320
ἐλθὼν καὶ πειρώμενος διαβαίνειν, οὐ συνεχωρεῖτο πλημμυροῦντος τοῦ ποταμοῦ ἐξ ὄμβρων ῥαγδαίων ἀθρόον κατενεχθέντων. ἐδόκει δὲ δεινὸν τῷ βασιλεῖ καὶ πολλῆς ἄξιον φροντίδος. τό,τε γὰρ παριέναι τὸν ποταμὸν διὰ τῆς Κράλῃ ὑπηκόου ῥέοντα, οὐ μικρὰν παρεῖχεν ὑποψίαν, ἐκείνου δοκοῦντος ἐκπεπολεμῶσθαι, ἄλλως τε καὶ οὐ μακρὰν, ἀλλ' ἐγγύς που μετὰ στρατιᾶς ἐστρατοπεδευμένου· καὶ τὸ μένειν ἐστρατοπεδευμένους, τῶν ὑδάτων περιμένοντας ἀμβλυνθῆναι τὴν ὁρμὴν, οὐ πρὸς αὐτῶν ἔσεσθαι ὑπώπτευεν. ἐδεδίει γὰρ, μὴ, ὥσπερ ἦν εἰκὸς, τῶν τε ἐκ Θρᾴκης καὶ Μακεδονίας ἱππέων, πολλαπλασιόνων ὄντων ἢ ὧν ἦγεν αὐτὸς, καὶ τῶν ἐκ τῶν τριηρέων ὁπλιτῶν καὶ ψιλῶν καὶ Περσῶν τῶν συμμάχων ἐπελθόντων, οὐχ οἷόστε ᾖ ἀμύνεσθαι ἐκ παρατάξεως, πολλῷ τῷ μέτρῳ καταδεεστέρους ἄγων. συμβὰν δέ τι καὶ ἕτερον μᾶλλον ἐθορύβει. πρὸς γὰρ τὴν Ἀξειοῦ περαίαν στρατιὰ ἐλθοῦσα Τριβαλῶν, πέμποντες πρὸς βασιλέα, κατὰ συμμαχίαν μὲν ἔφασκον ἥκειν τὴν αὐτοῦ, εἰ δέοιτο αὐτῶν τῆς ἐκ Θεσσαλονίκης στρατιᾶς ἐπιθεμένης. ἦσαν δὲ οὐδὲν ἐννοοῦντες δίκαιον, ἀλλ' εἴθ' ὑπὸ Κράλη λάθρα προσπεμφθέντες, εἴτε καὶ παρ' ἑαυτῶν αὐτοὶ τῆς τοῦ δεσπότου γνώμης στοχασάμενοι, ὡς πολεμεῖν ἔγνω βασιλεῖ, γνώμην ἧκον ἔχοντες, ὡς εἰ μάχη συναφθείη, προσθησόμενοι τοῖς ἔχουσι τὸ πλέον καὶ τοὺς νενικημένους διαρπάσοντες, ὅπερ καὶ μᾶλλον ἐδόκει τῶν δεινοτάτων βασιλεῖ, εἰ παρ' αὐτὴν τὴν συμβολὴν Ῥωμαίοις 2.359 τε ὁμοῦ καὶ Τριβαλοῖς προσέχειν ἀναγκάζοιτο ἑκατέρωθεν παρατεταγμένοις. ὅμως οὕτως ἔχοντι δυσκολίας καὶ φροντίδος περὶ τῶν πρακτέων, ἐδόκει δεῖν αὐτοῦ αὐλίσασθαι τὴν νύκτα. τοὺς ἐν τέλει δὲ μάλιστα καὶ Ἄγγελον τὸν ἀνεψιὸν, προσέτι δὲ καὶ τοὺς υἱοὺς Ματθαῖον καὶ Μανουὴλ συναγαγών· ἦσαν γὰρ οὐδενὸς λειπόμενοι πρὸς σύνεσιν καὶ εὐβουλίαν, καίτοι μήπω τὴν μειρακικὴν ὑπερβάντες ἡλικίαν, διὰ φύσεως μέγεθος καὶ εὐφυΐαν τὴν πρὸς τὰ καλὰ, ἄλλως θ' ὅτι καὶ βασιλεῖ τῷ πατρὶ πολὺν ἤδη συστρατευόμενοι χρόνον, οὐ περὶ τὰ πολέμια μόνον ἀγαθοὶ καὶ εὐψυχίας καὶ τόλμης καὶ καρτερίας τῆς πρὸς τὰ δεινὰ οὐδὲν ἐλλείποντες, ἀλλὰ καὶ νοῆσαι τὰ δέοντα καὶ καταπράξασθαι ἐν καιρῷ κινδύνων ὀξεῖς καὶ βουλεύσασθαι ἑτέροις ἦσαν ἱκανοί· δι' ἃ καὶ ὁ πατὴρ αὐτοῖς πρὸς τῶν βουλευμάτων τὰ μάλιστα σπουδῆς δεόμενα ἐχρῆτο καὶ ἐπείθετο οὐκ ὀλιγάκις, οὐ χαριζόμενος· οὐ γὰρ εἴα τῶν πραγμάτων ἡ ἀνάγκη· ἀλλὰ νομίζων μάλιστα λυσιτελεῖν· μετ' ἐκείνων δ' οὖν καὶ τῶν ἐπιλοίπων ἄχρι πόῤῥω βουλευόμενοι νυκτῶν, ἐδόκει βασιλεῖ τε πρῶτον, ἔπειτα καὶ τοῖς ἄλλοις ἅπασι μὴ μένειν, ἀλλὰ τὸν κουφότερον τῶν κινδύνων προτιμᾷν καὶ παριόντας τὸν Ἀξειὸν ἄχρις ἂν ἐξῇ, πόρον ζητεῖν ᾗ διαβατὸς ἔσται, βέλτιον λογισαμένους αὖθις Τριβαλοῖς περιτυχεῖν, οὓς ἴσως ἂν καὶ δύναιντο τρόπῳ δή τινι ἀποσκευάζεσθαι, ἢ Ῥωμαίοις καὶ βαρβάροις τοῖς συμμάχοις. τοῖς μὲν οὖν ἐδέδοκτο τοιαῦτα. 2.360 νθʹ. Ἔξω δὲ τῆς σκηνῆς προσελθών τις ἐκ τῆς κατὰ τὴν περαίαν Ἀξειοῦ κώμης καταντικρὺ οὗ ηὐλίζοντο, ἔνθα καὶ ἡ Τριβαλῶν διενυκτέρευε στρατιὰ, Γαυρόβου προσαγορευομένης, ἐδεῖτο βασιλεῖ συντυχεῖν, ὡς περί τινων ἀναγκαίων διαλεξόμενος. ἐπεὶ δὲ εἰσήγετο πρὸς βασιλέα, πρῶτα μὲν ἀρχαίας τινὸς εὐεργεσίας χάριτας ὀφείλειν ὡμολόγει βασιλεῖ, ἔπειτα ἐμήνυεν, ὡς ἡ στρατιὰ Τριβαλῶν, ἧς ἡγεῖται Μποζίκης τις προσαγορευόμενος καὶ Στέφανος δεύτερος, ἐκ πεζῶν καὶ ἱππέων ἠθροισμένη, πεμφθείη μὲν παρὰ Κράλη ἐπὶ τῷ βλάπτειν βασιλέα, ὅσα δύναιτο. αὐτοὶ δὲ οὕτως εἶναι παρεσκευασμένοι, ὡς, εἰ ἀκατίοις χρῷτο ἡ βασιλέως στρατιὰ πρὸς τὴν διάβασιν, τοῖς πρώτως διαβᾶσιν ἐπιτίθεσθαι καὶ διαφθείρειν· ἔπειτα ἀνείργοντας τοὺς ἄλλους πρὸς τὸν πόρον, αὐτοὺς μὲν διαμένειν ἀπαθεῖς κακῶν· βασιλέα δὲ μετὰ τῶν συνόντων ὑπὸ τῆς ἐκ Θεσσαλονίκης στρατιᾶς διαφθείρεσθαι ῥᾳδίως εὐεπιχείρητον γενόμενον. τὴν μὲν οὖν ἐπιβουλὴν οὕτως ἔφασκεν εἶναι συνεσκευασμένην παρὰ Τριβαλῶν, αὐτὸν δὲ εἰδέναι πόρον ἀγνοούμενον τοῖς πολλοῖς, ᾗ διαβατὸς ὁ ποταμὸς ῥᾳδίως ἔσται· ὃν ἔφασκεν