319
Ῥομφαίαν πονηρὰν τῶν ἐπελθόντων τὸ μανικὸν καὶ θηριῶδες ἐκάλεσε· τοὺς δὲ αὐτοὺς καὶ υἱοὺς ἀλλοτρίους, ὡς δυσσεβεῖς. "Ὧν τὸ στόμα ἐλάλησε ματαιότητα, καὶ ἡ δεξιὰ αὐτῶν δεξιὰ ἀδικίας." Τῇ ταυτολογίᾳ οὐ μάτην ἐχρήσατο· ἀλλὰ τὴν εὐημερίαν αὐτῶν διηγεῖσθαι μέλλων, τὴν τῆς πονηρίας κατηγορίαν ἀνέλαβεν, εἰς ἐπικουρίαν τὸν Θεὸν διεγείρων. Οἱ γὰρ οὕτως σε, φησὶ, βλασφημοῦν τες, καὶ ἀδικίᾳ καὶ πονηρίᾳ συζῶντες, ἐξ οὐρίων φέρονται, καὶ παρὰ σοῦ δεξάμενοι τῶν ἀγαθῶν τὴν ἀφθονίαν, ἐφόδιον ἔχουσι τῆς ἀδικίας τὴν εὐπρα ξίαν. ιβʹ. "Ὧν οἱ υἱοὶ αὐτῶν ὡς νεόφυτα ἡδρυμένα ἐν τῇ νεότητι αὐτῶν." Ἀπήλαυσαν, φησὶν, πολυπαιδίας καὶ εὐπαιδίας, καὶ ὑπὸ τῶν υἱῶν κυκλοῦνται, νεοθαλῆ μιμούμενοι φυτά. "Αἱ θυγατέρες αὐτῶν κεκαλλω πισμέναι, περικεκοσμημέναι ὡς ὁμοίωμα ναοῦ." Οὐ μόνον γὰρ αὐτὰς τῆς φύσεως ὡραΐζει τὸ κάλλος, ἀλλὰ καὶ ἐξ ἐπιτεχνήσεως πολὺν περίκεινται κόσμον· ὡς ἀπεικάζεσθαι τοῖς ἐπὶ τιμῇ τῶν εἰδώλων κεκαλ λωπισμένοις ναοῖς. Τοιοῦτον δέ ἐστι τὸ κομμωτικὸν καὶ ἑταιρικόν. ιγʹ. "Τὰ ταμιεῖα αὐτῶν πλήρη, ἐξερευγόμενα ἐκ τούτου εἰς τοῦτο." Ὅταν γὰρ ἴδωσιν ὑπὲρ τὴν χρείαν τὰ δοχεῖα πεπληρωμένα, εἰς ἕτερα πάλιν τὰ περιττὰ μεταφέρουσι· κατ' ἐκεῖνον τὸν λέγοντα, "Καθελῶ μου τὰς ἀποθήκας, καὶ μείζονας οἰκοδο μήσω." "Τὰ πρόβατα αὐτῶν πολυτόκα, πληθύνοντα ἐν ταῖς ἐξόδοις αὐτῶν. [ιδʹ] Οἱ βόες αὐτῶν παχεῖς." Πίονα δὲ αὐτῶν καὶ πολύγονα τὰ κτήνη. "Οὐκ ἔστι κα τάπτωμα φραγμοῦ, οὐδὲ διέξοδος, οὐδὲ κραυγὴ ἐν ταῖς πλατείαις αὐτῶν." Ὁ δὲ Σύμμαχος οὕτως, Οὔτε διακοπὴ, οὔτε ἐκφορὰ, οὔτε κωκυτὸς ἐν ταῖς πλατείαις αὐτῶν. Οὕτω δὲ καὶ οἱ ἄλλοι ἑρμηνευταί. ∆ιὰ γὰρ πολλὴν τὴν εὐθηνίαν, καὶ τῶν ἀγαθῶν τὴν 80.1965 ἀφθονίαν, ἐν τρυφῇ καὶ γέλωτι διατελοῦσι, τῶν πο νηρῶν οὐ δεχόμενοι πεῖραν. Ταῦτα καὶ ἐν τῷ ἑβ δομηκοστῷ καὶ δευτέρῳ ἔφη ψαλμῷ, ὅτι "Οὐκ ἔστιν ἀνάνευσις ἐν τῷ θανάτῳ αὐτῶν, καὶ στερέωμα ἐν τῇ μάστιγι αὐτῶν. Ἐν κόποις ἀνθρώπων οὐκ εἰσὶ, καὶ μετὰ ἀνθρώπων οὐ μαστιγωθήσονται." Εὑρίσκομεν δὲ καὶ παρὰ τοῖς ἄλλοις προφήταις συνῳδὰ τούτοις πολλά· ἀλλὰ πάντες ἐπιφέρουσι τῶν ἀμφισβητουμέ νων τὴν λύσιν. Τοῦτο δὲ καὶ ἐνταῦθα πεποίηκεν ὁ θεῖος ∆αβίδ. Ἐπήγαγε γάρ· ιεʹ. "Ἐμακάρισαν τὸν λαὸν ᾧ ταῦτά ἐστι, μα κάριος ὁ λαὸς, οὗ Κύριος ὁ Θεὸς αὐτοῦ." Οἱ γὰρ τῆς ἀληθείας ἀμύητοι οὐκ ἐπίστανται τῶν πραγμάτων διακρίνειν τὴν φύσιν, ἀλλὰ τρυφῇ, καὶ πλούτῳ, καὶ δυναστείᾳ τὴν εὐκληρίαν ὁρίζονται, καὶ τοὺς τούτων ἀπολαύοντας ζηλωτοὺς ἀποκαλοῦσι, καὶ μακαρίους. Οἱ δὲ μύσται τῆς ἀρετῆς τῆς θείας σοφίας μετειλη φότες, τὸν ὑπὸ σοῦ προμηθούμενον λαὸν μακαρί ζουσι, καὶ τοῦ βίου παντὸς τὴν σὴν προτιμῶσι κηδε μονίαν. Τοὺς τοιούτους ἡμᾶς μακαρισμοὺς καὶ ὁ Κύ ριος ἐξεπαίδευσε· "Μακάριοι, λέγων, οἱ πτωχοὶ τῷ πνεύματι, μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, καὶ μακάριοι οἱ πενθοῦντες, καὶ μακά ριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν." Οἱ δὲ τοῦ βίου τὴν ἡδονὴν προαιρούμενοι, πρὸς ὀλίγον ταύτης ἀπολαύσαντες, τὴν μακρὰν ὀδύνην ἐκ τῆς βραχείας τρυγήσουσιν ἡδονῆς.
ΕΡΜΗΝ. ΤΟΥ ΡΜ∆ʹ ΨΑΛΜΟΥ. αʹ. "Αἴνεσις τῷ ∆αβίδ." ∆ηλοῖ καὶ ἡ ἐπιγραφὴ τοῦ ψαλμοῦ τὸν σκοπόν.
Ὑμνεῖν γὰρ παρακελεύεται τὸν τῶν ὅλων Θεὸν, τῆς τοῦ Θεοῦ δυνάμεως, καὶ με γαλουργίας, καὶ βασιλείας, καὶ μεγαλοπρεπείας μεμνημένους. Πεποίηκε δὲ καὶ ἑτέρους τοιούτους ψαλμοὺς ἡ χάρις τοῦ Πνεύματος, εἰς εὐγνωμοσύνην τὸν λαὸν ἐκεῖνον διεγείρουσα. Ἔχει δὲ καὶ πρόῤ ῥησιν τῆς τῶν ἐθνῶν κλήσεώς τε καὶ ἐπιγνώσεως. Κατὰ στοιχεῖον δὲ καὶ οὗτος ὁ ὕμνος σύγκειται, καὶ διὰ τῆς ταυτολογίας διδάσκει τοῦ Προφήτου τὸν πό θον. "Ὑψώσω σε, ὁ Θεός μου, βασιλεύς μου, καὶ εὐλογήσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος." Φύσει μὲν ὕψιστος ὁ Θεὸς, καὶ οὐκ ἐπείσακτον ἔχει τὸ ὕψος. Κηρύττουσι δὲ τοῦτο τῆς εὐσεβείας