319
διάφορον τοῦ ὑφειμένου ἤ προύχοντος προσώπου. 492 {1Ἰωάννῃ Γραμματικῷ}1 Τὸ ἀνυπόκριτόν σου τῆς εἰλικρινοῦς ἀγάπης δέδειχεν ἡ τιμιότης σου ἐν τοῖς ἐπανορθωτικοῖς σημειώμασι τοῦ πρὸς ἡμῶν τῶν ἀμαθῶν συνταχθέντος λόγου. καὶ ἔχει μὲν ἐκεῖνα οὕτως ἢ οὕτως συγκεκρίσθαι τῷ λόγῳ. ἐπειδὴ δὲ ἠπόρησεν πῶς ἡμῖν νενόηται τὸ ὑποκείμενον καὶ ὡς ἄλλως ἐκλαμβάνεσθαι παρ' αὐτῆς, καθὰ ὑπεσημήνατο, συνηπορήσαμεν καὶ ἡμεῖς ὅτι ἠπόρησεν ὁ περὶ πάντα σοφός· τὸ γὰρ ὑποκείμενον, ὦ θαυμάσιε, κατὰ Λεόντιον τὸν μακάριον, οὗ τὰ σχόλια ὑπερκαλλῆ, οὐσίαν εἶναι λέγει μετὰ ὑποστάσεως. λέγει δὲ καὶ ὁ Μέγας Βασίλειος οὐχ ἓν τῷ ὑποκειμένῳ ἐπὶ τῆς Ἁγίας Τριάδος; ἀλλὰ γὰρ καὶ ὁ πάνσοφος ∆ιονύσιος ὧδέ πού φησιν τό, πολλὰ τοῖς συμβεβηκόσιν, ἓν τῷ ὑποκειμένῳ· συμβεβηκότα δὲ οὐκ ἐν τῇ καθόλου οὐσίᾳ, ἀλλ' ἐν τῇ ὑποστάσει τεθεώρηται, ὡς οἶσθα. ὥστε, εἰπὼν τό, πολλὰ τοῖς συμβεβηκόσιν, ἓν τῷ ὑποκειμένῳ, τὸ ὑποκείμενον οὐσίαν μετὰ ὑποστάσεως εἴληφεν· καὶ οὐκ ἔξω τοῦ εἰκότος, ὡς οἶμαι, τῷ κεῖσθαι ἐν τῷ λόγῳ. πῶς γὰρ ἂν τὸ μὴ ἓν τῷ ὑποκειμένῳ μὴ οὐχὶ τρισὶ καὶ ὀνόμασι καὶ πράγμασι θεολογηθήσεται, ὡς εἶναι τὸ ὑποκείμενον οὐδὲν ἄλλο ἢ οὐσίαν μετὰ ὑποστάσεως; Εἰ δέ τι ὀπτικώτερον ἐξευρεθείη τῇ ἁγιωσύνῃ σου, μὴ παραιτήσηται διδάξαι τὸν δῶρον πρὸς αὐτῆς ἐγκωμιαζόμενον. 493 {1Ἡγουμένῳ}1 Μέγιστον δῶρον δέδωκεν ὁ θεὸς ἐν τῇ καθ' ἡμᾶς ἐπαρχίᾳ, τιμιώτατε ἀδελφέ, τὸν εὐκλεέστατον κουράτωρα καὶ κράτιστον ἐν εὐσεβείᾳ, ὅτι, Χριστοῦ ἔκδικος γεγονώς, εἷλκεν ὑπὸ χεῖρα τὸν λῃστρικῶς πολιτευόμενον ἐν τοῖς χριστιανοῖς, καίπερ ὄντα τὸ πρότερον ἀνάθημα θεοῦ διὰ τῆς μοναδικῆς τελειώσεως, Ἀμμοῦν λέγω, τόν ποτε ἡμέτερον ἀδελφόν, νῦν δὲ ὑπὸ χεῖρά σου τελοῦντα διὰ μεσιτείας τοῦ ἀξιαγάστου ἀνδρὸς τῇ εὐδοκίᾳ αὐτοῦ Χριστοῦ, τοῦ χαίροντος ἐπὶ σωτηρίᾳ τοῦ ἀπολωλότος. ὡς θαυμαστὸν ἔργον τετέλεσται πρὸς τοῦ θεοφιλοῦς κουράτωρος καὶ ἄξιον τῆς κατ' αὐτὸν ἀρετῆς, οὐ μὴν ἀλλὰ καὶ σοῦ, τοῦ πνευματικοῦ πατρὸς καὶ τὸν ἀπολωλότα ὡς Χριστὸς ἐπὶ τῶν ὤμων ἀναλαβόντος. Εὐφράνθην οὖν ὁ ταπεινὸς ἐγὼ καὶ ἠγαλλιασάμην, ὅτι τὸ ἀπολωλὸς εὑρέθη καὶ τὸ ἀπωσμένον εἰσῳκίσθη. καὶ χάρις τῷ κράτει καὶ ἐλέει τῆς τοῦ θεοῦ δόξης, τοῦ κἀκεῖνον ἐλεήσαντος κἀμὲ τὸν ταπεινὸν ἐκ τῆς ἀθυμίας ἀνακομίσαντος· ἠθύμουν γὰρ ἀπὸ πολλῶν ἐτῶν ἐπὶ τῇ ἀπωλείᾳ τοῦ υἱοῦ μου. σὺ οὖν ἄρτι πατὴρ αὐτοῦ ἐλέει θεοῦ κεχρημάτικας τῇ ἐπικουρίᾳ τοῦ ἀγαθοῦ μεσίτου καὶ σὺ αὐτὸν προσάξειας θεῷ πρὸς τὸ ἑξῆς· ἰδοὺ γὰρ παραδίδωμι αὐτὸν εἰς χεῖράς σου ὡς ἀπὸ αὐτοψίας ὀφθαλμῶν, καὶ καλείσθω σου μαθητὴς καὶ μαθητεύσει σοι ἕως τέλους καὶ κληρονομήσεις τὸν μισθὸν αὐτοῦ εἰς τοὺς αἰῶνας. καὶ τήνδε τὴν ἐπιστολὴν ἐπαναγνώσεις αὐτῷ, ὡς ἂν ἔχοι τὸ ἀσφαλές, καθὰ κἀκείνῳ αὐτῷ γέγραφα. καὶ πληρούσθω τὸ τοῦ ἀποστόλου, ἀλλήλων τὰ βάρη βαστάζετε καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ· ὃς φυλάξειέ σε μετὰ πάσης τῆς θεολέκτου σου συνοδίας, προσευχόμενον καὶ περὶ ἡμῶν τῶν ἁμαρτωλῶν τὰ κρείττονα. 494 {1Βασιλείῳ ἡγουμένῳ}1 Τὰ ὑπὲρ τὴν ἀξίαν ἡμῶν πάντοτε ἡ ἀδελφική σου τιμιότης ἐπιστέλλειν εἴωθεν, τιμαῖς καὶ εὐφημίαις ἀποσεμνύνουσα τὴν οὐθενίαν ἡμῶν· ἡμεῖς δὲ τῶν οἰκείων μέτρων μὴ ἐξίστασθαι δεδιδάγμεθα, ἀλλ' ἡγεῖσθαι ἑαυτοὺς οὐθέν, ὅπερ ἐσμέν. καὶ τούτων μὲν ἅλις· ἡ δὲ βραδυτὴς τῶν τιμίων σου γραμμάτων οὐ δήπου λελύπηκεν ἡμᾶς. διατί γὰρ καὶ ἐφ' ᾧτινι τὸ ἀναγκάζον; λελύπηκεν δὲ (δεῖν γὰρ ἐκκαλύψαι τὰ παριστάμενα) ἡ ἐν τῇ ἐν ἄστει διατριβὴ καὶ ἡ πρὸς τὸν κρατοῦντα φάσις καὶ ἀντίφασις καὶ ἡ ὑπὸ κέλευσιν ἔξοδος, ἐπὶ τῶν αὐτῶν πάλιν ὄντων ἡμῶν πρακτικευμάτων τῆς ὑποχειρίου τῶν ἑτεροδόξων κατοχῆς, προσθείημεν δ' ἂν καὶ ἡ πρὸς τοῦ οἰκονόμου ἐπ' αὐτοῦ τοῦ κράτους ἀποστολή, συνεστίασίς τε καὶ συναπαγωγή. Ταῦτα πάντα λελύπηκεν ἡμᾶς, ὦ τιμιώτατε, καὶ εἴργει ἡμᾶς, σύγγνωθι, ἡ πρὸς ὑμᾶς ἀπάρτι καὶ συνανάκρασις καὶ συναναστροφή, λῆψίς τε καὶ δόσις καὶ εἴ τι