320
οἱ τρόφιμοι, καὶ τοὺς ἀγνοοῦντας δι δάσκουσι. Τοιοῦτόν ἐστι τὸ ὑπὸ τοῦ Χριστοῦ ἐν τοῖς εὐαγγελίοις εἰρημένον· "Πάτερ, ἐδόξασά σου τὸ ὄνομα ἐν τῇ γῇ." Καὶ μετ' ὀλίγα διδάσκει ὡς οὐ δόξαν ἔδωκεν αὐτῷ, ἣν μὴ πρότερον εἶχεν, ἀλλ' ἣν εἶχεν ἐγύμνωσεν. Ἔφη γὰρ, Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις. Οὕτω καὶ ὁ Πατὴρ τῷ Υἱῷ οὐκ ἔδωκε δόξαν, ἣν μὴ πρότερον εἶχεν· ἀλλ' ἣν εἶχε τοὺς ἀγνοοῦντας ἐδίδαξε· "∆όξασόν με γὰρ, φησὶν, σὺ 80.1968 Πάτερ, τῇ δόξῃ, ᾗ εἶχον παρὰ σοὶ, πρὸ τοῦ τὸν κόσμον γενέσθαι." Οὐ τοίνυν ἔλαβεν ὃ μὴ εἶχεν, ἀλλ' ὃ εἶχε δῆλον τοῖς οὐκ εἰδόσιν ἐγένετο. Καὶ ἐνταῦθα τοίνυν ὁ Προφήτης οὐχ ὑψηλὸν ποιεῖν τὸν Θεὸν ἐπαγγέλλε ται, ἀλλὰ τὸ ὕψος αὐτοῦ τοῖς ἀνθρώποις, ὡς οἷόν τε δεικνύναι· καὶ τὸν ἁπάντων Θεὸν, καὶ Θεὸν καὶ βα σιλέα ἴδιον ὀνομάζει, ὑπὸ τοῦ φίλτρου τοῦτο ποιεῖν προαγόμενος. βʹ. "Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰ νέσω τὸ ὄνομα σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος." Ἀεί σε, φησὶν, ὑμνῶν διατελέσω, καὶ οὐδεμίαν ἡμέραν ἄμοιρον ἐάσω τῆς ὑμνῳδίας. γʹ. "Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα, καὶ τῆς μεγαλωσύνης αὐτοῦ οὐκ ἔστι πέρας." Ἐπειδὴ πᾶν μέγεθος αἰσθητὸν μήκει, καὶ πλάτει, καὶ βάθει με τρούμενον δείκνυται μέγα, εἰκότως ἐπήγαγεν, ὅτι "Τῆς μεγαλωσύνης αὐτοῦ οὐκ ἔστι πέρας," ἵνα καὶ ἀσώματον δείξῃ, καὶ ἀπερίγραφον τὸν ὑμνούμενον. Μέγαν μὲν γὰρ αὐτὸν, φησὶν, οἶδα, οὐ μὴν ἐφικτὸν, οὔτε μὴν μετρητόν. Οὔτε γὰρ ἀρχὴν, οὔτε τέλος τοῦ μεγέθους εὑρίσκω. Ἄπειρον γὰρ τοῦτο, καὶ πᾶ σαν ὑπερβαῖνον κατάληψιν. δʹ. "Γενεὰ καὶ γενεὰ ἐπαινέσει τὰ ἔργα σου, καὶ τὴν δύναμίν σου ἀπαγγελοῦσι." Ἐντεῦθεν τῶν ἐθνῶν προεκήρυξε τὴν θείαν ἐπίγνωσιν. Οὐ γὰρ μόνον, φησὶν, ἡμεῖς, οἱ ἐξ Ἰσραὴλ, κατὰ τήνδε τὴν γενεάν σε τὸν εὐεργέτην ὑμνήσομεν, ἀλλὰ καὶ ἑτέρα γενεὰ, ἡ ἐξ ἐθνῶν Ἐκκλησία, τῶν ἔργων σου τὴν μεγα λουργίαν κηρύξει. εʹ. "Τὴν μεγαλοπρέπειαν τῆς δόξης τῆς ἁγιω σύνης σου λαλήσουσι, καὶ τὰ θαυμάσιά σου διηγή σονται." Νικᾷ τοῦ Προφήτου τὴν δύναμιν τοῦ ὑμνου μένου ἡ φύσις. Ἀξίας γὰρ ἐπιζητῶν καὶ προσφυεῖς προσηγορίας, εἶτα διαμαρτάνων, πολλὰ κατὰ ταυτὸν ἐπιπλέκει ὀνόματα, ἁγιωσύνης δόξαν καὶ μεγαλο πρέπειαν ὀνομάζων. Ταῦτα μέν τοι προλέγει ὑπὸ τῆς ἑτέρας κηρυχθήσεσθαι γενεᾶς. ʹ. "Καὶ τὴν δύναμιν τῶν φοβερῶν σου ἐροῦσι, καὶ τὴν μεγαλωσύνην σου διηγήσονται." ∆οκεῖ μὲν ταυτολογίᾳ κεχρῆσθαι, διάφορα δὲ ὅμως ση μαίνει. Θαυμάσια μὲν γὰρ λέγει, τὰ ἐπ' εὐεργεσίαις τινῶν γινόμενα θαύματα· δύναμιν δὲ φοβερῶν, τὰς ἐπὶ τιμωρίᾳ ἑτέρων δειχθείσας μεγαλουργίας· οἷον διὰ τοῦ θεσπεσίου Μωϋσοῦ τῇ Αἰγύπτῳ παντοδαπὰς ἐπήγαγε μάστιγας· ἐκεῖνα νοητέον δύναμιν φοβε ρῶν. Ἐν τῇ ἐρήμῳ μάννα ἐκόμισε τῷ λαῷ, καὶ ὀρ τυγομήτρας ἐπέδησε, καὶ τὴν ἄνυδρον ἐπέκλυσε· ταῦτα εἰς θαῦμα τῶν εὐγνωμόνων τὰς γλώττας ἐκί 80.1969 νησε. Ταύτην καὶ ὁ θεῖος Ἀπόστολος ἐποιήσατο τὴν διαίρεσιν. Ἔφη γὰρ, ὑπὸ τοῦ παναγίου Πνεύματος δεδόσθαι, οὐ μόνον χαρίσματα ἰαμάτων, ἀλλὰ καὶ ἐνεργήματα δυνάμεων. Καὶ καλεῖ μὲν χαρίσματα ἰα μάτων, τῶν χωλῶν τὸν δρόμον, καὶ τῶν ἀῤῥώστων τὴν ὑγίειαν, καὶ τῶν νεκρῶν τὴν ἀνάστασιν, καὶ ὅσα τοιαῦτα. Ἐνεργήματα δὲ δυνάμεων, τὴν τοῦ Ἐλυμᾶ τυφλότητα, τοῦ Ἀνανίου καὶ τῆς Σαπφείρας τὸν θάνατον, τοὺς τῷ Σατανᾷ παραδοθέντας, ἵνα παι δευθῶσι μὴ βλασφημεῖν. ζʹ. "Μνήμην τοῦ πλήθους τῆς χρηστότητός σου ἐξερεύξονται, καὶ τῇ δικαιοσύνῃ σου ἀγαλλιάσονται." Βούλεται μὲν ὁ Προφήτης τῆς θείας ἀγαθότητός τε καὶ δυνάμεως ὑποδεῖξαι τὸν πλοῦτον· ἀνθρωπίνῃ δὲ χρησάμενος γλώττῃ, καὶ τυχεῖν οὐ δυνάμενος τοῦ ποθουμένου, πλείονα πάλιν συνάπτει ὀνόματα, καὶ προλέγει τῆς γενεᾶς τῆς ἐσομένης τὸ εὔγνωμον, ὅτι τοῖς θείοις ἐντρυφῶσα λογίοις, καθάπερ τινὰς ἐρυγὰς προσφέρει τὴν τῆς θείας φιλανθρωπίας διήγησιν. Τοῦτο μέν τοι καὶ ὁ θεῖος Ἀπόστολος ὑπομένει, καὶ ἀξίως οὐ δυνάμενος διηγήσασθαι τὰ θεῖα, διὰ πλειό νων ὀνομάτων τοῦτο πειρᾶται. "Τὸν ὑπερβάλλοντα γάρ φησι, πλοῦτον τῆς χάριτος αὐτοῦ." Ἀλλαχοῦ δὲ τὴν ἧτταν ὁμολογεῖ, "Ὡς ἀνεξερεύνητα, λέγων, τὰ κρίματα