319
δὲ καὶ ουλος ἀρσενικῶς. -ουλων τε ταπήτων. τὰ γὰρ εἰς ˉοˉς λήγοντα δισύλλαβα, μὴ εχοντα πρὸ τοῦ ˉλ αλλο σύμφωνον, πόλος, στόλος, δοῦλος, κοῖλος. ουτως ουν καὶ ουλος. πρόσκειται μὴ εχοντα αλλο σύμφωνον, διὰ τὸ μοχλός. τὸ μέντοι θολὸς ὀξύνεται. Οὐλοχύτασ. κριθάς. οἱονεὶ ὀλάς. εἰσὶ δὲ καὶ κριθαὶ μετὰ ἁλῶν μεμιγμέναι, ας ἐπέχεον τοῖς ἱερουργουμένοις ζώοις πρὸς τὸ θύεσθαι. ητοι πολυπληθεῖς, η μνήμην ποιούμενοι τῆς ἀρχαίας βρώσεως· πρινὴ γὰρ μάθωσιν οἱ ανθρωποι ἀλεῖν τὸν δημητριακὸν καρπὸν, ουτω σώας αὐτὰς ησθιον, οθεν ὁλὰς αὐτὰς φησὶν ὁ ποιητής. Οὐρά. κυρίως ἐπὶ λέοντος. παρὰ τὸ ορω, τὸ διεγείρω καὶ ὁρμῶ, παρορμητική τις ουσα, ὀρὰ καὶ οὐρά. Ουρησισ. ἀπὸ τοῦ οὐρεῖν. ουρισις δὲ ἡ τοῦ ἀνέμου πνοή, ι. Οὐσία. πρᾶγμα αὐθύπαρκτον, μὴ δεόμενον ἑτέρου πρὸς υπαρξιν. Οὐσία. γένους σημασία, πλειόνων εἰδῶν περιληπτικὴ, η τὸ κατ' ἰδίαν υπαρξιν ὑφεστὸς καὶ μὴ ἐν αλλῳ τὸ ειναι εχον. Οὐσία. ἡ κοινὴ τῶν οντων φύσις, καθ' ην καὶ τὰ ατομα καὶ τὰ ειδη ἀλλήλοις κοινωνοῦσι, καὶ ὑπὸ τὸν αὐτὸν ορον τῆς οὐσίας ἀναφέρονται. Οὐσία. ἡ ἑκάστου υπαρξις καὶ τὸ θελητικόν. Οὐσία μερική. λόγος μὴ γνωρίζων ἐν ἑαυτῷ τὴν διὰ τοῦ οντος υπαρξιν. η πρᾶγμα ἀνύπαρκτον. η λόγος αναρθρος καὶ ἀσήμαντος. omicron.1482 Οὐσία. τὸ ἐξ ισου πᾶσι τοῖς ὑπὸ τὸ αὐτὸ ειδος ἀγομένοις θεωρουμένη. Οὐσίασ ιδιον τὸ ἐν πᾶσι καὶ πάντων φυσικῶς κατηγορεῖσθαι τὲ καὶ προφαίνεσθαι. Οὐσία καὶ φύσις ταὐτά ἐστιν. αμφω γὰρ κοινὰ καὶ καθόλου. ὡς κατὰ πολλῶν καὶ διαφερόντων τῷ ἀριθμῷ κατηγορούμενα καὶ μήποτε καθ' ὁτιοῦν ἑνὶ προσώπῳ περιοριζόμενα. Οὐσία ἐστὶ τὸ αὐτὸ καὶ εν ἀριθμῷ, τῶν ἐναντίων ἀνὰ μέρος δεκτικόν. τοῦτον τὸν ορον οἱ εξω ἐπὶ τῆς μερικῆς οὐσίας ὡς ἐπίπαν εθηκαν. Οὐσία ἐστὶν ἡ καθ' ὑποκειμένων τῶν ὑποστάσεων λεγομένη, καὶ ἐν πάσαις αὐταῖς ἐπίσης καὶ ὁμοτίμως θεωρουμένη. Οὐσία ἐστὶν ονομα κοινὸν καὶ ἀόριστον κατὰ πασῶν τῶν ὑπ' αὐτῇ ὑποστάσεων ὁμοτίμως φερόμενον, καὶ συνωνύμως κατηγορούμενον. Οὐσία ἐστὶ τὸ οὐχ ἑνὶ μόνῳ, ἀλλὰ καὶ πολλοῖς καὶ διαφόροις τῷ ἀριθμῷ ἐνυπάρχον καὶ οὐ τινὶ μὲν πλέον, τινὶ δὲ ελαττον ἐνθεωρούμενον. Οὐσία ονομα σημαντικὸν τυγχάνει τῆς ἁπλῶς τῶν οντων ὑπάρξεως, τουτέστι τοῦ ἁπλῶς ειναι τῶν οντων. ειναι γὰρ λέγεται καὶ αγγελος καὶ λίθος καὶ τὰ λοιπὰ πάντα. τοῦ οντος ουν ἁπλῶς ειναι καὶ κοινῶς πάντων μετέχουσι σημαντικόν ἐστι τὸ τῆς οὐσίας ονομα. Οὐσία ἐστὶ τὸ διόλου ὑφεστὼς καὶ ἑτέρου μὴ δεόμενον εἰς τὸ ειναι. Οὐσίαν ουν καλοῦσι τὴν ἁπλῶς τῶν οντων υπαρξιν. Οὐσίαν ὁρίζονται πᾶν τὸ αὐθυπόστατον καὶ μηδενὸς ἑτέρου πρὸς τὸ ειναι δεόμενον. omicron.1483 Οὐσία ἐστὶ κυρίως καὶ πρώτως πᾶν, οπερ αὐθυπόστατόν ἐστι καὶ μὴ ἐν ἑτέρῳ εχει τὸ ειναι. Οὐσία ἐστὶ πᾶν, οτιπερ ὑπάρξει καὶ πράγματι ὑφεστὸς, καὶ ἀληθῶς εχει τὸ ειναι. Οὐσιώδησ διαφορά ἐστι λόγος, καθ' ον ἡ οὐσία ηγουν φύσις ἀμείωτός τε καὶ αφυρτος, ατρεπτος ὁμοῦ καὶ ἀσύγχυτος διαμένει, καὶ τὴν πρὸς αλλο κατ' ειδος ετερον εἰς μίαν ὑπόστασιν ποιουμένη σύνοδον καὶ οὐδόλως τῆς κατὰ φύσιν ἐξισταμένη θέσεως. Οὐσιώδησ ενωσις ἐστὶν ἡ τοὺς διαφόρους κατὰ ἀριθμὸν καὶ πολλὰς ὑποστάσεις εἰς μίαν καὶ τὴν αὐτὴν οὐσίαν συνάγουσα. Οὐσία. υπαρξιν σημαίνει. ἡ ουσα καὶ ὑπάρχουσα ἀεί. παρὰ τὴν ων μετοχήν. ὡς παρὰ τὸ γέρων γερουσία, καὶ ἑκὼν ἑκούσιος, ουτως καὶ ων ουσιος, καὶ τὸ θηλυκὸν οὐσία. ει τι ουν αλλο ταυτὸν ὑπάρχει κατὰ τὴν οὐσίαν, οὐ ταυτὸν ὑπάρχει καὶ κατὰ τὴν ὑπόστασιν. καὶ ει τι διαφορὰν εχει πρὸς αλλο κατὰ τὴν ὑπόστασιν, τοῦτο ενωσιν εχει πρὸς τὸ αὐτὸ κατὰ τὴν οὐσίαν. καὶ ει τι εν καὶ ἡνωμένον αλλῳ τυγχάνει κατὰ τὴν οὐσίαν, οὐχ ἑνοῦται, ἀλλ' ἡνωμένον τὸ αὐτὸ τυγχάνει κατὰ τὴν ὑπόστασιν. ει τι ουν αλλῳ καθ' ενωσιν συντεθὲν ταυτόν ἐστι κατὰ τὴν ὑπόστασιν, τουτέστιν ὑπόστασις μετ' αὐτοῦ γέγονε μία, ετερον τὸ αὐτὸ κατὰ τὴν οὐσίαν ὑπάρχει. καὶ ει τι εν καὶ ἡνωμένον αλλῳ τυγχάνει κατὰ τὴν ὑπόστασιν, τοῦτο οὐχ εν ουτε ὁμοιογενές ἐστι τὸ αὐτὸ κατὰ τὴν οὐσίαν.