειν καὶ τοῦ ἰάχω. ὁρμῶν γὰρ τὸ ξίφος καὶ πλῆττον κτύπον ποιεῖ. ουτως ευρον ἐγώ. Οὐτιδανόσ. ὁ ἀσθενὴς η ὁ οὐδενὸς λόγου αξιος. omicron.1480 ἀπὸ τοῦ ουτις ουτιδος, τοῦ συγκειμένου ἀπὸ τῆς οὐ ἀποφάσεως καὶ τοῦ τις. Οὑτοσί. ἀντὶ τοῦ ουτος. τοῦτο παραγωγὴ καὶ ἀντωνυμία, καὶ οὐ πλεονασμός. αἱ τοιαῦται γὰρ ἀντωνυμίαι ἐπεκτάσεις εἰσὶ καὶ οὐ πλεονασμός. Οὑτινοσοῦν. οιου δήποτε. Οὐεσπασιανόσ. κύριον. (Θηλυκόν.) Οὐβέδαινα. ονομα θεᾶς. Οὐδένεια. ἀπάτη, υβρις, ἐξουδένωσις. Οὐδὸν εἰς λαύρην. τὴν δημοσίαν ὁδόν. λαύρην δὲ ὁ Φίλων τὴν ῥύμην φησὶ, δι' ης ὁ λαὸς ῥεῖ, καὶ οὐδὸς τὸ κατώφλοιον. η οὐδὸν εἰς λαύρην, τὴν στενὴν ὁδόν. Οὐλή. ἡ τοῦ τραύματος συνούλωσις. Ουλη. ἡ ὀλεθρία. Οὐλή. τὸ ὑγιασθὲν τραῦμα. παρὰ τὸ ουλω, τὸ ὑγιαίνω. ουλέ τε, καὶ μάλα χαῖρε-. οἱονεὶ τὴν ολην ἀναλαβοῦσα σάρκα. ὁ δὲ ̔Ηρωδιανὸς, παρὰ τὸ εἰλῶ, τὸ συστρέφω, γίνεται οὐλὴ, ἡ συνεστραμμένη σάρξ. τὸ γὰρ ἐναντίον ἀπὸ τοῦ διελκῦσαι ελκος λέγεται. η οὐλὴ ἡ συναχθεῖσα σάρξ. παρὰ τὸ ελω, ὀλὴ καὶ οὐλή. Ουλαι καὶ ουλη. -ουλη δ' ἐπενήνοθε λάχνη. εἰσὶ δὲ καὶ αἱ ἑλικοειδεῖς τρίχες. ουλην δὲ λέγει τὴν ἁπαλὴν καὶ τρυφεράν. παρὰ τὸ εἰλεῖσθαι. ὡς ἐξ ἐναντίας αἱ αλλαι τέτανες λέγονomicron.1481 ται, παρὰ τὸ τετάνθαι. βαρύνεται