Commentarius in Isaiam prophetam ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
{1ΛΟΓΟΣ Γʹ}1 9Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν.9
σεβομένων αὐτὸν, ὧν ἕνα γενέσθαι καὶ ἀπόλεκτον τὸν ἱερώτατον 70.868 Παῦλόν φαμεν, ὃς δὴ καί φησιν· "6Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; Θλίψεις, ἢ στενο- χωρία, ἢ λιμὸς, ἢ γυμνότης, ἢ κίνδυνος, ἢ μάχαιρα;"6 πάλιν, "6Ἐμοὶ γὰρ τὸ ζῇν Χριστὸς, καὶ τὸ ἀποθανεῖν κέρδος."6 Οὕτω φαμὲν γενέσθαι ζηλωτὰς, καὶ τοὺς ἁγίους μάρτυρας, οἳ κρείττους γεγόνασι τοῦ Σατανᾶ, καὶ πεπολεμήκασιν αὐτοῦ τῇ δυνάμει, τῆς εἰς Χρι- στὸν εὐσεβείας ἕνεκα. Τετηρήκασι γὰρ τὴν πίστιν, καὶ τῆς εἰς αὐτὸν ἀγάπης τὸ, γνήσιον· Ἐπεγερεῖ τοιγαρ- οῦν ζῆλον, φησὶ, καὶ βοήσεται ἐπὶ τοὺς ἐχθροὺς αὐτοῦ μετὰ ἰσχύος· τὸ βοήσεται, τιθεὶς, ἀντὶ τοῦ, καταλαλά- ξει. Φωνὴ δὲ αὕτη τοῖς νικῶσι πρεπωδεστάτη, κατ- ορχουμένη τρόπον τινὰ τῶν νενικημένων· Εἶτά φησιν· Ἐσιώπησα, μὴ καὶ ἀεὶ σιωπήσομαι, καὶ ἀνέξομαι; Ἐκαρτέρησα ὡς ἡ τίκτουσα. Ἐντεῦθεν εὖ μάλα κατίδοι τις ἂν ὅτι κατ' ἐκεῖνο τοῦ καιροῦ, καθ' ὃν ἦν ἐν πλάνῃ τῶν ἐθνῶν ἡ πληθὺς, διαρπάζοντος αὐτοὺς τοῦ Σατανᾶ, καὶ τῷ τῆς ἁμαρτίας σκότῳ καταμελαίνοντος, ἀποφέροντός τε καὶ τοῦ μὴ εἰδέναι μόνον, τίς ὁ φύσει καὶ ἀληθῶς ἐστι τῶν ὅλων Θεὸς, ἐπαμῦναι μὲν αὐτοῖς ἤθελεν ὁ πάντων ἐπέκεινα Θεός· ἀνεδύετο δὲ τὸ χρῆμα, καὶ διεκαρτέρει σαφῶς, τὸν πρέποντα ταῖς ἐπικουρίαις περιμένων καιρόν· ἦν δὲ οὗτος καθ' ὃν ἐσαρκώθη τε, καὶ ἐνηνθρώπησεν ὁ μο- νογενὴς αὐτοῦ Λόγος. Τότε γὰρ τότε κατεστρατεύσατο τῶν ἡμᾶς νενικηκότων, καὶ ἐξείλετο μὲν τῆς ἐκεί- νων σκαιότητος, ἀντελάβετο δὲ καὶ σέσωκε, καὶ τοῖς ἰδίοις ἡμᾶς ὑπήνεγκε ζυγοῖς. Οὐκοῦν κατὰ μὲν τὸν παρῳχηκότα καιρὸν διαρπαζομένων τῶν ἐπὶ τῆς γῆς, καὶ λέοντος δίκην κατεσθίοντος ἅπαντας τοῦ Σατανᾶ· Σεσίγηκα, φησί· μὴ καὶ ἀεὶ σιωπήσομαι, καὶ ἀνέξο- μαι; Ἐκαρτέρησα ὡς τίκτουσα. Ἄθρει δὴ οὖν ὅσην ἐποιεῖτο φειδὼ τῶν ἐπὶ τῆς γῆς ὁ τῶν ὅλων Θεός· καίτοι, καθά φησιν ὁ Ψαλμῳδὸς, οὐδενὸς ποιοῦντος χρηστότητα· ἐκκεκλικότων δὲ ἁπάντων, καὶ ἕως ἑνὸς, καὶ εἰσάπαν ἠχρειωμένων, μονονουχί. Καὶ ὠδῖ- νας ἔχων τὰς ἐπὶ τούτῳ, καὶ εἴπερ ἠνείχετο καὶ λύπης αὐτὸν εἶναι δεκτικὸν, παθὼν ἂν, καὶ τοῦτο δι' ἡμᾶς καιρῷ τετήρηκεν, ὡς ἔφην, τῷ πρέποντι τὰς ἐπικουρίας. 9Ἐκστήσω, καὶ ξηρανῶ ἅμα, καὶ θήσω ποτα- μοὺς εἰς νήσους, καὶ ἕλη ξηρανῶ.9 Τί τὸ Ἐκστήσω, κατασημήνειεν ἂν ἐν τούτοις, πο- λυπραγμονεῖν ἀναγκαῖον. Ἢ γὰρ ἐκεῖνό φησιν, ὅτι Τοὺς νυνὶ κρατοῦντας τοὺς ἐπὶ τῆς γῆς ἐκβαλῶ, ἔξω τε γενέσθαι παρασκευάσω τῆς πεπορισμένης αὐτοῖς κατὰ πάντων ἀρχῆς, κατά γε τὸ εἰρημένον παρὰ Χριστοῦ· "6Νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω·"6 ἢ τὸ Ἐκστήσω, συνήσεις, ἀντὶ τοῦ, Θαυμάσαι ποιήσω τοὺς ὁρῶντας τὰ κατωρθω- μένα, καὶ τῆς ἐμῆς οἰκονομίας τοὺς τρόπους, καὶ τῆς ἀφράστου δυνάμεως τὴν ὑπερβολήν· καθάπερ ἀμέλει καὶ ὁ προφήτης Ἀββακοὺμ ἐπ' αὐτοῖς δὴ τούτοις κατεπλήττετο λέγων· "6Κύριε, εἰσακήκοα τὴν ἀκοήν σου, καὶ ἐφοβήθην· κατενόησα τὰ ἔργα σου, καὶ ἐξέστην."6 Ἤγουν εἴ πέρ τῳ δοκεῖ, καὶ καθ' ἕτερον τρόπον τὸ, Ἐκστήσω, συνήσεις. Τοὺς γὰρ νυνὶ πλανω- μένους, τοὺς ἐν σκότῳ, καὶ ὀμίχλῃ διαβολικῇ, μετα- στήσω πρὸς ἐπίγνωσιν ἀληθείας, καὶ πρὸς τὸ θεῖόν 70.869 τε καὶ νοητὸν καὶ οὐράνιον φῶς. τοὺς νῦν μεμολυ- σμένους, καὶ βδελυρὸν, καὶ ἀπερικάθαρτον ἔχοντας νοῦν, πρὸς διάθεσιν μεταβαλῶ τὴν ἀσυγκρίτως ἀμεί- νω, ὥστε τῶν μὲν ἀρχαίων ῥύπων ἀποφοιτᾷν, ἀνθ- ελέσθαι δὲ μᾶλλον τὸ ἀγαθουργεῖν. Τὸ δέ γε Ξηρανῶ ἅμα, σημαίνει τι πάλιν τοιοῦτον, ὃ δὴ σαφηνιεῖ τῶν ἐφεξῆς κειμένων ἡ δύναμις. Θήσω γὰρ, φησὶ, ποτα- μοὺς εἰς νήσους, καὶ ἕλη ξηρανῶ. Τίνες ἂν εἶεν οἱ εἰς νήσους τιθέμενοι ποταμοὶ, καὶ τὰ ξηραινό- μενα τῶν ἑλῶν; Φαμὲν οὖν ὅτι οἱ παρ' Ἕλλησιν ποιηταὶ καὶ λογάδες, οἳ γεγόνασι μὲν τῆς πολυθέου πλάνης κήρυκες. Τεθεοποιήκασι γὰρ τὴν κτίσιν, καὶ ἀναριθμήτους θεοὺς εἰσεκόμισαν τῷ βίῳ. Ἦσαν δὲ ὥσπερ τινὲς ποταμοὶ, ποτίζοντες μὲν ἀνατροπῇ θο- λερᾷ, καθὰ γέγραπται, τοὺς ἠπατημένους, καὶ λόγων ἐξησκημένων νάμασι τὸν τῶν θαυμαζόντων αὐτοὺς ἐπικλύζοντες νοῦν, συνέχοντές τε διὰ τούτου πρὸς πλάνησιν, καὶ οἷά τινα τροφὴν παρατιθέντες αὐτοῖς τῆς ἑαυτῶν