320
φοβηθέντες τὴν ἀπιστίαν αὐτοῦ, οὐ γὰρ ἠγνόησαν τὸ γενόμενον, μεθίστασθαι ηρξαντο. κἀκεῖνος δείσας μὴ τοῖς ̔Ρωμαίοις παραδοθῇ, ἐκδρᾶναι νυκτὸς ἐπεχείρησε. καὶ ελαθεν αν πρὸς Κότυν Θρᾷκα δυνάστην κομισθείς, εἰ μὴ οἱ Κρῆτες αὐτὸν ἐγκατέλιπον· ἐνθέμενοι γὰρ τὰ χρήματα εἰς τὰ πλοῖα οικαδε ἀπῆραν. ὁ δὲ ἡμέρας μέν τινας αὐτοῦ μετὰ Φιλίππου ἑνὸς τῶν υἱέων κρυπτόμενος ελαθεν, ἐπεὶ δὲ τοὺς αλλους παῖδας καὶ τὴν θεραπείαν εγνω κατεσχηκότα τὸν ̓Οκταούιον, εὑρέθη ἐθελοντής. καὶ ἀχθέντα εἰς τὴν ̓Αμφίπολιν οὐδὲν ὁ Παῦλος ἐκάκωσεν, ἀλλὰ καὶ ἐδεξιώσατο καὶ ὁμόσιτον ἐποιήσατο καὶ ἐν ἀδέσμῳ φυλακῇ ἐτήρει καὶ ἐν θεραπείᾳ ηγε. μετὰ δὲ ταῦτα εἰς τὴν ̓Ιταλίαν διὰ τῆς ̓Ηπείρου ἀνεκομίσθη. ̔Ο δὲ Πλούταρχος ἀχθῆναι λέγει τὸν Περσέα πρὸς τὸν Αἰμίλιον, καὶ τὸν δεδακρυμένον προσυπαντῆσαι αὐτῷ, ἐκεῖνον δ' ἐπὶ στόμα καταβαλεῖν 2.319 ἑαυτὸν καὶ γονάτων δραξάμενον ἀφεῖναι φωνὰς ἀγεννεῖς. καὶ τὸν Αἰμίλιον ἀλγοῦντι προσώπῳ προσιδόντα αὐτὸν εἰπεῖν "τί, ω ταλαίπωρε, ταῦτα πράττεις; ἀφ' ων δόξεις οὐκ ἀναξίως ἀτυχεῖν, οὐδὲ τοῦ νῦν, ἀλλὰ τοῦ πάλαι δαίμονος ἀνάξιος γεγονέναι. τί δέ μου καταβάλλεις τὴν νίκην καὶ σμικρύνεις μου τὸ κατόρθωμα, ἐπιδεικνύμενος ἑαυτὸν οὐ γενναῖον οὐδὲ πρέποντα ̔Ρωμαίοις ἀνταγωνιστήν; ἀρετή τοι δυστυχοῦσι μεγάλην εχει μοῖραν καὶ παρὰ πολεμίοις, δειλία δὲ ̔Ρωμαίοις, καν εὐποτμῇ, πάντῃ ἀτιμότατον." Κατὰ δὲ τὸν αὐτὸν χρόνον καὶ Λούκιος ̓Ανίκιος στρατηγὸς πεμφθεὶς ἐπὶ τὸν Γέντιον τοὺς προσμίξαντάς τε αὐτῷ ἐνίκησε καὶ τὸν Γέντιον φυγόντα ἐπιδιώξας ἐς Σκόδραν κατέκλεισεν, οπου ην αὐτῷ τὰ βασίλεια. καὶ διακενῆς αν προσήδρευεν αὐτῇ, ἐπὶ γὰρ ἀκρωνυχίας ορους πεπόλισται καὶ φάραγξι βαθείαις ποταμοὺς ῥοώδεις ἐχούσαις περιειλεῖται, τείχει τε ὀχυρῷ περιέζωσται, εἰ μὴ ὁ Γέντιος μέγα ἐπὶ τῇ δυνάμει ἐλπίσας ἑκὼν εἰς μάχην ἐχώρησε. κἀκ τούτου τήν τε ἀρχὴν αὐτοῦ πᾶσαν ὁ ̓Ανίκιος προσηγάγετο καὶ μέχρι τῆς ̓Ηπείρου προελθών, πρὶν τὸν Παῦλον ἐλθεῖν, κἀκείνην ταραττομένην ἡμέρωσεν. Οἱ δ' ἐν τῇ ̔Ρώμῃ εμαθον μὲν τὴν τοῦ Παύλου νίκην τετάρτῃ μετὰ τὴν μάχην ἡμέρᾳ εκ τινος φήμης, οὐ μέντοι καὶ ἀκριβῶς ἐπίστευον. ειτα γραμμάτων ὑπὲρ ταύτης κομισθέντων τοῦ Παύλου, ὑπερήσθησαν, καὶ οὐχ ὡς τὸν Περσέα νενικηκότες καὶ τὴν Μακεδονίαν κτησάμενοι, ἀλλ' ὡς τὸν Φίλιππον ἐκεῖνον τὸν πάνυ καὶ αὐτὸν τὸν ̓Αλέξανδρον μετὰ πάσης τῆς ἀρχῆς ἐκείνης, ην εσχηκε, νικήσαντες ἐσε2.320 μνύνοντο. ἐλθόντι δ' ἐς ̔Ρώμην τῷ Παύλῳ πολλὰ ἐψηφίσθη, καὶ ἡ πομπὴ τῶν νικητηρίων αὐτῷ λαμπροτάτη ἐγένετο. επεμψε μὲν γὰρ καὶ ταλλα οσα ἑαλώκει πάντα, επεμψε δὲ καὶ Βίθυν τὸν τοῦ Κότυος υἱόν, τόν τε Περσέα καὶ τὴν γυναῖκα αὐτοῦ τούς τε παῖδας τρεῖς οντας ἐν τῷ τῶν αἰχμαλώτων σχήματι. δείσας δὲ διὰ τὴν τῆς εὐτυχίας ὑπερβολὴν μή τι νεμεσήσῃ αὐτοῖς τὸ δαιμόνιον, ηυξατο καὶ ουτος κατὰ τὸν Κάμιλλον μή τι κακὸν τῇ πόλει ἐκ τούτων, ἀλλ' ἑαυτῷ, ει τι δέοι, γενήσεσθαι· καὶ δύο υἱεῖς, τὸν μὲν πρὸ τοῦ θριάμβου μικρόν, τὸν δὲ ἐν αὐτῇ τῇ τῶν ἐπινικίων ἀπέβαλεν ἑορτῇ. ην δὲ οὐ στρατηγῆσαι μόνον ἀγαθός, ἀλλὰ καὶ ὑπερόπτης χρημάτων. τεκμήριον δέ, δεύτερον τότε ὑπατεύσας καὶ λαφύρων ἀμυθήτων κρατήσας ἐν τοσαύτῃ πενίᾳ διεβίω ωστε χαλεπῶς τῇ γυναικὶ αὐτοῦ τὴν προῖκα τελευτήσαντος ἀποδοθῆναι. Τῶν δ' ἁλόντων τῷ πατρὶ μὲν ὁ Βίθυς προῖκα ἐδόθη, Περσεὺς δὲ εἰς Αλβαν σὺν τοῖς παισὶ καὶ τῇ θεραπείᾳ κατετέθη· κἀκεῖ εως μὲν ηλπιζε τὴν βασιλείαν κομίσασθαι ἀντεῖχεν, ἐπεὶ δ' ἀπέγνω, ἑαυτὸν διεχειρίσατο. καὶ ὁ Φίλιππος ὁ υἱὸς αὐτοῦ η τε θυγάτηρ αὐτοῦ οὐκ εἰς μακρὰν ἀπέθανον· μόνος δ' ὁ νεώτατος τοῖς τῶν ̓Αλβανῶν αρχουσιν ὑπογραμματεύων ἐπί τινα χρόνον διήρκεσεν. ουτως ὁ Περσεὺς ὁ δι' εικοσι βασιλέων αὐχῶν γεγονέναι, καὶ πολὺν μὲν τὸν Φίλιππον, πλείω δὲ θρυλῶν τὸν ̓Αλέξανδρον καὶ τὴν βασιλείαν ἀπώλεσε καὶ αἰχμάλωτος γέγονε καὶ ἐν τοῖς ἐπινικίοις ἐπόμπευσε, δεσμὰ μετὰ τοῦ διαδήματος περικείμενος. 2.321 Οἱ δέ γε ̔Ρόδιοι, μετὰ φρονήματος πρῴην τοῖς ̔Ρωμαίοις προσφερόμενοι, τότε μὴ μνησικακεῖν αὐτοῖς ἠξίουν, καὶ σύμμαχοι πρόσθεν