320
ἄλλο τῶν φιλικῶν καὶ ἐξ ἔθους· ἱνατί γάρ, φησίν, ἡ ἐλευθερία μου κρίνεται ὑπὸ ἄλλης συνειδήσεως; καὶ ἐπειδὴ ἱκανῶς ᾠκονομήσαμεν ἐν τοῖς προλαβοῦσιν καί, ὡς θεὸς μόνος οἶδεν, σὺν πολλῇ διαθέσει καὶ ἐλεημοσύνῃ, δεῖν ἄρτι καὶ οἰκοδομῆσαι καὶ μὴ ἀμφοτέρωθεν ζημιοῦσθαι μήτε τὸ ἀλλότριον προσλαμβανομένους καὶ τὸ οἰκεῖον ἀλόγως προέσθαι. εἰδόσιν ὁ λόγος· οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν ἡ ἀλήθεια ἀπεφήνατο. κύριοί ἐστε καὶ δεσπόται καὶ καθηγούμενοι τῶν ἰδίων μονῶν καὶ βουλευμάτων, ἡμεῖς δὲ ταπεινοὶ καὶ ἀλίτιμοι, ὧδέ που παραρρεριμμένοι διὰ τὸν διωγμόν. χαρίσασθε ἡμῖν τὴν ἐλευθερίαν ταύτην καὶ τὸ τοῖς οἰκείοις ἐπιστυγνάζειν ἁμαρτήμασιν. καὶ οἶδα μὲν ὅτι λυπηρὸν τὸ γράμμα τῇ τιμιότητί σου ὥσπερ καὶ ἡμῖν, ἀλλὰ τῆς τοῦ θεοῦ ἀγάπης οὐδὲν προτιμότερον, δι' ἣν καὶ ἡμεῖς σὺν τοῖς ἁγίοις πατράσιν ἡμῶν ἐπὶ τῇ ὕβρει Χριστοῦ ἠρνησάμεθα ἃ ἠρνησάμεθα καὶ προαιρούμεθα ἃ προϊσχόμεθα. 495 {1Τῷ αὐτῷ}1 Βραχύ τι παρεμυθήθη τὸ περὶ ὑμᾶς τοὺς τιμιωτάτους λυπηρὸν τῆς ψυχῆς ἡμῶν, εἴ γε ὡς γεγράφατε ἔχει καὶ ὑποχωρεῖτε τῆς ἡγουμενικῆς διακρατήσεως· οὐδεμία γὰρ κοινωνία, ὦ φιλότης, δεδιωγμένοις καὶ ἀδιώκτοις (καὶ οὐ μόνον ἀδιώκτοις, ἀλλὰ καὶ ὑποτελοῦσι τοῖς διώκταις, καθηγεμονιώντων ὧνπερ ἐξουσιάζουσι μοναστηρίων), εἰ μὴ ἄρα τις κοινωνία ὡμολόγηται φωτὶ πρὸς σκότος. ἀλλ' οὐκ ἐνδέχεται, ὡς ὁ ἱερὸς λόγος ἀπεφήνατο· τὸ γὰρ ἕως τοῦ παρόντος ἐπιδοῦναι ἑαυτοὺς ἐν τοῖς ἁλοῦσι δι' ὑποπτώσεως ἰατρικῆς κατὰ τόνδε τὸν τρόπον γέγονε, τῷ λαβεῖν ἡμᾶς ἐγγύας μήτε λόγῳ μήτε ἔργῳ καθ' οἱονδήποτε τρόπον ὑπαχθῆναι πάλιν τοῖς ἑτεροδόξοις· καὶ οἷον ἐν μεταιχμίῳ ἑστᾶσι κρατήσεως καὶ οὐ κρατήσεως τῶν μονῶν καί, τὸ ὅλον εἰπεῖν, ὡς νόμιμον γενέσθαι τὴν ὁμολογίαν διὰ τῆς τῶν ἐναν τίων ὑφελκύσεως καὶ τῶν ἐνισταμένων ἀντιπράξεως. ἐπὰν δὲ καιρὸς ἧκε τοῦ ζητουμένου, καὶ τὸ ὁμολογηθὲν οὐκ ἐξηνύσθη ἐνώπιον θεοῦ καὶ ἀνθρώπων πρὸς ἀκριβεστέραν τῆς προτέρας ὑποπτώσεως ἐξίασιν, ἀλλὰ πάλιν ἀπαγωγὴ καὶ πάλιν ὑπόπτωσις ἔν τε λόγοις καὶ ἔργοις, ὡς αὐτὰ τὰ πράγματα μαρτυρεῖ κἀκ τῶν εἰδότων ἀκηκόαμεν, καὶ πάλιν καθηγεμόνες ἀπαρασάλευτοι διὰ τῆς ἄρτι ὑπὸ τοῦ κράτους ὑποδοχῆς καὶ ἀποστολῆς. ὁ λόγος δὲ ἐπὶ πάντων τῶν οὕτως πεπραχότων καὶ γελοῖόν ἐστιν ἄρτι τὸ ἐπιτιμᾶν, μᾶλλον δὲ φρενοβλάβεια τῶν ἐπιτιμώντων καὶ σκινδαλμὸς τῶν εὐσεβούντων, σύγχυσίς τε καὶ ἀβλεψία ἐπὶ τῇ Χριστοῦ ὁμολογίᾳ. δεῖν τοῦ ἀποστόλου ἀκοῦσαι, λέγοντος στέλλεσθαι ὑμᾶς ἀπὸ παντὸς ἀδελφοῦ, ἀτάκτως περιπατοῦντος καὶ μὴ κατὰ τὴν παράδοσιν, ἣν παρέλαβον παρ' ἡμῶν, μᾶλλον δὲ αὐτοῦ τοῦ θεοῦ, διὰ τοῦ προφήτου βοῶντος· ἐξέλθετε ἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητε καὶ ἀκαθάρτου μὴ ἅπτεσθε· κἀγὼ εἰσδέξομαι ὑμᾶς, τοὺς οὕτως διαστελλομένους δηλονότι καὶ μὴ συγχέοντας τὴν Χριστοῦ ὁμολογίαν. Τί γὰρ φήσουσιν, ὦ τιμιώτατε, ὅ τε τῶν Κωμῶν ἡγούμενος καὶ ὁ τοῦ Γουλαίου σὺν τοῖς ὁμοίως ἄρτι διωχθεῖσιν ἐν τῇ ἐνστάσει, εἴπερ ὁρῶσιν ὑμᾶς, τοὺς προδοσίᾳ τῆς ἀληθείας κατέχοντας τὰ μοναστήρια, καὶ ἡμᾶς ὑμῖν συναπαγομένους; τί δὲ οἱ ἐν τοῖς ὄρεσι τληπαθοῦντες κατὰ τὸ τοῦ διωγμοῦ στενοχωρητικόν; οὐ στενάξουσιν; οὐκ οἰμώξουσιν; οὐχ ἡγήσονται παιδιὰν τὴν ὁμολογίαν τοῦ Χριστοῦ; τί δὲ οἱ ἡγουμενεύσαντες τῶν μοναστηρίων ἀπ' ἀρχῆς καὶ διὰ Χριστὸν δεδιωγμένοι σὺν ἡμῖν; οὐ κατασφραγίσονται, ὡς παιγνιῶδές τι πασχόντων ἡμῶν; μὴ πλανᾶσθε, φησὶν ὁ ἀπόστολος, θεὸς οὐ μυκτηρίζεται· ἡ ὁμολογία Χριστοῦ οὐ κεκοίνωται, κἄν τινες οἴωνται ἄλλως φρονεῖν καὶ λέγειν. Ὥστε, εἰ βούλει, ἀδελφὲ ἠγαπημένε, μεθ' ἡμῶν τῶν ταπεινῶν τετάχθαι, ὑποχώρησον τῆς κατοχῆς τοῦ μοναστηρίου, καθὼς καὶ ὑπέσχου· τοῦτο γὰρ καὶ παρακαλοῦμεν, εἰς τοῦτο καὶ προσευχόμεθα, ἵνα, ὡς τὸ ἐντός, οὕτως καὶ τὸ ἐκτὸς ὀρθόδοξος ὑπάρχῃς, τὴν τιμίαν σου ψυχὴν σῴζων, ἧς οὐδὲν ἀντάξιον τῶν ὁρωμένων. ὁ κύριος ἀρχιεπίσκοπος σὺν ἡμῖν πλεῖστα προσαγορεύει σε, φιλῶν τὴν σωτηρίαν σου ἄγαν, ἐπεὶ καὶ οἱ λοιποὶ ἀδελφοί. 496