319
ος σπουδῇ κομισθεὶς εἰς τὴν Θεσσαλίαν καὶ τὰ τῶν στρατιωτῶν 2.316 προκαταστησάμενος, βιασάμενος διὰ τῶν Τεμπῶν, ὀλίγοι γὰρ ἐφρούρουν αὐτά, ἐπὶ τὸν Περσέα ωρμησεν. ἐπεὶ δ' ἐκεῖνος τὸν Ελπιον ποταμὸν προσαπέφραξεν οντα ἐν μέσῳ, προκαταλαβὼν δὲ καὶ πᾶν τὸ μεταξὺ τοῦ τε ̓Ολύμπου καὶ τῆς θαλάσσης αἱμασιαῖς καὶ σταυρώμασι καὶ οἰκοδομήμασιν απορον ἀπειργάσατο, ἐθάρρει δὲ καὶ τῇ ἀνυδρίᾳ τοῦ τόπου, ἐπείρασε μὲν καὶ ουτως ὁ υπατος διελθεῖν, καὶ τῆς ἀνυδρίας ἐπορίσατο ἐπικούρημα. διαμησάμενος γὰρ τὴν ἐν τῇ ὑπωρείᾳ τοῦ ̓Ολύμπου αμμον υδωρ ευρε δαψιλές τε καὶ πότιμον. κἀν τούτῳ τῶν ̔Ροδίων πρέσβεις ἀφίκοντο πρὸς αὐτὸν ἀπὸ τῆς αὐτῆς θρασύτητος ἀφ' ης καὶ ἐς τὴν ̔Ρώμην πρὶν ἐπρεσβεύσαντο. ὁ δὲ οὐδὲν εἰπὼν πλέον αὐτοῖς η οτι μετ' ὀλίγας ἡμέρας ἀπόκρισιν δώσει, ἀπέπεμψεν αὐτούς. ὡς δὲ προσβάλλων οὐδὲν ἐπέραινεν, εμαθε δὲ τὰ ορη οντα που πορεύσιμα, μέρος τι τοῦ στρατοῦ ἐπὶ τὴν δυσπροσοδωτέραν αὐτῶν ὑπερβολὴν επεμψε, καταληψόμενον τὰ ταύτῃ ἐπίκαιρα, διὰ γὰρ τὸ δυσπρόσιτον καὶ ἐλαχίστην ειχε φρουράν, αὐτὸς δὲ τῷ λοιπῷ τοῦ στρατεύματος προσέμιξε τῷ Περσεῖ, ινα μή τι ὑποτοπήσας φυλακὴν τῶν ὀρῶν ἀκριβεστέραν ποιήσαιτο. καὶ μετὰ τοῦτο καταληφθέντων τῶν ακρων νυκτὸς πρὸς τὰ ορη ωρμησε, καὶ πῇ μὲν λαθὼν, πῇ δὲ βιασάμενος ὑπερέβαλεν αὐτά. ο μαθὼν ὁ Περσεύς, καὶ δείσας μὴ κατὰ νώτου αὐτῷ προσπέσῃ η καὶ τὴν Πύδναν προκατάσχῃ, καὶ γὰρ τὸ ναυτικὸν αμα τὸ τῶν ̔Ρωμαίων παρέπλει, τό τε ερυμα τὸ πρὸς τῷ ποταμῷ ἐξέλιπε, καὶ πρὸς τὴν Πύδναν ἐπειχθεὶς πρὸ τῆς πόλεως ἐστρατοπεδεύσατο. καὶ ηλθε μὲν καὶ ὁ Παῦλος ἐκεῖ, οὐ μέντοι καὶ παραχρῆμα προσέμιξαν, ἀλλὰ καὶ διέτριψαν οὐκ ὀλίγας ἡμέρας. προ2.317 μαθὼν δὲ ὁ Παῦλος ὡς ἡ σελήνη ἐκλείψειν μέλλει, συνηθροίκει πρὸς ἑσπέραν τὸ στράτευμα, οτε τὴν εκλειψιν γενέσθαι ἐχρῆν, καὶ προεῖπε τὸ συμβησόμενον, καὶ μή τι διὰ τοῦτο ταραχθῆναι παρῄνεσεν. οἱ μὲν ουν ̔Ρωμαῖοι τὴν εκλειψιν θεασάμενοι οὐδὲν κακὸν ἐξ αὐτῆς ὑπετόπησαν, οἱ δέ γε Μακεδόνες δέος εσχον ἐκ τούτου καὶ ἐς τὸν Περσέα τὸ τέρας τείνειν ἐνόμισαν. ουτω δ' ἑκατέρων ἐχόντων συμβάν τι κατὰ τύχην τῇ ὑστεραίᾳ συνέρρηξεν αὐτοὺς εἰς μάχην ἀκήρυκτον καὶ τέλος τῷ πολέμῳ ἐπέθηκεν. ἐπεὶ γὰρ ὑποζύγιόν τι τῶν ̔Ρωμαίων εἰς τὸ υδωρ εἰσέπεσεν ἐξ ουπερ ὑδρεύοντο, καὶ οι τε Μακεδόνες αὐτοῦ ἐπελάβοντο καὶ οἱ ὑδροφόροι ἀντείχοντο, τὸ μὲν πρῶτον ουτοι καθ' ἑαυτοὺς ἐμαχέσαντο, επειτα καὶ οἱ λοιποὶ ἐπικουροῦντες τοῖς οἰκείοις κατ' ὀλίγους ἐκ τῶν στρατοπέδων ἐξῄεσαν, καὶ πάντες συνέμιξαν ἀπ' ἀμφοῖν. καὶ μάχης ἀσυντάκτου μέν, ὀξείας δὲ γενομένης, οἱ ̔Ρωμαῖοι ἐκράτησαν, καὶ καταδιώξαντες τοὺς Μακεδόνας μέχρι τῆς θαλάσσης πολλοὺς μὲν αὐτοὶ ἐφόνευσαν, πολλοὺς δὲ τῷ ναυτικῷ προσπλεύσαντι ἀποκτεῖναι παρέδοσαν. οὐδ' αν τις ὑπελείφθη αὐτῶν, εἰ μὴ νὺξ αὐτοῖς ἐβοήθησε· περὶ δείλην γὰρ ὀψίαν ἡ μάχη ἐγένετο. ∆ιαφυγὼν ουν εἰς ̓Αμφίπολιν ὁ Περσεὺς ὡς τούς τε περιλιπεῖς ἀναληψόμενος καὶ συστήσων αυθις τὰ πράγματα, ἐπεὶ ουτ' ηλθόν τινες πρὸς αὐτὸν πλὴν μισθοφόρων Κρητῶν καὶ τὴν Πύδναν αλλας τε πόλεις τὰ τῶν ̔Ρωμαίων ᾑρῆσθαι εμαθε, κἀκεῖθεν μετέστη καὶ εἰς πλοῖα τὰ χρήματα οσα ἐπήγετο θέμενος νυκτὸς ἐς Σαμοθρᾴκην ἀπέπλευσε. καὶ πυθόμενος οὐ πολλῷ υστερον τὸν ̓Οκταούιον, ος τοῦ ναυτικοῦ προΐστατο, προσπλέοντα, καὶ τὸν Παῦλον 2.318 ἐς ̓Αμφίπολιν παρόντα, ἐπέστειλεν αὐτῷ συμβῆναι δεόμενος. καὶ ἐπεὶ βασιλέα ἑαυτὸν ἐν τῇ ἐπιστολῇ ὠνόμασεν, οὐδ' ἀποκρίσεως ετυχεν. υστερον δὲ ανευ τινὸς τοιαύτης προσρήσεως ἐπιστείλαντος προσεδέξατο μὲν τὸν ὑπὲρ τῶν σπονδῶν λόγον, οὐκ αλλως μέντοι συμβήσεσθαι εφη εἰ μὴ καὶ ἑαυτὸν καὶ τὰ ἑαυτοῦ πάντα τοῖς ̔Ρωμαίοις ἐπιτρέψειε. καὶ διὰ ταῦτα οὐ συνέβησαν. μετὰ τοῦτο δὲ ἐξαιτηθεὶς παρὰ τῶν ̔Ρωμαίων Ευανδρόν τινα Κρῆτα πολλὰ κατ' αὐτῶν ὑπουργηκότα καὶ πιστότατον αὐτῷ, οὐκ ἐξέδωκε μέν, φοβηθεὶς μὴ κατείπῃ οσα αὐτῷ συνῄδει, λάθρᾳ δὲ αὐτὸν ἀποκτείνας ἑαυτὸν διαχειρίσασθαι ἐφήμισε. τότε μὲν ουν οἱ συνόντες αὐτῷ