318
μέρος ἑρμηνεία διδάξει. "Εὐλογη τὸς Κύριος ὁ Θεός μου, ὁ διδάσκων τὰς χεῖράς μου εἰς παράταξιν, τοὺς δακτύλους μου εἰς πόλεμον." Ἄρτι γὰρ ἀπὸ Βαβυλῶνος ἐπανελθόντες, καὶ ὅπλων καὶ περιβόλων ἐστερημένοι, διὰ τῆς θείας ῥοπῆς τῶν ἐπανελθόντων περιεγένοντο δυσμενῶν. Ἁρμότ τει δὲ καὶ ἡμῖν τὰ εἰρημένα. Τῆς γὰρ τοῦ διαβό λου τυραννίδος ἀπαλλαγέντες, ὑπὸ τοῦ Θεοῦ πολε μεῖν ἐδιδάχθημεν· τὰς χεῖρας μὲν, ἐργαζόμενοι δι καιοσύνην· διὰ δὲ τῶν δακτύλων, τοῖς μετώποις ἐπιτιθέντες τοῦ σταυροῦ τὴν σφραγῖδα. βʹ. "Ἔλεός μου, καὶ καταφυγή μου, ὑπερασπι στής μου ἀντιλήπτωρ μου καὶ ῥύστης μου, καὶ ἐπ' αὐτοῦ ἤλπισα." Ἀπὸ τῶν πραγμάτων τὰς προσηγορίας ἐποιήσατο. Σὺ γὰρ, φησὶν, "ἔλεός μου·" παρὰ σοῦ γὰρ ἐδεξάμην τὰς τοῦ ἐλέους πηγάς. Σὺ "καταφυγή μου·" πρὸς σὲ γὰρ καταφυγὼν διεσώ θην. Σὺ "ἀντιλήπτωρ μου·" τῆς γὰρ σῆς ἀπολαύ σας ῥοπῆς, κρείττων ἐγενόμην τῶν πολεμίων. Σὺ "ῥύστης μου καὶ ὑπερασπιστής μου." Σὺ γάρ με 80.1961 καὶ περιέφραξας πολεμούμενον, καὶ ἐῤῥύσω πολιορ κούμενον. Τὴν εἰς σὲ τοίνυν ἐλπίδα σχήσω βεβαίαν. "Ὁ ὑποτάσσων τὸν λαόν μου ὑπ' ἐμέ." Τοῦτο τῷ Ζοροβάβελ ἁρμόττει, καὶ Ἰησοῦ τῷ ἱερεῖ· οὗτοι γὰρ ἡγοῦντο τοῦ λαοῦ τηνικαῦτα. γʹ. "Κύριε, τί ἐστιν ἄνθρωπος, ὅτι ἐγνώσθης αὐτῷ; ἢ υἱὸς ἀνθρώπου, ὅτι λογίζῃ αὐτόν;" Ἀντὶ τοῦ ἐγνώσθης, γνωρίζῃ ὁ Σύμμαχος ἡρμήνευσε. Σφόδρα, φησὶν, ἄγαμαι τὴν ἄμετρόν σου φιλανθρωπίαν· ὅτι Θεὸς ὢν, καὶ τῶν ἁπάντων δημιουργὸς, τοσαύτην τοῦ εὐτελοῦς τούτου ζώου κηδεμονίαν ποιῇ· εἶτα τῆς φύσεως τὸ ἐπίκηρον δεικνύει. δʹ. "Ἄνθρωπος ματαιότητι ὡμοιώθη, αἱ ἡμέραι αὐτοῦ ὡσεὶ σκιὰ παράγουσιν." Ὁ Θεοδοτίων, Ἄνθρωπος, φησὶν, ἀτμίδι ὡμοιώθη· ὁ δὲ Σύμμαχος, ἀτμῷ. Ἀτμοῦ γὰρ δίκην συνισταμένου καὶ δια λυομένου ῥᾳδίως φθείρεται τῶν ἀνθρώπων ἡ φύσις, καὶ σκιᾷ τούτων ὁ βίος παραπλησίως ὁδεύει· ἐπειδὴ οὕτω μέλει σοι τῶν ἐπικήρων ἀνθρώπων. εʹ. "Κύριε, κλῖνον οὐρανούς σου, καὶ κατάβηθι." Ἀνθρωπίνως τοῖς λόγοις ἐχρήσατο, οὐκ οὐρανῷ πε ριγεγραμμένην τὴν θείαν φύσιν εἰδὼς, ἀλλ' εἰς τιμω ρίαν τῶν πολεμίων καλῶν τὸν ἐπίκουρον. "Ἅψαι τῶν ὀρέων, καὶ καπνισθήσονται." Τοῦτο γὰρ καὶ ἐν τῷ Σινᾷ ἐγένετο ὄρει. Τὸ γὰρ ὄρος, φησὶν, ἐκαπνί ζετο. ʹ. "Ἄστραψον ἀστραπὴν, καὶ σκορπιεῖς αὐτοὺς, ἐξαπόστειλον τὰ βέλη σου, καὶ συνταράξεις αὐτούς." Εὐκτικῶς μὲν σχηματίζει τοὺς λόγους· προλέγει δὲ τὰ ἐσόμενα, ἃ διὰ τοῦ προφήτου Ἰεζεκιὴλ προείρη κεν ὁ Θεός· οὕτω γὰρ ἐκείνους ἅπαντας κατανάλω σεν. ζʹ. "Ἐξαπόστειλον τὴν χεῖρά σου ἐξ ὕψους." ∆ι δάσκων ὡς ἀρκεῖς νεύων παρασχεῖν τοῖς αἰτοῦσι τὴν σωτηρίαν. Χεῖρα δὲ τὴν ἐνέργειαν ἐκάλεσεν, ὡς πολλάκις εἰρήκαμεν. "Ἐξελοῦ με, καὶ ῥῦσαί με ἐξ ὑδάτων πολλῶν." Πολλὰ ὕδατα τὸ πλῆθος πολε μίων ἐκάλεσεν. Οὕτω καὶ ἐν τῷ ρκγʹ ἔφη ψαλμῷ, "Χείμαῤῥον διῆλθεν ἡ ψυχὴ ἡμῶν, τὸ ὕδωρ τὸ ἀνυπόστατον." Καὶ διδάσκων ὅτι τροπικῶς τοὺς ἐχθροὺς ὕδατα ἐκάλεσεν, ἐπήγαγεν· "Ἐκ χειρὸς υἱῶν ἀλλοτρίων." Ἀλλοτρίους δὲ αὐτοὺς, οὐχ ὡς ἀλ λοφύλους, ἀλλ' ὡς δυσσεβεῖς προσηγόρευσεν. ηʹ. "Ὧν τὸ στόμα ἐλάλησε ματαιότητα." Βλασφη μίαις, φησὶ, ∆έσποτα, τῆς σῆς ἐχρήσαντο δόξης. "Καὶ ἡ δεξιὰ αὐτῶν, δεξιὰ ἀδικίας." Τοῖς δὲ λόγοις συμβαίνει τὰ πράγματα. Ὥσπερ γὰρ τοῖς λόγοις βλασφημοῦσιν, οὕτω τοῖς ἔργοις ἀδικοῦσιν. Αὕτη γὰρ αὐτῶν ἡ δεξιὰ οὐδὲν ἐργάζεται δεξιὸν, ἀλλ' ἀδικίας πέφηνεν ὄργανον. θʹ. "Ὁ Θεὸς, ᾠδὴν καινὴν ᾄσομαί σοι, ἐν ψαλτηρίῳ 80.1964 δεκαχόρδῳ ψαλῶ σοι." Οὐκ ἔσομαι γὰρ ἀγνώμων τῆς σωτηρίας τυχὼν, ἀλλὰ τοῖς συνήθεσιν ὀργάνοις χρη σάμενος τὸν χαριστήριον ὕμνον ἐκτίσω. ιʹ. "Τῷ διδόντι τὴν σωτηρίαν τοῖς βασιλεῦσιν." Οὕτω γὰρ, φησὶ, καὶ τοὺς ἡμετέρους προγόνους ὑπὸ σοῦ τὴν βασιλείαν ἐγχειρισθέντας διέσωσας, καὶ τῶν πολεμίων ἐπαναστάντων νικηφόρους ἀπέφηνας, τὸν ∆αβὶδ, τὸν Ἰωσαφὰτ, τὸν Ἐζεκίαν, καὶ εἴ τις ἕτερος τὴν σὴν ἐπικουρίαν ἐξῄτησεν. "Τῷ λυτρου μένῳ ∆αβὶδ τὸν δοῦλον αὐτοῦ." ∆ιὰ γὰρ τὰς πρὸς ἐκείνους συνθήκας πᾶσαν ἡμῶν κηδεμονίαν ποιῇ. "Ἐκ ῥομφαίας πονηρᾶς. [ιαʹ] Ῥῦσαί με, καὶ ἐξελοῦ με ἐκ χειρὸς υἱῶν ἀλλοτρίων."