320
omicron.1484 καὶ ει τι συντεθειμένον αλλῳ διαφορὰν εχει κατὰ τὴν οὐσίαν, τοῦτο ενωσιν εχει πρὸς τὸ αὐτὸ κατὰ τὴν ὑπόστασιν. ἰστέον, ὡς ἡ ἐκκλησιαστικὴ συνήθεια, απερ οἱ εξωθεν ειδη καὶ γένη καλοῦσιν. οὐσίας καὶ φύσεις προσηγόρευσε, καὶ ταυτὸν ὡρίσατο ειναι φύσιν καὶ οὐσίαν. Ουτησισ. ἡ τρῶσις. (Οὐδέτερον.) Ουασ. σημαίνει τὸ ους παρὰ τὸ αυω, τὸ φωνῶ, αυος, καὶ τροπῇ τοῦ ˉα εἰς ˉο ουας, τὸ τῆς φωνῆς ἀντιληπτικὸν αἰσθητήριον. καὶ κλίνεται ουατος, ὡς δέρας δέρατος, καὶ γῆρας γήρατος. καὶ κατὰ ἀποβολὴν τοῦ ˉυ οας καὶ κράσει ους. καὶ κατὰ ∆ωριεῖς ως. τὸ δὲ ους ακλιτόν ἐστι. Οὐδενόσωρα. τὰ οὐδεμιᾶς φροντίδος αξια. Οὐδέτερον. τὸ μὴ ον ἐκ τῶν αὐτῶν προϋποκειμένων γενῶν, λέγω δὴ τοῦ ἀρσενικοῦ καὶ θηλυκοῦ. Οὐδέτερον γένος, ῳ προτάσσεται κατ' εὐθεῖαν καὶ ἑνικὴν πτῶσιν αρθρον τὸ τό· οιον τὸ ξύλον, τὸ βῆμα, τὸ δένδρον, τὸ αλογον. Ουθατα. οἱ μαστοί. τὸ ουθαρ, τοῦ ουθατος. -ουθαρ ἀρούρης. τὸ λιπαρώτατον καὶ κάρπιμον καὶ κάλλιστον τῆς γῆς. ἀπὸ τοῦ θῶ, τὸ τρέφω, η ἀπὸ τοῦ θάλλω κατὰ πλεονασμὸν τῆς ˉοˉυ συλλαβῆς γίνεται ουθαρ. †Ουλον. σημαίνει τρία· τὸ ὁλόκληρον, τὸ ὀλέθριον, καὶ τὸ καμπύλον. ἐξ ου γίνεται καὶ οὐλόθριξ, ὁ τὰς τρίχας τῆς κεφαλῆς εχων σγούρας.† omicron.1485 Ουλον. ἡ συνέχουσα τοὺς ὀδόντας σάρξ. ὠνόμασται δὲ διὰ τὸ τρυφερόν· ουλον γὰρ τὸ ἁπαλόν. η παρὰ τὸ εἰλεῖσθαι περὶ τοὺς ὀδόντας· τρόπῳ γάρ τινι τειχῶν τάξιν ἐπέχει, εἰς διακράτησιν τῶν ὀδόντων. η παρὰ τὸ οὐλὴν εχειν ἐκ τῆς γενομένης διακρατήσεως η καὶ ἀποκοπῆς τῶν φυομένων ὀδόντων. Ουρεα. τὰ ορη. Ομηρος· ουρεά τε σκιόεντα θάλασσά τε ἠχήεσσα. Ουσα. τὰ ἀπόγεια σχοινία, ἐν οις προσδεσμεῖται ἡ ναῦς πρὸς τῇ γῇ. οἱονεὶ οισα τινὰ οντα, παρὰ τὸν οισω μέλλοντα, ο δηλοῖ τὸ κομίζω, οισα καὶ ουσα. Οὐσιῶδεσ. ο παρὸν μὲν σώζει, ἀπὸν δὲ φθείρει, ὡς ἐπὶ τοῦ λογικοῦ. ( ̔Ρῆμα.) Οὐ διακρίνεται. οὐκ ἀμφιβάλλει. Οὐκ ἐδειμάτωσεν. οὐκ ἐφόβησεν. Οὐκ ἀπινύσσειν. οὐκ ἀσυνετεῖν. ἀπὸ τοῦ πνέω γίνεται πνύω, ἐξ ου παράγωγον πινύω, ἀφ' ου τὸ πινυτός. ὁ μέλλων πινύσσω καὶ μετὰ τοῦ στερητικοῦ α ἀπινύσσειν. Οὐκ ἀρετᾷ. ἀντὶ τοῦ οὐκ ἀρετοῦνται, οὐκ ἀρετῆς μεταλαμβάνουσιν. οὐκ ἀρετᾷ κακὰ εργα-. ἀπὸ τοῦ ἀρετῶ, ἀρετᾷς, ἀρετᾷ. -ἀρετᾶσι δὲ λαοὶ ὑπ' αὐτοῦ. omicron.1486 Οὐκ εγριξεν. οὐκ ἐφθέγξατο. Οὐκ ἐρίσει. οὐ φωνήσει. Οὐκ ἐτυλώθη. οὐκ ἐτραυματίσθη. Οὐκ ἐφάτην. ἀντὶ τοῦ οὐκ ειπον. δυϊκῶς. Οὐλομένη. ὀλεθρία. Οὐ μὴ πρόωμαι. οὐ παραχωρήσω. οὐ προδώσω. Οὐ μή σε ἀνῶ. ἀντὶ τοῦ οὐ μή σε ἐάσω. Οὐ προκρίνει. οὐκ ἐμποδίζει. οὐ βλάπτει. Οὐραγῶ. τὸ εσχατον τῆς στρατιᾶς αγω. Οὐριοδρομεῖ. ἐπιτηδείως πλέει. Οὐκ ἐξορχήσῃ. ἀντὶ τοῦ οὐκ ἐπιδεικτικῶς οὐδὲ θεατρικῶς δημοσιεύσεις. Οὐ συνῆκεν. οὐκ εμαθεν. Οὐτῶ. τὸ τιτρώσκω. καὶ οὐτάζω. αδηλον τὸ οὐτάζω, ἀλλ' εστιν εἰπεῖν, οτι, ωσπερ παρὰ τὸ σκεδῶ σκεδάζω, ἀνιῶ ἀνιάζω, ουτως καὶ παρὰ τὸ οὐτῶ οὐτάζω. ἐξ ου καὶ ουτημι, ἀνουτητί. οὐκ αρα πλεονασμὸς, ἀλλὰ παραγωγή. ουτως ̔Ηρωδιανὸς περὶ πάθους. Οὐτήσασ. τρώσας. Οὐτάμενοσ. ὡς ἱστάμενος. παρὰ τὸ οὐτῶ παράγωγον εἰς μι ουτημι, καὶ ἡ μετοχὴ οὐτάμενος, ὡς κιχράμενος. η ἀπὸ τοῦ οὐτάζω, ἐξ ου καὶ τὸ ουτασε καὶ τὸ ἀπαρέμφατον οὐτάσαι. οὐτάσαι οὐδὲ λαβεῖν-. ἐξ ου ὁ παθητικὸς παρακείμενος ουτασμαι, ουτασαι, ουτασται. omicron.1487 ουτασται δ' ̓Οδυσεύς-. καὶ ἡ μετοχὴ οὐτασμένος. καὶ κατ' ἀποβολὴν τοῦ ˉς οὐτάμενος. διὰ τὴν ἀποβολὴν τοῦ ˉς παροξύνεται. λέγεται δὲ οὐτασμένος. ουτ' αὐτοσχεδίην οὐτασμένος-. Ουτα. ἀπὸ τοῦ οὐτάζω. ὁ ἀόριστος ουτασε καὶ κατὰ συγκοπὴν ουτα. ουτά με Τυδέος υἱός. Οὐκ ἀσχημονεῖ. οὐδὲν τῶν εὐτελῶν τὲ καὶ ταπεινῶν τῆς τῶν ἀδελφῶν ὠφελείας ενεκα παραιτεῖται δρᾶσαι, ασχημον τὴν πρᾶξιν ὑπολαμβάνουσα. Οὐ διαφέρομαι. οὐ ζυγομαχῶ. οὐκ ἐνίσταμαι. τοῦ Θεολόγου· οὐ διαφέρομαι. ἀλλὰ σέ γε κεντριζέτω καὶ τοῦτο πρὸς τὸ φιλάνθρωπον. ( ̓Επίῤῥημα.) Οὐά. χλεύης ἐπίῤῥημα προσεναντιωματικόν. ἀντὶ τοῦ ω καὶ ευ. Οὐδαμῶσ. ἐπίῤῥημα μεσότητος. εστιν ονομα ἀμὸς ἰσοδυναμοῦν τῷ τὶς δωρικῶς. καὶ Ομηρος· τῶν ἀμόθεν. καὶ οὐδαμῇ