319
προσεχώρουν ἑκοντὶ περὶ τὰ μεθόρια Θετταλίας κειμένη πόλις, καὶ Πλαταμὼν, ἑτέρα παραθαλασσία, καὶ φρούρια οὐκ ὀλίγα, τὸ μὲν Πέτρα προσαγορευόμενον, ἕτερον δὲ Σωσκὸς καὶ Σταρίδολα τρίτον. βασιλεὺς δὲ ὡς ἐν βραχεῖ ἐκ τῶν προσθεμένων πόλεων στρατιὰν οὐκ ὀλίγην συναγαγὼν, μεταπεμψάμενος δὲ καὶ τὸν ἀνεψιὸν Ἄγγελον Ἰωάννην, τὴν Θετταλικὴν ἵππον ἄγοντα, ἐπεστράτευσε Θεσσαλονίκῃ καὶ ἐστρατοπέδευσεν ἐν Γαλυκῷ ἐλθὼν, οὐ πολὺ ἄπωθεν τῆς πόλεως. ἤλπιζε γὰρ αὐτῷ τοὺς ἐπιτηδείως ἔχοντας καταπράξεσθαι τὴν εἰς Θεσσαλονίκην εἴσοδον· ἦσαν γὰρ αὐτῷ διειλεγμένοι περὶ τούτου. τὸ δὲ οὐκ ἀπήντα, ὥσπερ ἤλπιζεν. οἱ Ζηλωταὶ γὰρ καὶ ὁ δῆμος ὑποπτεύσαντες, μὴ ἄνευ τῶν ἐπὶ παραδόσει διαλεγομένων ἀφικέσθαι, πολλὴν ἐποιοῦντο σπουδὴν περὶ τῆς πόλεως τὴν φυλακήν· δι' ἃ οὐκ εἶχον οἱ τὰ βασιλέως ᾑρημένοι τῶν δοκούντων πράττειν τι. ἡ μὲν οὖν Θεσσαλονίκης ἅλωσις οὕτως ἐκωλύετο· βασιλεὺς δὲ παρέμενεν ἔτι ἐν τῷ στρατοπέδῳ, πρὸς τὴν πρᾶξιν οὐ παντάπασιν ἀπειρηκώς. Κράλης δὲ ἐπεὶ Βέῤῥοιά τε καὶ αἱ ἄλλαι πόλεις προσεχώρησαν βασιλεῖ καὶ ἤδη ἑαυτῷ ἀμύνειν ἑ 2.356 ώρα δυνατὸν, ἐξ οὐδεμιᾶς μεταβαλὼν αἰτίας, τὴν προτέραν φιλίαν εἰς πικρίαν μεταμείψας, ἑαυτῷ τε ἐμέμφετο τοῦ μὴ βασιλέα παρακατέχειν καὶ πάντα τρόπον τὴν δύναμιν ἐπειρᾶτο καταλύειν. καὶ πέμψας ἀνεκαλεῖτο τοὺς ἰδίους μισθοφόρους, οὐ τὴν ἀπέχθειαν ἐκφαίνων, ἀλλ' ἑτέρας τινὰς προφασιζόμενος αἰτίας· Μιχαήλ τε Μονομάχῳ μεγάλῳ κονοσταύλῳ τὴν ἀξίαν ὄντι, Θεσσαλονίκης τότε ἄρχοντι, συνεβούλευε πέμψας κατὰ βασιλέως χωρεῖν καὶ μὴ σφόδρα δεδιέναι, ἄλλως τε ἔτι ὀλίγην κεκτημένον δύναμιν καὶ τὸ κράτιστον τῆς παρούσης ὑφαιρούμενον ὑπ' αὐτοῦ νυνὶ, τοὺς γὰρ καταφράκτους Λατίνους, οὓς ἄγει, ἀνακεκλῆσθαι ὑπ' αὐτοῦ, ἰδίους ὄντας, καὶ μὴ αὐξάνεσθαι ἐᾷν, ἀλλὰ προεπιχειρεῖν ἕως ἐστὶν ἀδύνατος. εἰ γὰρ μὴ κωλύοιτο ὑπ' αὐτῶν, ἀλλὰ σωζόμενοι μόνον ἀγαπῷεν, τάχιστα ἐπάξεσθαι αὐτὸν, μεγάλην περιβεβλημένον δύναμιν. Μονομάχος δὲ καὶ οἱ ἐν Θεσσαλονίκῃ τοιαῦτα πεπυσμένοι καὶ οἰόμενοι, βασιλεῖ συνεπιθήσεσθαι αὐτοῖς καὶ Κράλην, ἐσκέπτοντο εἰ χρὴ ἐπὶ μάχην ἐξιέναι. Γερμανοὶ δὲ ἐπεὶ τὰ παρὰ Κράλη ἀκούσειαν προστεταγμένα, πολλὴν μὲν ἐκείνου κακοήθειαν κατεγίνωσκον καὶ τρόπων εὐκολίαν, βασιλεῖ δὲ προσελθόντες, ἀπήγγελλόν τε ὅσα προσταχθεῖεν, καὶ ἐδέοντο μὴ θορυβεῖσθαι, ἀλλὰ θαῤῥεῖν, ὡς καὶ αὐτῷ Κράλῃ, ἂν ἐπίῃ, μαχεσομένους ὑπὲρ αὐτοῦ· οὕτω γὰρ εἶναι νόμιμον αὐτοῖς καὶ εἰ πράττοιεν, οὐ κακῶς ἀκούσειν παρὰ τοῖς οἰκείοις. εἰ γὰρ ὑπὸ τοῦ τὸν μισθὸν πα 2.357 ρέχοντος, ἔφασαν, ἑτέρῳ τῳ προσταχθείημεν ἐπικουρεῖν, οἴκοι μὲν καὶ ἐν ἀσφαλείᾳ καθεστῶτι, ῥᾳδίως ἀποσταίημεν ἂν, τοῦ τὸν μισθὸν παρέχοντος κελεύοντος· στρατευομένῳ δὲ καὶ πρὸς μάχην παρατεταγμένῳ, οὐχ ἡμῶν εἶναι ἀπολείπειν. προδοσίαν γὰρ ἄντικρυς τὸ πρᾶγμα εἶναι· οὗ τῶν πάντων οὐδὲν ἀτολμητότερον ἡμῖν, οὐδὲ μείζω φέρει τὴν αἰσχύνην. δι' ἃ οὐδὲ σὲ καταλείψομεν ἐνθάδε, ὥσπερ ἐκέλευσεν ἐκεῖνος, ἀλλ' ἐν ἀσφαλείᾳ οἴκοι καταστήσαντες ἀναχωρήσομεν. συνεβούλευόν τε μὴ μέλλειν, ἀλλ' εἰς Βέῤῥοιαν τάχιστα ἐπανήκειν· Κράλην γὰρ δῆλον ἤδη εἶναι ᾑρημένον πολεμεῖν. βασιλεὺς δὲ αὐτοῖς τῆς εἰς αὐτὸν εὐνοίας καὶ τῶν τρόπων τῆς εὐγενείας ἐπαινέσας, ἐπείθετό τε καὶ ἀνέστρεφεν, ᾗ ἐκεῖνοι συνεβούλευον, μηδὲν τῶν μελετωμένων πρᾶξαι δυνηθεὶς διὰ τὴν Κράλη μάλιστα μεταβολήν. ἡ δὲ ἐν Θεσσαλονίκῃ στρατιὰ, ὡς ἐπύθοντο βασιλέα ἀναστρέφοντα, τῆς πόλεως ἐξελθόντες, εἵποντο μὲν καὶ παρεῖχον δόκησιν, ὡς προσβαλοῦντες, οὐκ ἐτόλμων δὲ συμμίγνυσθαι. τῆς αὐτῆς δὲ ἡμέρας καὶ ἐκ τῶν ἐν Θεσσαλονίκῃ φίλων γράμματα πρὸς βασιλέα ἧκε, μηνύοντα ὡς τῆς αὐτῆς ἡμέρας Ἀπόκαυκος ὁ μέγας δοὺξ ναυσὶν ἑβδομήκοντα Ῥωμαίων Θεσσαλονίκῃ προσχοίη καὶ συμμαχίδας ἄγων Περσικὰς δύο καὶ τριάκοντα, καὶ τοὺς ἐκ Βυζαντίου καὶ Θρᾴκης καὶ Μακεδονίας ἱππέας οὐ πολλῷ ὕστερον προσδοκίμους εἶναι ἥξειν. τοὺς μὲν οὖν φίλους τῆς 2.358 ἀγγελίας ἕνεκα ἐπῄνεσεν ὁ βασιλεύς· αὐτὸς δὲ παρὰ τὸν Ἀξειὸν